<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="5"><q><l n="885">ἀλλά μʼ ὑπήνεικαν ταχέες πόδες· ἦ τέ κε δηρὸν</l><l n="886">αὐτοῦ πήματʼ ἔπασχον ἐν αἰνῇσιν νεκάδεσσιν,</l><l n="887">ἤ κε ζὼς ἀμενηνὸς ἔα χαλκοῖο τυπῇσι.</l></q><l n="888"><milestone ed="P" unit="para"/>τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη νεφεληγερέτα Ζεύς.</l><q><l n="889">μή τί μοι ἀλλοπρόσαλλε παρεζόμενος μινύριζε.</l><l n="890">ἔχθιστος δέ μοί ἐσσι θεῶν οἳ Ὄλυμπον ἔχουσιν·</l><l n="891">αἰεὶ γάρ τοι ἔρις τε φίλη πόλεμοί τε μάχαι τε.</l><l n="892">μητρός τοι μένος ἐστὶν ἀάσχετον οὐκ ἐπιεικτὸν</l><l n="893">Ἥρης· τὴν μὲν ἐγὼ σπουδῇ δάμνημʼ ἐπέεσσι·</l><l n="894">τώ σʼ ὀΐω κείνης τάδε πάσχειν ἐννεσίῃσιν.</l><l n="895">ἀλλʼ οὐ μάν σʼ ἔτι δηρὸν ἀνέξομαι ἄλγεʼ ἔχοντα·</l><l n="896">ἐκ γὰρ ἐμεῦ γένος ἐσσί, ἐμοὶ δέ σε γείνατο μήτηρ·</l><l n="897">εἰ δέ τευ ἐξ ἄλλου γε θεῶν γένευ ὧδʼ ἀΐδηλος</l><l n="898">καί κεν δὴ πάλαι ἦσθα ἐνέρτερος Οὐρανιώνων.</l><milestone ed="p" n="899" unit="card"/></q><l n="899"><milestone ed="P" unit="para"/>ὣς φάτο, καὶ Παιήονʼ ἀνώγειν ἰήσασθαι.</l><l n="900">τῷ δʼ ἐπὶ Παιήων ὀδυνήφατα φάρμακα πάσσων</l><l n="901">ἠκέσατʼ· οὐ μὲν γάρ τι καταθνητός γʼ ἐτέτυκτο.</l><l n="902">ὡς δʼ ὅτʼ ὀπὸς γάλα λευκὸν ἐπειγόμενος συνέπηξεν</l><l n="903">ὑγρὸν ἐόν, μάλα δʼ ὦκα περιτρέφεται κυκόωντι,</l><l n="904">ὣς ἄρα καρπαλίμως ἰήσατο θοῦρον Ἄρηα.</l><l n="905">τὸν δʼ Ἥβη λοῦσεν, χαρίεντα δὲ εἵματα ἕσσε·</l><l n="906">πὰρ δὲ Διὶ Κρονίωνι καθέζετο κύδεϊ γαίων.</l><l n="907"><milestone ed="P" unit="para"/>αἳ δʼ αὖτις πρὸς δῶμα Διὸς μεγάλοιο νέοντο</l><l n="908">Ἥρη τʼ Ἀργείη καὶ Ἀλαλκομενηῒς Ἀθήνη</l><l n="909">παύσασαι βροτολοιγὸν Ἄρηʼ ἀνδροκτασιάων.</l></div><div type="textpart" subtype="Book" n="6"><milestone ed="p" n="1" unit="card"/><l n="1"><milestone ed="P" unit="para"/>Τρώων δʼ οἰώθη καὶ Ἀχαιῶν φύλοπις αἰνή·</l><l n="2">πολλὰ δʼ ἄρʼ ἔνθα καὶ ἔνθʼ ἴθυσε μάχη πεδίοιο</l><l n="3">ἀλλήλων ἰθυνομένων χαλκήρεα δοῦρα</l><l n="4">μεσσηγὺς Σιμόεντος ἰδὲ Ξάνθοιο ῥοάων.</l><l n="5"><milestone ed="P" unit="para"/>Αἴας δὲ πρῶτος Τελαμώνιος ἕρκος Ἀχαιῶν</l><l n="6">Τρώων ῥῆξε φάλαγγα, φόως δʼ ἑτάροισιν ἔθηκεν,</l><l n="7">ἄνδρα βαλὼν ὃς ἄριστος ἐνὶ Θρῄκεσσι τέτυκτο</l><l n="8">υἱὸν Ἐϋσσώρου Ἀκάμαντʼ ἠΰν τε μέγαν τε.</l><l n="9">τόν ῥʼ ἔβαλε πρῶτος κόρυθος φάλον ἱπποδασείης,</l><l n="10">ἐν δὲ μετώπῳ πῆξε, πέρησε δʼ ἄρʼ ὀστέον εἴσω</l><l n="11">αἰχμὴ χαλκείη· τὸν δὲ σκότος ὄσσε κάλυψεν.</l><l n="12"><milestone ed="P" unit="para"/>Ἄξυλον δʼ ἄρʼ ἔπεφνε βοὴν ἀγαθὸς Διομήδης</l><l n="13">Τευθρανίδην, ὃς ἔναιεν ἐϋκτιμένῃ ἐν Ἀρίσβῃ</l><l n="14">ἀφνειὸς βιότοιο, φίλος δʼ ἦν ἀνθρώποισι.</l><l n="15">πάντας γὰρ φιλέεσκεν ὁδῷ ἔπι οἰκία ναίων.</l><l n="16">ἀλλά οἱ οὔ τις τῶν γε τότʼ ἤρκεσε λυγρὸν ὄλεθρον</l><l n="17">πρόσθεν ὑπαντιάσας, ἀλλʼ ἄμφω θυμὸν ἀπηύρα</l><l n="18">αὐτὸν καὶ θεράποντα Καλήσιον, ὅς ῥα τόθʼ ἵππων</l><l n="19">ἔσκεν ὑφηνίοχος· τὼ δʼ ἄμφω γαῖαν ἐδύτην.</l><l n="20"><milestone ed="P" unit="para"/>Δρῆσον δʼ Εὐρύαλος καὶ Ὀφέλτιον ἐξενάριξε·</l><l n="21">βῆ δὲ μετʼ Αἴσηπον καὶ Πήδασον, οὕς ποτε νύμφη</l></div></div></body></text></TEI>