<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="6"><q><l n="186">τὸ τρίτον αὖ κατέπεφνεν Ἀμαζόνας ἀντιανείρας.</l><l n="187">τῷ δʼ ἄρʼ ἀνερχομένῳ πυκινὸν δόλον ἄλλον ὕφαινε·</l><l n="188">κρίνας ἐκ Λυκίης εὐρείης φῶτας ἀρίστους</l><l n="189">εἷσε λόχον· τοὶ δʼ οὔ τι πάλιν οἶκον δὲ νέοντο·</l><l n="190">πάντας γὰρ κατέπεφνεν ἀμύμων Βελλεροφόντης.</l><milestone ed="p" n="191" unit="card"/><l n="191">ἀλλʼ ὅτε δὴ γίγνωσκε θεοῦ γόνον ἠῢν ἐόντα</l><l n="192">αὐτοῦ μιν κατέρυκε, δίδου δʼ ὅ γε θυγατέρα ἥν,</l><l n="193">δῶκε δέ οἱ τιμῆς βασιληΐδος ἥμισυ πάσης·</l><l n="194">καὶ μέν οἱ Λύκιοι τέμενος τάμον ἔξοχον ἄλλων</l><l n="195">καλὸν φυταλιῆς καὶ ἀρούρης, ὄφρα νέμοιτο.</l><l n="196">ἣ δʼ ἔτεκε τρία τέκνα δαΐφρονι Βελλεροφόντῃ</l><l n="197">Ἴσανδρόν τε καὶ Ἱππόλοχον καὶ Λαοδάμειαν.</l><l n="198">Λαοδαμείῃ μὲν παρελέξατο μητίετα Ζεύς,</l><l n="199">ἣ δʼ ἔτεκʼ ἀντίθεον Σαρπηδόνα χαλκοκορυστήν.</l><l n="200">ἀλλʼ ὅτε δὴ καὶ κεῖνος ἀπήχθετο πᾶσι θεοῖσιν,</l><l n="201">ἤτοι ὃ κὰπ πεδίον τὸ Ἀλήϊον οἶος ἀλᾶτο</l><l n="202">ὃν θυμὸν κατέδων, πάτον ἀνθρώπων ἀλεείνων·</l></q></div></div></body></text></TEI>