<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="6"><q><l n="158">ὅς ῥʼ ἐκ δήμου ἔλασσεν, ἐπεὶ πολὺ φέρτερος ἦεν,</l><l n="159">Ἀργείων· Ζεὺς γάρ οἱ ὑπὸ σκήπτρῳ ἐδάμασσε.</l><l n="160">τῷ δὲ γυνὴ Προίτου ἐπεμήνατο δῖʼ Ἄντεια</l><l n="161">κρυπταδίῃ φιλότητι μιγήμεναι· ἀλλὰ τὸν οὔ τι</l><l n="162">πεῖθʼ ἀγαθὰ φρονέοντα δαΐφρονα Βελλεροφόντην.</l><l n="163">ἣ δὲ ψευσαμένη Προῖτον βασιλῆα προσηύδα·</l><q><l n="164">τεθναίης ὦ Προῖτʼ, ἢ κάκτανε Βελλεροφόντην,</l><l n="165">ὅς μʼ ἔθελεν φιλότητι μιγήμεναι οὐκ ἐθελούσῃ.</l></q><l n="166">ὣς φάτο, τὸν δὲ ἄνακτα χόλος λάβεν οἷον ἄκουσε·</l><l n="167">κτεῖναι μέν ῥʼ ἀλέεινε, σεβάσσατο γὰρ τό γε θυμῷ,</l><l n="168">πέμπε δέ μιν Λυκίην δέ, πόρεν δʼ ὅ γε σήματα λυγρὰ</l><l n="169">γράψας ἐν πίνακι πτυκτῷ θυμοφθόρα πολλά,</l></q></div></div></body></text></TEI>