πρῶτον μέν ῥα Χίμαιραν ἀμαιμακέτην ἐκέλευσε πεφνέμεν· ἣ δʼ ἄρʼ ἔην θεῖον γένος οὐδʼ ἀνθρώπων, πρόσθε λέων, ὄπιθεν δὲ δράκων, μέσση δὲ χίμαιρα, δεινὸν ἀποπνείουσα πυρὸς μένος αἰθομένοιο, καὶ τὴν μὲν κατέπεφνε θεῶν τεράεσσι πιθήσας. δεύτερον αὖ Σολύμοισι μαχέσσατο κυδαλίμοισι· καρτίστην δὴ τήν γε μάχην φάτο δύμεναι ἀνδρῶν. τὸ τρίτον αὖ κατέπεφνεν Ἀμαζόνας ἀντιανείρας. τῷ δʼ ἄρʼ ἀνερχομένῳ πυκινὸν δόλον ἄλλον ὕφαινε· κρίνας ἐκ Λυκίης εὐρείης φῶτας ἀρίστους εἷσε λόχον· τοὶ δʼ οὔ τι πάλιν οἶκον δὲ νέοντο· πάντας γὰρ κατέπεφνεν ἀμύμων Βελλεροφόντης. ἀλλʼ ὅτε δὴ γίγνωσκε θεοῦ γόνον ἠῢν ἐόντα αὐτοῦ μιν κατέρυκε, δίδου δʼ ὅ γε θυγατέρα ἥν, δῶκε δέ οἱ τιμῆς βασιληΐδος ἥμισυ πάσης· καὶ μέν οἱ Λύκιοι τέμενος τάμον ἔξοχον ἄλλων καλὸν φυταλιῆς καὶ ἀρούρης, ὄφρα νέμοιτο. ἣ δʼ ἔτεκε τρία τέκνα δαΐφρονι Βελλεροφόντῃ Ἴσανδρόν τε καὶ Ἱππόλοχον καὶ Λαοδάμειαν. Λαοδαμείῃ μὲν παρελέξατο μητίετα Ζεύς, ἣ δʼ ἔτεκʼ ἀντίθεον Σαρπηδόνα χαλκοκορυστήν. ἀλλʼ ὅτε δὴ καὶ κεῖνος ἀπήχθετο πᾶσι θεοῖσιν, ἤτοι ὃ κὰπ πεδίον τὸ Ἀλήϊον οἶος ἀλᾶτο ὃν θυμὸν κατέδων, πάτον ἀνθρώπων ἀλεείνων· Ἴσανδρον δέ οἱ υἱὸν Ἄρης ἆτος πολέμοιο μαρνάμενον Σολύμοισι κατέκτανε κυδαλίμοισι· τὴν δὲ χολωσαμένη χρυσήνιος Ἄρτεμις ἔκτα. Ἱππόλοχος δέ μʼ ἔτικτε, καὶ ἐκ τοῦ φημι γενέσθαι· πέμπε δέ μʼ ἐς Τροίην, καί μοι μάλα πόλλʼ ἐπέτελλεν