χειμάρρῳ, ὅς τʼ ὦκα ῥέων ἐκέδασσε γεφύρας· τὸν δʼ οὔτʼ ἄρ τε γέφυραι ἐεργμέναι ἰσχανόωσιν, οὔτʼ ἄρα ἕρκεα ἴσχει ἀλωάων ἐριθηλέων ἐλθόντʼ ἐξαπίνης ὅτʼ ἐπιβρίσῃ Διὸς ὄμβρος· πολλὰ δʼ ὑπʼ αὐτοῦ ἔργα κατήριπε κάλʼ αἰζηῶν· ὣς ὑπὸ Τυδεΐδῃ πυκιναὶ κλονέοντο φάλαγγες Τρώων, οὐδʼ ἄρα μιν μίμνον πολέες περ ἐόντες. τὸν δʼ ὡς οὖν ἐνόησε Λυκάονος ἀγλαὸς υἱὸς θύνοντʼ ἂμ πεδίον πρὸ ἕθεν κλονέοντα φάλαγγας, αἶψʼ ἐπὶ Τυδεΐδῃ ἐτιταίνετο καμπύλα τόξα, καὶ βάλʼ ἐπαΐσσοντα τυχὼν κατὰ δεξιὸν ὦμον θώρηκος γύαλον· διὰ δʼ ἔπτατο πικρὸς ὀϊστός, ἀντικρὺ δὲ διέσχε, παλάσσετο δʼ αἵματι θώρηξ. τῷ δʼ ἐπὶ μακρὸν ἄϋσε Λυκάονος ἀγλαὸς υἱός· ὄρνυσθε Τρῶες μεγάθυμοι κέντορες ἵππων· βέβληται γὰρ ἄριστος Ἀχαιῶν, οὐδέ ἕ φημι δήθʼ ἀνσχήσεσθαι κρατερὸν βέλος, εἰ ἐτεόν με ὦρσεν ἄναξ Διὸς υἱὸς ἀπορνύμενον Λυκίηθεν. ὣς ἔφατʼ εὐχόμενος· τὸν δʼ οὐ βέλος ὠκὺ δάμασσεν,