ἀλλʼ ἀνιεῖς, ἐπεὶ αὐτὸς ἐγείναο παῖδʼ ἀΐδηλον· ἣ νῦν Τυδέος υἱὸν ὑπερφίαλον Διομήδεα μαργαίνειν ἀνέηκεν ἐπʼ ἀθανάτοισι θεοῖσι. Κύπριδα μὲν πρῶτον σχεδὸν οὔτασε χεῖρʼ ἐπὶ καρπῷ, αὐτὰρ ἔπειτʼ αὐτῷ μοι ἐπέσσυτο δαίμονι ἶσος· ἀλλά μʼ ὑπήνεικαν ταχέες πόδες· ἦ τέ κε δηρὸν αὐτοῦ πήματʼ ἔπασχον ἐν αἰνῇσιν νεκάδεσσιν, ἤ κε ζὼς ἀμενηνὸς ἔα χαλκοῖο τυπῇσι. τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη νεφεληγερέτα Ζεύς. μή τί μοι ἀλλοπρόσαλλε παρεζόμενος μινύριζε. ἔχθιστος δέ μοί ἐσσι θεῶν οἳ Ὄλυμπον ἔχουσιν· αἰεὶ γάρ τοι ἔρις τε φίλη πόλεμοί τε μάχαι τε. μητρός τοι μένος ἐστὶν ἀάσχετον οὐκ ἐπιεικτὸν Ἥρης· τὴν μὲν ἐγὼ σπουδῇ δάμνημʼ ἐπέεσσι· τώ σʼ ὀΐω κείνης τάδε πάσχειν ἐννεσίῃσιν. ἀλλʼ οὐ μάν σʼ ἔτι δηρὸν ἀνέξομαι ἄλγεʼ ἔχοντα· ἐκ γὰρ ἐμεῦ γένος ἐσσί, ἐμοὶ δέ σε γείνατο μήτηρ· εἰ δέ τευ ἐξ ἄλλου γε θεῶν γένευ ὧδʼ ἀΐδηλος καί κεν δὴ πάλαι ἦσθα ἐνέρτερος Οὐρανιώνων. ὣς φάτο, καὶ Παιήονʼ ἀνώγειν ἰήσασθαι. τῷ δʼ ἐπὶ Παιήων ὀδυνήφατα φάρμακα πάσσων ἠκέσατʼ· οὐ μὲν γάρ τι καταθνητός γʼ ἐτέτυκτο. ὡς δʼ ὅτʼ ὀπὸς γάλα λευκὸν ἐπειγόμενος συνέπηξεν ὑγρὸν ἐόν, μάλα δʼ ὦκα περιτρέφεται κυκόωντι, ὣς ἄρα καρπαλίμως ἰήσατο θοῦρον Ἄρηα. τὸν δʼ Ἥβη λοῦσεν, χαρίεντα δὲ εἵματα ἕσσε· πὰρ δὲ Διὶ Κρονίωνι καθέζετο κύδεϊ γαίων. αἳ δʼ αὖτις πρὸς δῶμα Διὸς μεγάλοιο νέοντο Ἥρη τʼ Ἀργείη καὶ Ἀλαλκομενηῒς Ἀθήνη παύσασαι βροτολοιγὸν Ἄρηʼ ἀνδροκτασιάων. Τρώων δʼ οἰώθη καὶ Ἀχαιῶν φύλοπις αἰνή· πολλὰ δʼ ἄρʼ ἔνθα καὶ ἔνθʼ ἴθυσε μάχη πεδίοιο ἀλλήλων ἰθυνομένων χαλκήρεα δοῦρα μεσσηγὺς Σιμόεντος ἰδὲ Ξάνθοιο ῥοάων. Αἴας δὲ πρῶτος Τελαμώνιος ἕρκος Ἀχαιῶν Τρώων ῥῆξε φάλαγγα, φόως δʼ ἑτάροισιν ἔθηκεν, ἄνδρα βαλὼν ὃς ἄριστος ἐνὶ Θρῄκεσσι τέτυκτο υἱὸν Ἐϋσσώρου Ἀκάμαντʼ ἠΰν τε μέγαν τε. τόν ῥʼ ἔβαλε πρῶτος κόρυθος φάλον ἱπποδασείης, ἐν δὲ μετώπῳ πῆξε, πέρησε δʼ ἄρʼ ὀστέον εἴσω αἰχμὴ χαλκείη· τὸν δὲ σκότος ὄσσε κάλυψεν. Ἄξυλον δʼ ἄρʼ ἔπεφνε βοὴν ἀγαθὸς Διομήδης Τευθρανίδην, ὃς ἔναιεν ἐϋκτιμένῃ ἐν Ἀρίσβῃ ἀφνειὸς βιότοιο, φίλος δʼ ἦν ἀνθρώποισι. πάντας γὰρ φιλέεσκεν ὁδῷ ἔπι οἰκία ναίων. ἀλλά οἱ οὔ τις τῶν γε τότʼ ἤρκεσε λυγρὸν ὄλεθρον πρόσθεν ὑπαντιάσας, ἀλλʼ ἄμφω θυμὸν ἀπηύρα αὐτὸν καὶ θεράποντα Καλήσιον, ὅς ῥα τόθʼ ἵππων ἔσκεν ὑφηνίοχος· τὼ δʼ ἄμφω γαῖαν ἐδύτην. Δρῆσον δʼ Εὐρύαλος καὶ Ὀφέλτιον ἐξενάριξε· βῆ δὲ μετʼ Αἴσηπον καὶ Πήδασον, οὕς ποτε νύμφη νηῒς Ἀβαρβαρέη τέκʼ ἀμύμονι Βουκολίωνι. Βουκολίων δʼ ἦν υἱὸς ἀγαυοῦ Λαομέδοντος πρεσβύτατος γενεῇ, σκότιον δέ ἑ γείνατο μήτηρ· ποιμαίνων δʼ ἐπʼ ὄεσσι μίγη φιλότητι καὶ εὐνῇ, ἣ δʼ ὑποκυσαμένη διδυμάονε γείνατο παῖδε. καὶ μὲν τῶν ὑπέλυσε μένος καὶ φαίδιμα γυῖα Μηκιστηϊάδης καὶ ἀπʼ ὤμων τεύχεʼ ἐσύλα. Ἀστύαλον δʼ ἄρʼ ἔπεφνε μενεπτόλεμος Πολυποίτης· Πιδύτην δʼ Ὀδυσεὺς Περκώσιον ἐξενάριξεν ἔγχεϊ χαλκείῳ, Τεῦκρος δʼ Ἀρετάονα δῖον. Ἀντίλοχος δʼ Ἄβληρον ἐνήρατο δουρὶ φαεινῷ Νεστορίδης, Ἔλατον δὲ ἄναξ ἀνδρῶν Ἀγαμέμνων· ναῖε δὲ Σατνιόεντος ἐϋρρείταο παρʼ ὄχθας Πήδασον αἰπεινήν. Φύλακον δʼ ἕλε Λήϊτος ἥρως φεύγοντʼ· Εὐρύπυλος δὲ Μελάνθιον ἐξενάριξεν. Ἄδρηστον δʼ ἄρʼ ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος ζωὸν ἕλʼ· ἵππω γάρ οἱ ἀτυζομένω πεδίοιο ὄζῳ ἔνι βλαφθέντε μυρικίνῳ ἀγκύλον ἅρμα ἄξαντʼ ἐν πρώτῳ ῥυμῷ αὐτὼ μὲν ἐβήτην πρὸς πόλιν, ᾗ περ οἱ ἄλλοι ἀτυζόμενοι φοβέοντο, αὐτὸς δʼ ἐκ δίφροιο παρὰ τροχὸν ἐξεκυλίσθη πρηνὴς ἐν κονίῃσιν ἐπὶ στόμα· πὰρ δέ οἱ ἔστη Ἀτρεΐδης Μενέλαος ἔχων δολιχόσκιον ἔγχος. Ἄδρηστος δʼ ἄρʼ ἔπειτα λαβὼν ἐλίσσετο γούνων· ζώγρει Ἀτρέος υἱέ, σὺ δʼ ἄξια δέξαι ἄποινα· πολλὰ δʼ ἐν ἀφνειοῦ πατρὸς κειμήλια κεῖται χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος, τῶν κέν τοι χαρίσαιτο πατὴρ ἀπερείσιʼ ἄποινα εἴ κεν ἐμὲ ζωὸν πεπύθοιτʼ ἐπὶ νηυσὶν Ἀχαιῶν. ὣς φάτο, τῷ δʼ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ἔπειθε· καὶ δή μιν τάχʼ ἔμελλε θοὰς ἐπὶ νῆας Ἀχαιῶν δώσειν ᾧ θεράποντι καταξέμεν· ἀλλʼ Ἀγαμέμνων ἀντίος ἦλθε θέων, καὶ ὁμοκλήσας ἔπος ηὔδα· ὦ πέπον ὦ Μενέλαε, τί ἢ δὲ σὺ κήδεαι οὕτως ἀνδρῶν; ἦ σοὶ ἄριστα πεποίηται κατὰ οἶκον πρὸς Τρώων; τῶν μή τις ὑπεκφύγοι αἰπὺν ὄλεθρον χεῖράς θʼ ἡμετέρας, μηδʼ ὅν τινα γαστέρι μήτηρ κοῦρον ἐόντα φέροι, μηδʼ ὃς φύγοι, ἀλλʼ ἅμα πάντες Ἰλίου ἐξαπολοίατʼ ἀκήδεστοι καὶ ἄφαντοι. ὣς εἰπὼν ἔτρεψεν ἀδελφειοῦ φρένας ἥρως αἴσιμα παρειπών· ὃ δʼ ἀπὸ ἕθεν ὤσατο χειρὶ ἥρωʼ Ἄδρηστον· τὸν δὲ κρείων Ἀγαμέμνων οὖτα κατὰ λαπάρην· ὃ δʼ ἀνετράπετʼ, Ἀτρεΐδης δὲ λὰξ ἐν στήθεσι βὰς ἐξέσπασε μείλινον ἔγχος. Νέστωρ δʼ Ἀργείοισιν ἐκέκλετο μακρὸν ἀΰσας· ὦ φίλοι ἥρωες Δαναοὶ θεράποντες Ἄρηος μή τις νῦν ἐνάρων ἐπιβαλλόμενος μετόπισθε μιμνέτω ὥς κε πλεῖστα φέρων ἐπὶ νῆας ἵκηται, ἀλλʼ ἄνδρας κτείνωμεν· ἔπειτα δὲ καὶ τὰ ἕκηλοι νεκροὺς ἂμ πεδίον συλήσετε τεθνηῶτας. ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου. ἔνθά κεν αὖτε Τρῶες ἀρηϊφίλων ὑπʼ Ἀχαιῶν Ἴλιον εἰσανέβησαν ἀναλκείῃσι δαμέντες, εἰ μὴ ἄρʼ Αἰνείᾳ τε καὶ Ἕκτορι εἶπε παραστὰς Πριαμίδης Ἕλενος οἰωνοπόλων ὄχʼ ἄριστος· Αἰνεία τε καὶ Ἕκτορ, ἐπεὶ πόνος ὔμμι μάλιστα Τρώων καὶ Λυκίων ἐγκέκλιται, οὕνεκʼ ἄριστοι πᾶσαν ἐπʼ ἰθύν ἐστε μάχεσθαί τε φρονέειν τε, στῆτʼ αὐτοῦ, καὶ λαὸν ἐρυκάκετε πρὸ πυλάων πάντῃ ἐποιχόμενοι πρὶν αὖτʼ ἐν χερσὶ γυναικῶν φεύγοντας πεσέειν, δηΐοισι δὲ χάρμα γενέσθαι. αὐτὰρ ἐπεί κε φάλαγγας ἐποτρύνητον ἁπάσας, ἡμεῖς μὲν Δαναοῖσι μαχησόμεθʼ αὖθι μένοντες, καὶ μάλα τειρόμενοί περ· ἀναγκαίη γὰρ ἐπείγει· Ἕκτορ ἀτὰρ σὺ πόλιν δὲ μετέρχεο, εἰπὲ δʼ ἔπειτα μητέρι σῇ καὶ ἐμῇ· ἣ δὲ ξυνάγουσα γεραιὰς νηὸν Ἀθηναίης γλαυκώπιδος ἐν πόλει ἄκρῃ οἴξασα κληῗδι θύρας ἱεροῖο δόμοιο πέπλον, ὅς οἱ δοκέει χαριέστατος ἠδὲ μέγιστος εἶναι ἐνὶ μεγάρῳ καί οἱ πολὺ φίλτατος αὐτῇ, θεῖναι Ἀθηναίης ἐπὶ γούνασιν ἠϋκόμοιο, καί οἱ ὑποσχέσθαι δυοκαίδεκα βοῦς ἐνὶ νηῷ ἤνις ἠκέστας ἱερευσέμεν, αἴ κʼ ἐλεήσῃ ἄστύ τε καὶ Τρώων ἀλόχους καὶ νήπια τέκνα, ὥς κεν Τυδέος υἱὸν ἀπόσχῃ Ἰλίου ἱρῆς ἄγριον αἰχμητὴν κρατερὸν μήστωρα φόβοιο, ὃν δὴ ἐγὼ κάρτιστον Ἀχαιῶν φημι γενέσθαι. οὐδʼ Ἀχιλῆά ποθʼ ὧδέ γʼ ἐδείδιμεν ὄρχαμον ἀνδρῶν, ὅν πέρ φασι θεᾶς ἐξέμμεναι· ἀλλʼ ὅδε λίην μαίνεται, οὐδέ τίς οἱ δύναται μένος ἰσοφαρίζειν. ὣς ἔφαθʼ, Ἕκτωρ δʼ οὔ τι κασιγνήτῳ ἀπίθησεν.