<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="6"><q><l n="153">ἔνθα δὲ Σίσυφος ἔσκεν, ὃ κέρδιστος γένετʼ ἀνδρῶν,</l><l n="154">Σίσυφος Αἰολίδης· ὃ δʼ ἄρα Γλαῦκον τέκεθʼ υἱόν,</l><l n="155">αὐτὰρ Γλαῦκος τίκτεν ἀμύμονα Βελλεροφόντην·</l><milestone ed="p" n="156" unit="card"/><l n="156">τῷ δὲ θεοὶ κάλλός τε καὶ ἠνορέην ἐρατεινὴν</l><l n="157">ὤπασαν· αὐτάρ οἱ Προῖτος κακὰ μήσατο θυμῷ,</l><l n="158">ὅς ῥʼ ἐκ δήμου ἔλασσεν, ἐπεὶ πολὺ φέρτερος ἦεν,</l><l n="159">Ἀργείων· Ζεὺς γάρ οἱ ὑπὸ σκήπτρῳ ἐδάμασσε.</l><l n="160">τῷ δὲ γυνὴ Προίτου ἐπεμήνατο δῖʼ Ἄντεια</l><l n="161">κρυπταδίῃ φιλότητι μιγήμεναι· ἀλλὰ τὸν οὔ τι</l><l n="162">πεῖθʼ ἀγαθὰ φρονέοντα δαΐφρονα Βελλεροφόντην.</l><l n="163">ἣ δὲ ψευσαμένη Προῖτον βασιλῆα προσηύδα·</l><q><l n="164">τεθναίης ὦ Προῖτʼ, ἢ κάκτανε Βελλεροφόντην,</l><l n="165">ὅς μʼ ἔθελεν φιλότητι μιγήμεναι οὐκ ἐθελούσῃ.</l></q><l n="166">ὣς φάτο, τὸν δὲ ἄνακτα χόλος λάβεν οἷον ἄκουσε·</l><l n="167">κτεῖναι μέν ῥʼ ἀλέεινε, σεβάσσατο γὰρ τό γε θυμῷ,</l><l n="168">πέμπε δέ μιν Λυκίην δέ, πόρεν δʼ ὅ γε σήματα λυγρὰ</l><l n="169">γράψας ἐν πίνακι πτυκτῷ θυμοφθόρα πολλά,</l><l n="170">δεῖξαι δʼ ἠνώγειν ᾧ πενθερῷ ὄφρʼ ἀπόλοιτο.</l><l n="171">αὐτὰρ ὁ βῆ Λυκίην δὲ θεῶν ὑπʼ ἀμύμονι πομπῇ.</l><l n="172">ἀλλʼ ὅτε δὴ Λυκίην ἷξε Ξάνθόν τε ῥέοντα,</l><l n="173">προφρονέως μιν τῖεν ἄναξ Λυκίης εὐρείης·</l><l n="174">ἐννῆμαρ ξείνισσε καὶ ἐννέα βοῦς ἱέρευσεν.</l><l n="175">ἀλλʼ ὅτε δὴ δεκάτη ἐφάνη ῥοδοδάκτυλος Ἠὼς</l><l n="176">καὶ τότε μιν ἐρέεινε καὶ ᾔτεε σῆμα ἰδέσθαι</l><l n="177">ὅττί ῥά οἱ γαμβροῖο πάρα Προίτοιο φέροιτο.</l><l n="178">αὐτὰρ ἐπεὶ δὴ σῆμα κακὸν παρεδέξατο γαμβροῦ,</l><l n="179">πρῶτον μέν ῥα Χίμαιραν ἀμαιμακέτην ἐκέλευσε</l><l n="180">πεφνέμεν· ἣ δʼ ἄρʼ ἔην θεῖον γένος οὐδʼ ἀνθρώπων,</l><l n="181">πρόσθε λέων, ὄπιθεν δὲ δράκων, μέσση δὲ χίμαιρα,</l><l n="182">δεινὸν ἀποπνείουσα πυρὸς μένος αἰθομένοιο,</l><l n="183">καὶ τὴν μὲν κατέπεφνε θεῶν τεράεσσι πιθήσας.</l><l n="184">δεύτερον αὖ Σολύμοισι μαχέσσατο κυδαλίμοισι·</l><l n="185">καρτίστην δὴ τήν γε μάχην φάτο δύμεναι ἀνδρῶν.</l><l n="186">τὸ τρίτον αὖ κατέπεφνεν Ἀμαζόνας ἀντιανείρας.</l><l n="187">τῷ δʼ ἄρʼ ἀνερχομένῳ πυκινὸν δόλον ἄλλον ὕφαινε·</l><l n="188">κρίνας ἐκ Λυκίης εὐρείης φῶτας ἀρίστους</l><l n="189">εἷσε λόχον· τοὶ δʼ οὔ τι πάλιν οἶκον δὲ νέοντο·</l><l n="190">πάντας γὰρ κατέπεφνεν ἀμύμων Βελλεροφόντης.</l><milestone ed="p" n="191" unit="card"/><l n="191">ἀλλʼ ὅτε δὴ γίγνωσκε θεοῦ γόνον ἠῢν ἐόντα</l><l n="192">αὐτοῦ μιν κατέρυκε, δίδου δʼ ὅ γε θυγατέρα ἥν,</l><l n="193">δῶκε δέ οἱ τιμῆς βασιληΐδος ἥμισυ πάσης·</l><l n="194">καὶ μέν οἱ Λύκιοι τέμενος τάμον ἔξοχον ἄλλων</l><l n="195">καλὸν φυταλιῆς καὶ ἀρούρης, ὄφρα νέμοιτο.</l><l n="196">ἣ δʼ ἔτεκε τρία τέκνα δαΐφρονι Βελλεροφόντῃ</l><l n="197">Ἴσανδρόν τε καὶ Ἱππόλοχον καὶ Λαοδάμειαν.</l><l n="198">Λαοδαμείῃ μὲν παρελέξατο μητίετα Ζεύς,</l><l n="199">ἣ δʼ ἔτεκʼ ἀντίθεον Σαρπηδόνα χαλκοκορυστήν.</l><l n="200">ἀλλʼ ὅτε δὴ καὶ κεῖνος ἀπήχθετο πᾶσι θεοῖσιν,</l><l n="201">ἤτοι ὃ κὰπ πεδίον τὸ Ἀλήϊον οἶος ἀλᾶτο</l><l n="202">ὃν θυμὸν κατέδων, πάτον ἀνθρώπων ἀλεείνων·</l><l n="203">Ἴσανδρον δέ οἱ υἱὸν Ἄρης ἆτος πολέμοιο</l><l n="204">μαρνάμενον Σολύμοισι κατέκτανε κυδαλίμοισι·</l><l n="205">τὴν δὲ χολωσαμένη χρυσήνιος Ἄρτεμις ἔκτα.</l><l n="206">Ἱππόλοχος δέ μʼ ἔτικτε, καὶ ἐκ τοῦ φημι γενέσθαι·</l><l n="207">πέμπε δέ μʼ ἐς Τροίην, καί μοι μάλα πόλλʼ ἐπέτελλεν</l><l n="208">αἰὲν ἀριστεύειν καὶ ὑπείροχον ἔμμεναι ἄλλων,</l><l n="209">μηδὲ γένος πατέρων αἰσχυνέμεν, οἳ μέγʼ ἄριστοι</l><l n="210">ἔν τʼ Ἐφύρῃ ἐγένοντο καὶ ἐν Λυκίῃ εὐρείῃ.</l><l n="211">ταύτης τοι γενεῆς τε καὶ αἵματος εὔχομαι εἶναι.</l></q><l n="212"><milestone ed="P" unit="para"/>ὣς φάτο, γήθησεν δὲ βοὴν ἀγαθὸς Διομήδης·</l><l n="213">ἔγχος μὲν κατέπηξεν ἐπὶ χθονὶ πουλυβοτείρῃ,</l><l n="214">αὐτὰρ ὃ μειλιχίοισι προσηύδα ποιμένα λαῶν·</l><q><l n="215">ἦ ῥά νύ μοι ξεῖνος πατρώϊός ἐσσι παλαιός·</l><l n="216">Οἰνεὺς γάρ ποτε δῖος ἀμύμονα Βελλεροφόντην</l><l n="217">ξείνισʼ ἐνὶ μεγάροισιν ἐείκοσιν ἤματʼ ἐρύξας·</l><l n="218">οἳ δὲ καὶ ἀλλήλοισι πόρον ξεινήϊα καλά·</l><l n="219">Οἰνεὺς μὲν ζωστῆρα δίδου φοίνικι φαεινόν,</l><l n="220">Βελλεροφόντης δὲ χρύσεον δέπας ἀμφικύπελλον</l><l n="221">καί μιν ἐγὼ κατέλειπον ἰὼν ἐν δώμασʼ ἐμοῖσι.</l><l n="222">Τυδέα δʼ οὐ μέμνημαι, ἐπεί μʼ ἔτι τυτθὸν ἐόντα</l><l n="223">κάλλιφʼ, ὅτʼ ἐν Θήβῃσιν ἀπώλετο λαὸς Ἀχαιῶν.</l><l n="224">τὼ νῦν σοὶ μὲν ἐγὼ ξεῖνος φίλος Ἄργεϊ μέσσῳ</l><l n="225">εἰμί, σὺ δʼ ἐν Λυκίῃ ὅτε κεν τῶν δῆμον ἵκωμαι.</l><l n="226">ἔγχεα δʼ ἀλλήλων ἀλεώμεθα καὶ διʼ ὁμίλου·</l><l n="227">πολλοὶ μὲν γὰρ ἐμοὶ Τρῶες κλειτοί τʼ ἐπίκουροι</l><l n="228">κτείνειν ὅν κε θεός γε πόρῃ καὶ ποσσὶ κιχείω,</l></q></div></div></body></text></TEI>