<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="6"><q><l n="141">οὐδʼ ἂν ἐγὼ μακάρεσσι θεοῖς ἐθέλοιμι μάχεσθαι.</l><l n="142">εἰ δέ τίς ἐσσι βροτῶν οἳ ἀρούρης καρπὸν ἔδουσιν,</l><l n="143">ἆσσον ἴθʼ ὥς κεν θᾶσσον ὀλέθρου πείραθʼ ἵκηαι.</l></q><l n="144"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖθʼ Ἱππολόχοιο προσηύδα φαίδιμος υἱός·</l><q><l n="145">Τυδεΐδη μεγάθυμε τί ἢ γενεὴν ἐρεείνεις;</l><l n="146">οἵη περ φύλλων γενεὴ τοίη δὲ καὶ ἀνδρῶν.</l><l n="147">φύλλα τὰ μέν τʼ ἄνεμος χαμάδις χέει, ἄλλα δέ θʼ ὕλη</l><l n="148">τηλεθόωσα φύει, ἔαρος δʼ ἐπιγίγνεται ὥρη·</l><l n="149">ὣς ἀνδρῶν γενεὴ ἣ μὲν φύει ἣ δʼ ἀπολήγει.</l><l n="150">εἰ δʼ ἐθέλεις καὶ ταῦτα δαήμεναι ὄφρʼ ἐῢ εἰδῇς</l><l n="151">ἡμετέρην γενεήν, πολλοὶ δέ μιν ἄνδρες ἴσασιν·</l><l n="152">ἔστι πόλις Ἐφύρη μυχῷ Ἄργεος ἱπποβότοιο,</l><l n="153">ἔνθα δὲ Σίσυφος ἔσκεν, ὃ κέρδιστος γένετʼ ἀνδρῶν,</l><l n="154">Σίσυφος Αἰολίδης· ὃ δʼ ἄρα Γλαῦκον τέκεθʼ υἱόν,</l><l n="155">αὐτὰρ Γλαῦκος τίκτεν ἀμύμονα Βελλεροφόντην·</l><milestone ed="p" n="156" unit="card"/><l n="156">τῷ δὲ θεοὶ κάλλός τε καὶ ἠνορέην ἐρατεινὴν</l><l n="157">ὤπασαν· αὐτάρ οἱ Προῖτος κακὰ μήσατο θυμῷ,</l><l n="158">ὅς ῥʼ ἐκ δήμου ἔλασσεν, ἐπεὶ πολὺ φέρτερος ἦεν,</l><l n="159">Ἀργείων· Ζεὺς γάρ οἱ ὑπὸ σκήπτρῳ ἐδάμασσε.</l><l n="160">τῷ δὲ γυνὴ Προίτου ἐπεμήνατο δῖʼ Ἄντεια</l><l n="161">κρυπταδίῃ φιλότητι μιγήμεναι· ἀλλὰ τὸν οὔ τι</l><l n="162">πεῖθʼ ἀγαθὰ φρονέοντα δαΐφρονα Βελλεροφόντην.</l><l n="163">ἣ δὲ ψευσαμένη Προῖτον βασιλῆα προσηύδα·</l><q><l n="164">τεθναίης ὦ Προῖτʼ, ἢ κάκτανε Βελλεροφόντην,</l><l n="165">ὅς μʼ ἔθελεν φιλότητι μιγήμεναι οὐκ ἐθελούσῃ.</l></q><l n="166">ὣς φάτο, τὸν δὲ ἄνακτα χόλος λάβεν οἷον ἄκουσε·</l><l n="167">κτεῖναι μέν ῥʼ ἀλέεινε, σεβάσσατο γὰρ τό γε θυμῷ,</l><l n="168">πέμπε δέ μιν Λυκίην δέ, πόρεν δʼ ὅ γε σήματα λυγρὰ</l><l n="169">γράψας ἐν πίνακι πτυκτῷ θυμοφθόρα πολλά,</l><l n="170">δεῖξαι δʼ ἠνώγειν ᾧ πενθερῷ ὄφρʼ ἀπόλοιτο.</l><l n="171">αὐτὰρ ὁ βῆ Λυκίην δὲ θεῶν ὑπʼ ἀμύμονι πομπῇ.</l><l n="172">ἀλλʼ ὅτε δὴ Λυκίην ἷξε Ξάνθόν τε ῥέοντα,</l><l n="173">προφρονέως μιν τῖεν ἄναξ Λυκίης εὐρείης·</l><l n="174">ἐννῆμαρ ξείνισσε καὶ ἐννέα βοῦς ἱέρευσεν.</l><l n="175">ἀλλʼ ὅτε δὴ δεκάτη ἐφάνη ῥοδοδάκτυλος Ἠὼς</l><l n="176">καὶ τότε μιν ἐρέεινε καὶ ᾔτεε σῆμα ἰδέσθαι</l><l n="177">ὅττί ῥά οἱ γαμβροῖο πάρα Προίτοιο φέροιτο.</l><l n="178">αὐτὰρ ἐπεὶ δὴ σῆμα κακὸν παρεδέξατο γαμβροῦ,</l><l n="179">πρῶτον μέν ῥα Χίμαιραν ἀμαιμακέτην ἐκέλευσε</l><l n="180">πεφνέμεν· ἣ δʼ ἄρʼ ἔην θεῖον γένος οὐδʼ ἀνθρώπων,</l><l n="181">πρόσθε λέων, ὄπιθεν δὲ δράκων, μέσση δὲ χίμαιρα,</l><l n="182">δεινὸν ἀποπνείουσα πυρὸς μένος αἰθομένοιο,</l><l n="183">καὶ τὴν μὲν κατέπεφνε θεῶν τεράεσσι πιθήσας.</l><l n="184">δεύτερον αὖ Σολύμοισι μαχέσσατο κυδαλίμοισι·</l><l n="185">καρτίστην δὴ τήν γε μάχην φάτο δύμεναι ἀνδρῶν.</l><l n="186">τὸ τρίτον αὖ κατέπεφνεν Ἀμαζόνας ἀντιανείρας.</l></q></div></div></body></text></TEI>