<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="6"><q><l n="169">γράψας ἐν πίνακι πτυκτῷ θυμοφθόρα πολλά,</l><l n="170">δεῖξαι δʼ ἠνώγειν ᾧ πενθερῷ ὄφρʼ ἀπόλοιτο.</l><l n="171">αὐτὰρ ὁ βῆ Λυκίην δὲ θεῶν ὑπʼ ἀμύμονι πομπῇ.</l><l n="172">ἀλλʼ ὅτε δὴ Λυκίην ἷξε Ξάνθόν τε ῥέοντα,</l><l n="173">προφρονέως μιν τῖεν ἄναξ Λυκίης εὐρείης·</l><l n="174">ἐννῆμαρ ξείνισσε καὶ ἐννέα βοῦς ἱέρευσεν.</l><l n="175">ἀλλʼ ὅτε δὴ δεκάτη ἐφάνη ῥοδοδάκτυλος Ἠὼς</l><l n="176">καὶ τότε μιν ἐρέεινε καὶ ᾔτεε σῆμα ἰδέσθαι</l><l n="177">ὅττί ῥά οἱ γαμβροῖο πάρα Προίτοιο φέροιτο.</l><l n="178">αὐτὰρ ἐπεὶ δὴ σῆμα κακὸν παρεδέξατο γαμβροῦ,</l><l n="179">πρῶτον μέν ῥα Χίμαιραν ἀμαιμακέτην ἐκέλευσε</l><l n="180">πεφνέμεν· ἣ δʼ ἄρʼ ἔην θεῖον γένος οὐδʼ ἀνθρώπων,</l><l n="181">πρόσθε λέων, ὄπιθεν δὲ δράκων, μέσση δὲ χίμαιρα,</l><l n="182">δεινὸν ἀποπνείουσα πυρὸς μένος αἰθομένοιο,</l><l n="183">καὶ τὴν μὲν κατέπεφνε θεῶν τεράεσσι πιθήσας.</l><l n="184">δεύτερον αὖ Σολύμοισι μαχέσσατο κυδαλίμοισι·</l><l n="185">καρτίστην δὴ τήν γε μάχην φάτο δύμεναι ἀνδρῶν.</l></q></div></div></body></text></TEI>