<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="6"><q><l n="203">Ἴσανδρον δέ οἱ υἱὸν Ἄρης ἆτος πολέμοιο</l><l n="204">μαρνάμενον Σολύμοισι κατέκτανε κυδαλίμοισι·</l><l n="205">τὴν δὲ χολωσαμένη χρυσήνιος Ἄρτεμις ἔκτα.</l><l n="206">Ἱππόλοχος δέ μʼ ἔτικτε, καὶ ἐκ τοῦ φημι γενέσθαι·</l><l n="207">πέμπε δέ μʼ ἐς Τροίην, καί μοι μάλα πόλλʼ ἐπέτελλεν</l><l n="208">αἰὲν ἀριστεύειν καὶ ὑπείροχον ἔμμεναι ἄλλων,</l><l n="209">μηδὲ γένος πατέρων αἰσχυνέμεν, οἳ μέγʼ ἄριστοι</l><l n="210">ἔν τʼ Ἐφύρῃ ἐγένοντο καὶ ἐν Λυκίῃ εὐρείῃ.</l><l n="211">ταύτης τοι γενεῆς τε καὶ αἵματος εὔχομαι εἶναι.</l></q><l n="212"><milestone ed="P" unit="para"/>ὣς φάτο, γήθησεν δὲ βοὴν ἀγαθὸς Διομήδης·</l><l n="213">ἔγχος μὲν κατέπηξεν ἐπὶ χθονὶ πουλυβοτείρῃ,</l><l n="214">αὐτὰρ ὃ μειλιχίοισι προσηύδα ποιμένα λαῶν·</l><q><l n="215">ἦ ῥά νύ μοι ξεῖνος πατρώϊός ἐσσι παλαιός·</l><l n="216">Οἰνεὺς γάρ ποτε δῖος ἀμύμονα Βελλεροφόντην</l><l n="217">ξείνισʼ ἐνὶ μεγάροισιν ἐείκοσιν ἤματʼ ἐρύξας·</l><l n="218">οἳ δὲ καὶ ἀλλήλοισι πόρον ξεινήϊα καλά·</l><l n="219">Οἰνεὺς μὲν ζωστῆρα δίδου φοίνικι φαεινόν,</l></q></div></div></body></text></TEI>