<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="5"><q><l n="891">αἰεὶ γάρ τοι ἔρις τε φίλη πόλεμοί τε μάχαι τε.</l><l n="892">μητρός τοι μένος ἐστὶν ἀάσχετον οὐκ ἐπιεικτὸν</l><l n="893">Ἥρης· τὴν μὲν ἐγὼ σπουδῇ δάμνημʼ ἐπέεσσι·</l><l n="894">τώ σʼ ὀΐω κείνης τάδε πάσχειν ἐννεσίῃσιν.</l><l n="895">ἀλλʼ οὐ μάν σʼ ἔτι δηρὸν ἀνέξομαι ἄλγεʼ ἔχοντα·</l><l n="896">ἐκ γὰρ ἐμεῦ γένος ἐσσί, ἐμοὶ δέ σε γείνατο μήτηρ·</l><l n="897">εἰ δέ τευ ἐξ ἄλλου γε θεῶν γένευ ὧδʼ ἀΐδηλος</l><l n="898">καί κεν δὴ πάλαι ἦσθα ἐνέρτερος Οὐρανιώνων.</l><milestone ed="p" n="899" unit="card"/></q><l n="899"><milestone ed="P" unit="para"/>ὣς φάτο, καὶ Παιήονʼ ἀνώγειν ἰήσασθαι.</l><l n="900">τῷ δʼ ἐπὶ Παιήων ὀδυνήφατα φάρμακα πάσσων</l><l n="901">ἠκέσατʼ· οὐ μὲν γάρ τι καταθνητός γʼ ἐτέτυκτο.</l><l n="902">ὡς δʼ ὅτʼ ὀπὸς γάλα λευκὸν ἐπειγόμενος συνέπηξεν</l><l n="903">ὑγρὸν ἐόν, μάλα δʼ ὦκα περιτρέφεται κυκόωντι,</l><l n="904">ὣς ἄρα καρπαλίμως ἰήσατο θοῦρον Ἄρηα.</l><l n="905">τὸν δʼ Ἥβη λοῦσεν, χαρίεντα δὲ εἵματα ἕσσε·</l><l n="906">πὰρ δὲ Διὶ Κρονίωνι καθέζετο κύδεϊ γαίων.</l><l n="907"><milestone ed="P" unit="para"/>αἳ δʼ αὖτις πρὸς δῶμα Διὸς μεγάλοιο νέοντο</l></div></div></body></text></TEI>