<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="6"><l n="14">ἀφνειὸς βιότοιο, φίλος δʼ ἦν ἀνθρώποισι.</l><l n="15">πάντας γὰρ φιλέεσκεν ὁδῷ ἔπι οἰκία ναίων.</l><l n="16">ἀλλά οἱ οὔ τις τῶν γε τότʼ ἤρκεσε λυγρὸν ὄλεθρον</l><l n="17">πρόσθεν ὑπαντιάσας, ἀλλʼ ἄμφω θυμὸν ἀπηύρα</l><l n="18">αὐτὸν καὶ θεράποντα Καλήσιον, ὅς ῥα τόθʼ ἵππων</l><l n="19">ἔσκεν ὑφηνίοχος· τὼ δʼ ἄμφω γαῖαν ἐδύτην.</l><l n="20"><milestone ed="P" unit="para"/>Δρῆσον δʼ Εὐρύαλος καὶ Ὀφέλτιον ἐξενάριξε·</l><l n="21">βῆ δὲ μετʼ Αἴσηπον καὶ Πήδασον, οὕς ποτε νύμφη</l><l n="22">νηῒς Ἀβαρβαρέη τέκʼ ἀμύμονι Βουκολίωνι.</l><l n="23">Βουκολίων δʼ ἦν υἱὸς ἀγαυοῦ Λαομέδοντος</l><l n="24">πρεσβύτατος γενεῇ, σκότιον δέ ἑ γείνατο μήτηρ·</l><l n="25">ποιμαίνων δʼ ἐπʼ ὄεσσι μίγη φιλότητι καὶ εὐνῇ,</l></div></div></body></text></TEI>