δείσαντας· τόσον ἔβραχʼ Ἄρης ἆτος πολέμοιο. οἵη δʼ ἐκ νεφέων ἐρεβεννὴ φαίνεται ἀὴρ καύματος ἐξ ἀνέμοιο δυσαέος ὀρνυμένοιο, τοῖος Τυδεΐδῃ Διομήδεϊ χάλκεος Ἄρης φαίνεθʼ ὁμοῦ νεφέεσσιν ἰὼν εἰς οὐρανὸν εὐρύν. καρπαλίμως δʼ ἵκανε θεῶν ἕδος αἰπὺν Ὄλυμπον, πὰρ δὲ Διὶ Κρονίωνι καθέζετο θυμὸν ἀχεύων, δεῖξεν δʼ ἄμβροτον αἷμα καταρρέον ἐξ ὠτειλῆς, καί ῥʼ ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα· Ζεῦ πάτερ οὐ νεμεσίζῃ ὁρῶν τάδε καρτερὰ ἔργα; αἰεί τοι ῥίγιστα θεοὶ τετληότες εἰμὲν ἀλλήλων ἰότητι, χάριν ἄνδρεσσι φέροντες.