<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="5"><q><l n="872">Ζεῦ πάτερ οὐ νεμεσίζῃ ὁρῶν τάδε καρτερὰ ἔργα;</l><l n="873">αἰεί τοι ῥίγιστα θεοὶ τετληότες εἰμὲν</l><l n="874">ἀλλήλων ἰότητι, χάριν ἄνδρεσσι φέροντες.</l><l n="875">σοὶ πάντες μαχόμεσθα· σὺ γὰρ τέκες ἄφρονα κούρην</l><l n="876">οὐλομένην, ᾗ τʼ αἰὲν ἀήσυλα ἔργα μέμηλεν.</l><l n="877">ἄλλοι μὲν γὰρ πάντες ὅσοι θεοί εἰσʼ ἐν Ὀλύμπῳ</l><l n="878">σοί τʼ ἐπιπείθονται καὶ δεδμήμεσθα ἕκαστος·</l><l n="879">ταύτην δʼ οὔτʼ ἔπεϊ προτιβάλλεαι οὔτέ τι ἔργῳ,</l><l n="880">ἀλλʼ ἀνιεῖς, ἐπεὶ αὐτὸς ἐγείναο παῖδʼ ἀΐδηλον·</l><l n="881">ἣ νῦν Τυδέος υἱὸν ὑπερφίαλον Διομήδεα</l><l n="882">μαργαίνειν ἀνέηκεν ἐπʼ ἀθανάτοισι θεοῖσι.</l><l n="883">Κύπριδα μὲν πρῶτον σχεδὸν οὔτασε χεῖρʼ ἐπὶ καρπῷ,</l><l n="884">αὐτὰρ ἔπειτʼ αὐτῷ μοι ἐπέσσυτο δαίμονι ἶσος·</l><l n="885">ἀλλά μʼ ὑπήνεικαν ταχέες πόδες· ἦ τέ κε δηρὸν</l><l n="886">αὐτοῦ πήματʼ ἔπασχον ἐν αἰνῇσιν νεκάδεσσιν,</l><l n="887">ἤ κε ζὼς ἀμενηνὸς ἔα χαλκοῖο τυπῇσι.</l></q><l n="888"><milestone ed="P" unit="para"/>τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη νεφεληγερέτα Ζεύς.</l><q><l n="889">μή τί μοι ἀλλοπρόσαλλε παρεζόμενος μινύριζε.</l><l n="890">ἔχθιστος δέ μοί ἐσσι θεῶν οἳ Ὄλυμπον ἔχουσιν·</l><l n="891">αἰεὶ γάρ τοι ἔρις τε φίλη πόλεμοί τε μάχαι τε.</l><l n="892">μητρός τοι μένος ἐστὶν ἀάσχετον οὐκ ἐπιεικτὸν</l><l n="893">Ἥρης· τὴν μὲν ἐγὼ σπουδῇ δάμνημʼ ἐπέεσσι·</l><l n="894">τώ σʼ ὀΐω κείνης τάδε πάσχειν ἐννεσίῃσιν.</l><l n="895">ἀλλʼ οὐ μάν σʼ ἔτι δηρὸν ἀνέξομαι ἄλγεʼ ἔχοντα·</l><l n="896">ἐκ γὰρ ἐμεῦ γένος ἐσσί, ἐμοὶ δέ σε γείνατο μήτηρ·</l><l n="897">εἰ δέ τευ ἐξ ἄλλου γε θεῶν γένευ ὧδʼ ἀΐδηλος</l><l n="898">καί κεν δὴ πάλαι ἦσθα ἐνέρτερος Οὐρανιώνων.</l><milestone ed="p" n="899" unit="card"/></q><l n="899"><milestone ed="P" unit="para"/>ὣς φάτο, καὶ Παιήονʼ ἀνώγειν ἰήσασθαι.</l><l n="900">τῷ δʼ ἐπὶ Παιήων ὀδυνήφατα φάρμακα πάσσων</l><l n="901">ἠκέσατʼ· οὐ μὲν γάρ τι καταθνητός γʼ ἐτέτυκτο.</l><l n="902">ὡς δʼ ὅτʼ ὀπὸς γάλα λευκὸν ἐπειγόμενος συνέπηξεν</l><l n="903">ὑγρὸν ἐόν, μάλα δʼ ὦκα περιτρέφεται κυκόωντι,</l><l n="904">ὣς ἄρα καρπαλίμως ἰήσατο θοῦρον Ἄρηα.</l><l n="905">τὸν δʼ Ἥβη λοῦσεν, χαρίεντα δὲ εἵματα ἕσσε·</l><l n="906">πὰρ δὲ Διὶ Κρονίωνι καθέζετο κύδεϊ γαίων.</l><l n="907"><milestone ed="P" unit="para"/>αἳ δʼ αὖτις πρὸς δῶμα Διὸς μεγάλοιο νέοντο</l><l n="908">Ἥρη τʼ Ἀργείη καὶ Ἀλαλκομενηῒς Ἀθήνη</l><l n="909">παύσασαι βροτολοιγὸν Ἄρηʼ ἀνδροκτασιάων.</l></div><div type="textpart" subtype="Book" n="6"><milestone ed="p" n="1" unit="card"/><l n="1"><milestone ed="P" unit="para"/>Τρώων δʼ οἰώθη καὶ Ἀχαιῶν φύλοπις αἰνή·</l><l n="2">πολλὰ δʼ ἄρʼ ἔνθα καὶ ἔνθʼ ἴθυσε μάχη πεδίοιο</l><l n="3">ἀλλήλων ἰθυνομένων χαλκήρεα δοῦρα</l><l n="4">μεσσηγὺς Σιμόεντος ἰδὲ Ξάνθοιο ῥοάων.</l><l n="5"><milestone ed="P" unit="para"/>Αἴας δὲ πρῶτος Τελαμώνιος ἕρκος Ἀχαιῶν</l><l n="6">Τρώων ῥῆξε φάλαγγα, φόως δʼ ἑτάροισιν ἔθηκεν,</l><l n="7">ἄνδρα βαλὼν ὃς ἄριστος ἐνὶ Θρῄκεσσι τέτυκτο</l><l n="8">υἱὸν Ἐϋσσώρου Ἀκάμαντʼ ἠΰν τε μέγαν τε.</l><l n="9">τόν ῥʼ ἔβαλε πρῶτος κόρυθος φάλον ἱπποδασείης,</l><l n="10">ἐν δὲ μετώπῳ πῆξε, πέρησε δʼ ἄρʼ ὀστέον εἴσω</l><l n="11">αἰχμὴ χαλκείη· τὸν δὲ σκότος ὄσσε κάλυψεν.</l><l n="12"><milestone ed="P" unit="para"/>Ἄξυλον δʼ ἄρʼ ἔπεφνε βοὴν ἀγαθὸς Διομήδης</l><l n="13">Τευθρανίδην, ὃς ἔναιεν ἐϋκτιμένῃ ἐν Ἀρίσβῃ</l><l n="14">ἀφνειὸς βιότοιο, φίλος δʼ ἦν ἀνθρώποισι.</l><l n="15">πάντας γὰρ φιλέεσκεν ὁδῷ ἔπι οἰκία ναίων.</l><l n="16">ἀλλά οἱ οὔ τις τῶν γε τότʼ ἤρκεσε λυγρὸν ὄλεθρον</l><l n="17">πρόσθεν ὑπαντιάσας, ἀλλʼ ἄμφω θυμὸν ἀπηύρα</l><l n="18">αὐτὸν καὶ θεράποντα Καλήσιον, ὅς ῥα τόθʼ ἵππων</l><l n="19">ἔσκεν ὑφηνίοχος· τὼ δʼ ἄμφω γαῖαν ἐδύτην.</l><l n="20"><milestone ed="P" unit="para"/>Δρῆσον δʼ Εὐρύαλος καὶ Ὀφέλτιον ἐξενάριξε·</l><l n="21">βῆ δὲ μετʼ Αἴσηπον καὶ Πήδασον, οὕς ποτε νύμφη</l><l n="22">νηῒς Ἀβαρβαρέη τέκʼ ἀμύμονι Βουκολίωνι.</l><l n="23">Βουκολίων δʼ ἦν υἱὸς ἀγαυοῦ Λαομέδοντος</l><l n="24">πρεσβύτατος γενεῇ, σκότιον δέ ἑ γείνατο μήτηρ·</l><l n="25">ποιμαίνων δʼ ἐπʼ ὄεσσι μίγη φιλότητι καὶ εὐνῇ,</l><l n="26">ἣ δʼ ὑποκυσαμένη διδυμάονε γείνατο παῖδε.</l><l n="27">καὶ μὲν τῶν ὑπέλυσε μένος καὶ φαίδιμα γυῖα</l><l n="28">Μηκιστηϊάδης καὶ ἀπʼ ὤμων τεύχεʼ ἐσύλα.</l><l n="29"><milestone ed="P" unit="para"/>Ἀστύαλον δʼ ἄρʼ ἔπεφνε μενεπτόλεμος Πολυποίτης·</l><l n="30">Πιδύτην δʼ Ὀδυσεὺς Περκώσιον ἐξενάριξεν</l><l n="31">ἔγχεϊ χαλκείῳ, Τεῦκρος δʼ Ἀρετάονα δῖον.</l><l n="32">Ἀντίλοχος δʼ Ἄβληρον ἐνήρατο δουρὶ φαεινῷ</l><l n="33">Νεστορίδης, Ἔλατον δὲ ἄναξ ἀνδρῶν Ἀγαμέμνων·</l><l n="34">ναῖε δὲ Σατνιόεντος ἐϋρρείταο παρʼ ὄχθας</l><l n="35">Πήδασον αἰπεινήν. Φύλακον δʼ ἕλε Λήϊτος ἥρως</l><l n="36">φεύγοντʼ· Εὐρύπυλος δὲ Μελάνθιον ἐξενάριξεν.</l><milestone ed="p" n="37" unit="card"/><l n="37"><milestone ed="P" unit="para"/>Ἄδρηστον δʼ ἄρʼ ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος</l><l n="38">ζωὸν ἕλʼ· ἵππω γάρ οἱ ἀτυζομένω πεδίοιο</l><l n="39">ὄζῳ ἔνι βλαφθέντε μυρικίνῳ ἀγκύλον ἅρμα</l><l n="40">ἄξαντʼ ἐν πρώτῳ ῥυμῷ αὐτὼ μὲν ἐβήτην</l><l n="41">πρὸς πόλιν, ᾗ περ οἱ ἄλλοι ἀτυζόμενοι φοβέοντο,</l><l n="42">αὐτὸς δʼ ἐκ δίφροιο παρὰ τροχὸν ἐξεκυλίσθη</l><l n="43">πρηνὴς ἐν κονίῃσιν ἐπὶ στόμα· πὰρ δέ οἱ ἔστη</l><l n="44">Ἀτρεΐδης Μενέλαος ἔχων δολιχόσκιον ἔγχος.</l><l n="45">Ἄδρηστος δʼ ἄρʼ ἔπειτα λαβὼν ἐλίσσετο γούνων·</l><q><l n="46">ζώγρει Ἀτρέος υἱέ, σὺ δʼ ἄξια δέξαι ἄποινα·</l><l n="47">πολλὰ δʼ ἐν ἀφνειοῦ πατρὸς κειμήλια κεῖται</l><l n="48">χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος,</l><l n="49">τῶν κέν τοι χαρίσαιτο πατὴρ ἀπερείσιʼ ἄποινα</l><l n="50">εἴ κεν ἐμὲ ζωὸν πεπύθοιτʼ ἐπὶ νηυσὶν Ἀχαιῶν.</l></q><l n="51"><milestone ed="P" unit="para"/>ὣς φάτο, τῷ δʼ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ἔπειθε·</l><l n="52">καὶ δή μιν τάχʼ ἔμελλε θοὰς ἐπὶ νῆας Ἀχαιῶν</l><l n="53">δώσειν ᾧ θεράποντι καταξέμεν· ἀλλʼ Ἀγαμέμνων</l><l n="54">ἀντίος ἦλθε θέων, καὶ ὁμοκλήσας ἔπος ηὔδα·</l><q><l n="55">ὦ πέπον ὦ Μενέλαε, τί ἢ δὲ σὺ κήδεαι οὕτως</l><l n="56">ἀνδρῶν; ἦ σοὶ ἄριστα πεποίηται κατὰ οἶκον</l><l n="57">πρὸς Τρώων; τῶν μή τις ὑπεκφύγοι αἰπὺν ὄλεθρον</l><l n="58">χεῖράς θʼ ἡμετέρας, μηδʼ ὅν τινα γαστέρι μήτηρ</l><l n="59">κοῦρον ἐόντα φέροι, μηδʼ ὃς φύγοι, ἀλλʼ ἅμα πάντες</l><l n="60">Ἰλίου ἐξαπολοίατʼ ἀκήδεστοι καὶ ἄφαντοι.</l></q><l n="61"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ἔτρεψεν ἀδελφειοῦ φρένας ἥρως</l><l n="62">αἴσιμα παρειπών· ὃ δʼ ἀπὸ ἕθεν ὤσατο χειρὶ</l><l n="63">ἥρωʼ Ἄδρηστον· τὸν δὲ κρείων Ἀγαμέμνων</l><l n="64">οὖτα κατὰ λαπάρην· ὃ δʼ ἀνετράπετʼ, Ἀτρεΐδης δὲ</l><l n="65">λὰξ ἐν στήθεσι βὰς ἐξέσπασε μείλινον ἔγχος.</l><l n="66"><milestone ed="P" unit="para"/>Νέστωρ δʼ Ἀργείοισιν ἐκέκλετο μακρὸν ἀΰσας·</l><q><l n="67">ὦ φίλοι ἥρωες Δαναοὶ θεράποντες Ἄρηος</l><l n="68">μή τις νῦν ἐνάρων ἐπιβαλλόμενος μετόπισθε</l><l n="69">μιμνέτω ὥς κε πλεῖστα φέρων ἐπὶ νῆας ἵκηται,</l><l n="70">ἀλλʼ ἄνδρας κτείνωμεν· ἔπειτα δὲ καὶ τὰ ἕκηλοι</l><l n="71">νεκροὺς ἂμ πεδίον συλήσετε τεθνηῶτας.</l><milestone ed="p" n="72" unit="card"/></q><l n="72"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.</l><l n="73">ἔνθά κεν αὖτε Τρῶες ἀρηϊφίλων ὑπʼ Ἀχαιῶν</l><l n="74">Ἴλιον εἰσανέβησαν ἀναλκείῃσι δαμέντες,</l><l n="75">εἰ μὴ ἄρʼ Αἰνείᾳ τε καὶ Ἕκτορι εἶπε παραστὰς</l><l n="76">Πριαμίδης Ἕλενος οἰωνοπόλων ὄχʼ ἄριστος·</l><q><l n="77">Αἰνεία τε καὶ Ἕκτορ, ἐπεὶ πόνος ὔμμι μάλιστα</l><l n="78">Τρώων καὶ Λυκίων ἐγκέκλιται, οὕνεκʼ ἄριστοι</l><l n="79">πᾶσαν ἐπʼ ἰθύν ἐστε μάχεσθαί τε φρονέειν τε,</l><l n="80">στῆτʼ αὐτοῦ, καὶ λαὸν ἐρυκάκετε πρὸ πυλάων</l><l n="81">πάντῃ ἐποιχόμενοι πρὶν αὖτʼ ἐν χερσὶ γυναικῶν</l><l n="82">φεύγοντας πεσέειν, δηΐοισι δὲ χάρμα γενέσθαι.</l><l n="83">αὐτὰρ ἐπεί κε φάλαγγας ἐποτρύνητον ἁπάσας,</l><l n="84">ἡμεῖς μὲν Δαναοῖσι μαχησόμεθʼ αὖθι μένοντες,</l><l n="85">καὶ μάλα τειρόμενοί περ· ἀναγκαίη γὰρ ἐπείγει·</l><l n="86">Ἕκτορ ἀτὰρ σὺ πόλιν δὲ μετέρχεο, εἰπὲ δʼ ἔπειτα</l><l n="87">μητέρι σῇ καὶ ἐμῇ· ἣ δὲ ξυνάγουσα γεραιὰς</l><l n="88">νηὸν Ἀθηναίης γλαυκώπιδος ἐν πόλει ἄκρῃ</l><l n="89">οἴξασα κληῗδι θύρας ἱεροῖο δόμοιο</l><l n="90">πέπλον, ὅς οἱ δοκέει χαριέστατος ἠδὲ μέγιστος</l><l n="91">εἶναι ἐνὶ μεγάρῳ καί οἱ πολὺ φίλτατος αὐτῇ,</l><l n="92">θεῖναι Ἀθηναίης ἐπὶ γούνασιν ἠϋκόμοιο,</l><l n="93">καί οἱ ὑποσχέσθαι δυοκαίδεκα βοῦς ἐνὶ νηῷ</l><l n="94">ἤνις ἠκέστας ἱερευσέμεν, αἴ κʼ ἐλεήσῃ</l><l n="95">ἄστύ τε καὶ Τρώων ἀλόχους καὶ νήπια τέκνα,</l><l n="96">ὥς κεν Τυδέος υἱὸν ἀπόσχῃ Ἰλίου ἱρῆς</l><l n="97">ἄγριον αἰχμητὴν κρατερὸν μήστωρα φόβοιο,</l><l n="98">ὃν δὴ ἐγὼ κάρτιστον Ἀχαιῶν φημι γενέσθαι.</l><l n="99">οὐδʼ Ἀχιλῆά ποθʼ ὧδέ γʼ ἐδείδιμεν ὄρχαμον ἀνδρῶν,</l><l n="100">ὅν πέρ φασι θεᾶς ἐξέμμεναι· ἀλλʼ ὅδε λίην</l><l n="101">μαίνεται, οὐδέ τίς οἱ δύναται μένος ἰσοφαρίζειν.</l></q><l n="102"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, Ἕκτωρ δʼ οὔ τι κασιγνήτῳ ἀπίθησεν.</l><l n="103">αὐτίκα δʼ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε,</l><l n="104">πάλλων δʼ ὀξέα δοῦρα κατὰ στρατὸν ᾤχετο πάντῃ</l><l n="105">ὀτρύνων μαχέσασθαι, ἔγειρε δὲ φύλοπιν αἰνήν.</l><l n="106">οἳ δʼ ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν·</l><l n="107">Ἀργεῖοι δʼ ὑπεχώρησαν, λῆξαν δὲ φόνοιο,</l><l n="108">φὰν δέ τινʼ ἀθανάτων ἐξ οὐρανοῦ ἀστερόεντος</l><l n="109">Τρωσὶν ἀλεξήσοντα κατελθέμεν, ὡς ἐλέλιχθεν.</l><l n="110">Ἕκτωρ δὲ Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας·</l><q><l n="111">Τρῶες ὑπέρθυμοι τηλεκλειτοί τʼ ἐπίκουροι</l><l n="112">ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς,</l><l n="113">ὄφρʼ ἂν ἐγὼ βείω προτὶ Ἴλιον, ἠδὲ γέρουσιν</l><l n="114">εἴπω βουλευτῇσι καὶ ἡμετέρῃς ἀλόχοισι</l><l n="115">δαίμοσιν ἀρήσασθαι, ὑποσχέσθαι δʼ ἑκατόμβας.</l><milestone ed="p" n="116" unit="card"/></q><l n="116"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσας ἀπέβη κορυθαίολος Ἕκτωρ·</l><l n="117">ἀμφὶ δέ μιν σφυρὰ τύπτε καὶ αὐχένα δέρμα κελαινὸν</l><l n="118">ἄντυξ ἣ πυμάτη θέεν ἀσπίδος ὀμφαλοέσσης.</l><l n="119"><milestone ed="P" unit="para"/>Γλαῦκος δʼ Ἱππολόχοιο πάϊς καὶ Τυδέος υἱὸς</l><l n="120">ἐς μέσον ἀμφοτέρων συνίτην μεμαῶτε μάχεσθαι.</l><l n="121">οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντε,</l><l n="122">τὸν πρότερος προσέειπε βοὴν ἀγαθὸς Διομήδης·</l><q><l n="123">τίς δὲ σύ ἐσσι φέριστε καταθνητῶν ἀνθρώπων;</l><l n="124">οὐ μὲν γάρ ποτʼ ὄπωπα μάχῃ ἔνι κυδιανείρῃ</l><l n="125">τὸ πρίν· ἀτὰρ μὲν νῦν γε πολὺ προβέβηκας ἁπάντων</l><l n="126">σῷ θάρσει, ὅ τʼ ἐμὸν δολιχόσκιον ἔγχος ἔμεινας·</l><l n="127">δυστήνων δέ τε παῖδες ἐμῷ μένει ἀντιόωσιν.</l><l n="128">εἰ δέ τις ἀθανάτων γε κατʼ οὐρανοῦ εἰλήλουθας,</l><l n="129">οὐκ ἂν ἔγωγε θεοῖσιν ἐπουρανίοισι μαχοίμην.</l><l n="130">οὐδὲ γὰρ οὐδὲ Δρύαντος υἱὸς κρατερὸς Λυκόοργος</l><l n="131">δὴν ἦν, ὅς ῥα θεοῖσιν ἐπουρανίοισιν ἔριζεν·</l><l n="132">ὅς ποτε μαινομένοιο Διωνύσοιο τιθήνας</l><l n="133">σεῦε κατʼ ἠγάθεον Νυσήϊον· αἳ δʼ ἅμα πᾶσαι</l><l n="134">θύσθλα χαμαὶ κατέχευαν ὑπʼ ἀνδροφόνοιο Λυκούργου</l><l n="135">θεινόμεναι βουπλῆγι· Διώνυσος δὲ φοβηθεὶς</l><l n="136">δύσεθʼ ἁλὸς κατὰ κῦμα, Θέτις δʼ ὑπεδέξατο κόλπῳ</l><l n="137">δειδιότα· κρατερὸς γὰρ ἔχε τρόμος ἀνδρὸς ὁμοκλῇ.</l><l n="138">τῷ μὲν ἔπειτʼ ὀδύσαντο θεοὶ ῥεῖα ζώοντες,</l><l n="139">καί μιν τυφλὸν ἔθηκε Κρόνου πάϊς· οὐδʼ ἄρʼ ἔτι δὴν</l><l n="140">ἦν, ἐπεὶ ἀθανάτοισιν ἀπήχθετο πᾶσι θεοῖσιν·</l><l n="141">οὐδʼ ἂν ἐγὼ μακάρεσσι θεοῖς ἐθέλοιμι μάχεσθαι.</l><l n="142">εἰ δέ τίς ἐσσι βροτῶν οἳ ἀρούρης καρπὸν ἔδουσιν,</l><l n="143">ἆσσον ἴθʼ ὥς κεν θᾶσσον ὀλέθρου πείραθʼ ἵκηαι.</l></q><l n="144"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖθʼ Ἱππολόχοιο προσηύδα φαίδιμος υἱός·</l><q><l n="145">Τυδεΐδη μεγάθυμε τί ἢ γενεὴν ἐρεείνεις;</l><l n="146">οἵη περ φύλλων γενεὴ τοίη δὲ καὶ ἀνδρῶν.</l><l n="147">φύλλα τὰ μέν τʼ ἄνεμος χαμάδις χέει, ἄλλα δέ θʼ ὕλη</l><l n="148">τηλεθόωσα φύει, ἔαρος δʼ ἐπιγίγνεται ὥρη·</l></q></div></div></body></text></TEI>