<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="5"><l n="851">πρόσθεν Ἄρης ὠρέξαθʼ ὑπὲρ ζυγὸν ἡνία θʼ ἵππων</l><l n="852">ἔγχεϊ χαλκείῳ μεμαὼς ἀπὸ θυμὸν ἑλέσθαι·</l><l n="853">καὶ τό γε χειρὶ λαβοῦσα θεὰ γλαυκῶπις Ἀθήνη</l><l n="854">ὦσεν ὑπὲκ δίφροιο ἐτώσιον ἀϊχθῆναι.</l><l n="855">δεύτερος αὖθʼ ὡρμᾶτο βοὴν ἀγαθὸς Διομήδης</l><l n="856">ἔγχεϊ χαλκείῳ· ἐπέρεισε δὲ Παλλὰς Ἀθήνη</l><l n="857">νείατον ἐς κενεῶνα ὅθι ζωννύσκετο μίτρῃ·</l><l n="858">τῇ ῥά μιν οὖτα τυχών, διὰ δὲ χρόα καλὸν ἔδαψεν,</l><l n="859">ἐκ δὲ δόρυ σπάσεν αὖτις· ὃ δʼ ἔβραχε χάλκεος Ἄρης</l><l n="860">ὅσσόν τʼ ἐννεάχιλοι ἐπίαχον ἢ δεκάχιλοι</l><l n="861">ἀνέρες ἐν πολέμῳ ἔριδα ξυνάγοντες Ἄρηος.</l><l n="862">τοὺς δʼ ἄρʼ ὑπὸ τρόμος εἷλεν Ἀχαιούς τε Τρῶάς τε</l></div></div></body></text></TEI>