οὐδʼ ἂν ἐγὼ μακάρεσσι θεοῖς ἐθέλοιμι μάχεσθαι. εἰ δέ τίς ἐσσι βροτῶν οἳ ἀρούρης καρπὸν ἔδουσιν, ἆσσον ἴθʼ ὥς κεν θᾶσσον ὀλέθρου πείραθʼ ἵκηαι. τὸν δʼ αὖθʼ Ἱππολόχοιο προσηύδα φαίδιμος υἱός· Τυδεΐδη μεγάθυμε τί ἢ γενεὴν ἐρεείνεις; οἵη περ φύλλων γενεὴ τοίη δὲ καὶ ἀνδρῶν. φύλλα τὰ μέν τʼ ἄνεμος χαμάδις χέει, ἄλλα δέ θʼ ὕλη τηλεθόωσα φύει, ἔαρος δʼ ἐπιγίγνεται ὥρη· ὣς ἀνδρῶν γενεὴ ἣ μὲν φύει ἣ δʼ ἀπολήγει. εἰ δʼ ἐθέλεις καὶ ταῦτα δαήμεναι ὄφρʼ ἐῢ εἰδῇς ἡμετέρην γενεήν, πολλοὶ δέ μιν ἄνδρες ἴσασιν· ἔστι πόλις Ἐφύρη μυχῷ Ἄργεος ἱπποβότοιο, ἔνθα δὲ Σίσυφος ἔσκεν, ὃ κέρδιστος γένετʼ ἀνδρῶν, Σίσυφος Αἰολίδης· ὃ δʼ ἄρα Γλαῦκον τέκεθʼ υἱόν, αὐτὰρ Γλαῦκος τίκτεν ἀμύμονα Βελλεροφόντην· τῷ δὲ θεοὶ κάλλός τε καὶ ἠνορέην ἐρατεινὴν ὤπασαν· αὐτάρ οἱ Προῖτος κακὰ μήσατο θυμῷ, ὅς ῥʼ ἐκ δήμου ἔλασσεν, ἐπεὶ πολὺ φέρτερος ἦεν, Ἀργείων· Ζεὺς γάρ οἱ ὑπὸ σκήπτρῳ ἐδάμασσε. τῷ δὲ γυνὴ Προίτου ἐπεμήνατο δῖʼ Ἄντεια κρυπταδίῃ φιλότητι μιγήμεναι· ἀλλὰ τὸν οὔ τι πεῖθʼ ἀγαθὰ φρονέοντα δαΐφρονα Βελλεροφόντην. ἣ δὲ ψευσαμένη Προῖτον βασιλῆα προσηύδα· τεθναίης ὦ Προῖτʼ, ἢ κάκτανε Βελλεροφόντην, ὅς μʼ ἔθελεν φιλότητι μιγήμεναι οὐκ ἐθελούσῃ. ὣς φάτο, τὸν δὲ ἄνακτα χόλος λάβεν οἷον ἄκουσε· κτεῖναι μέν ῥʼ ἀλέεινε, σεβάσσατο γὰρ τό γε θυμῷ, πέμπε δέ μιν Λυκίην δέ, πόρεν δʼ ὅ γε σήματα λυγρὰ γράψας ἐν πίνακι πτυκτῷ θυμοφθόρα πολλά, δεῖξαι δʼ ἠνώγειν ᾧ πενθερῷ ὄφρʼ ἀπόλοιτο. αὐτὰρ ὁ βῆ Λυκίην δὲ θεῶν ὑπʼ ἀμύμονι πομπῇ. ἀλλʼ ὅτε δὴ Λυκίην ἷξε Ξάνθόν τε ῥέοντα, προφρονέως μιν τῖεν ἄναξ Λυκίης εὐρείης· ἐννῆμαρ ξείνισσε καὶ ἐννέα βοῦς ἱέρευσεν. ἀλλʼ ὅτε δὴ δεκάτη ἐφάνη ῥοδοδάκτυλος Ἠὼς καὶ τότε μιν ἐρέεινε καὶ ᾔτεε σῆμα ἰδέσθαι ὅττί ῥά οἱ γαμβροῖο πάρα Προίτοιο φέροιτο. αὐτὰρ ἐπεὶ δὴ σῆμα κακὸν παρεδέξατο γαμβροῦ, πρῶτον μέν ῥα Χίμαιραν ἀμαιμακέτην ἐκέλευσε πεφνέμεν· ἣ δʼ ἄρʼ ἔην θεῖον γένος οὐδʼ ἀνθρώπων, πρόσθε λέων, ὄπιθεν δὲ δράκων, μέσση δὲ χίμαιρα, δεινὸν ἀποπνείουσα πυρὸς μένος αἰθομένοιο, καὶ τὴν μὲν κατέπεφνε θεῶν τεράεσσι πιθήσας. δεύτερον αὖ Σολύμοισι μαχέσσατο κυδαλίμοισι· καρτίστην δὴ τήν γε μάχην φάτο δύμεναι ἀνδρῶν. τὸ τρίτον αὖ κατέπεφνεν Ἀμαζόνας ἀντιανείρας.