<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="6"><q><l n="208">αἰὲν ἀριστεύειν καὶ ὑπείροχον ἔμμεναι ἄλλων,</l><l n="209">μηδὲ γένος πατέρων αἰσχυνέμεν, οἳ μέγʼ ἄριστοι</l><l n="210">ἔν τʼ Ἐφύρῃ ἐγένοντο καὶ ἐν Λυκίῃ εὐρείῃ.</l><l n="211">ταύτης τοι γενεῆς τε καὶ αἵματος εὔχομαι εἶναι.</l></q><l n="212"><milestone ed="P" unit="para"/>ὣς φάτο, γήθησεν δὲ βοὴν ἀγαθὸς Διομήδης·</l><l n="213">ἔγχος μὲν κατέπηξεν ἐπὶ χθονὶ πουλυβοτείρῃ,</l><l n="214">αὐτὰρ ὃ μειλιχίοισι προσηύδα ποιμένα λαῶν·</l><q><l n="215">ἦ ῥά νύ μοι ξεῖνος πατρώϊός ἐσσι παλαιός·</l><l n="216">Οἰνεὺς γάρ ποτε δῖος ἀμύμονα Βελλεροφόντην</l><l n="217">ξείνισʼ ἐνὶ μεγάροισιν ἐείκοσιν ἤματʼ ἐρύξας·</l><l n="218">οἳ δὲ καὶ ἀλλήλοισι πόρον ξεινήϊα καλά·</l><l n="219">Οἰνεὺς μὲν ζωστῆρα δίδου φοίνικι φαεινόν,</l><l n="220">Βελλεροφόντης δὲ χρύσεον δέπας ἀμφικύπελλον</l><l n="221">καί μιν ἐγὼ κατέλειπον ἰὼν ἐν δώμασʼ ἐμοῖσι.</l><l n="222">Τυδέα δʼ οὐ μέμνημαι, ἐπεί μʼ ἔτι τυτθὸν ἐόντα</l><l n="223">κάλλιφʼ, ὅτʼ ἐν Θήβῃσιν ἀπώλετο λαὸς Ἀχαιῶν.</l><l n="224">τὼ νῦν σοὶ μὲν ἐγὼ ξεῖνος φίλος Ἄργεϊ μέσσῳ</l><l n="225">εἰμί, σὺ δʼ ἐν Λυκίῃ ὅτε κεν τῶν δῆμον ἵκωμαι.</l><l n="226">ἔγχεα δʼ ἀλλήλων ἀλεώμεθα καὶ διʼ ὁμίλου·</l><l n="227">πολλοὶ μὲν γὰρ ἐμοὶ Τρῶες κλειτοί τʼ ἐπίκουροι</l><l n="228">κτείνειν ὅν κε θεός γε πόρῃ καὶ ποσσὶ κιχείω,</l><l n="229">πολλοὶ δʼ αὖ σοὶ Ἀχαιοὶ ἐναιρέμεν ὅν κε δύνηαι.</l><l n="230">τεύχεα δʼ ἀλλήλοις ἐπαμείψομεν, ὄφρα καὶ οἵδε</l><l n="231">γνῶσιν ὅτι ξεῖνοι πατρώϊοι εὐχόμεθʼ εἶναι.</l><milestone ed="p" n="232" unit="card"/></q><l n="232"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσαντε καθʼ ἵππων ἀΐξαντε</l><l n="233">χεῖράς τʼ ἀλλήλων λαβέτην καὶ πιστώσαντο·</l><l n="234">ἔνθʼ αὖτε Γλαύκῳ Κρονίδης φρένας ἐξέλετο Ζεύς,</l><l n="235">ὃς πρὸς Τυδεΐδην Διομήδεα τεύχεʼ ἄμειβε</l><l n="236">χρύσεα χαλκείων, ἑκατόμβοιʼ ἐννεαβοίων.</l></div></div></body></text></TEI>