<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="5"><q><l n="820">τοῖς ἄλλοις· ἀτὰρ εἴ κε Διὸς θυγάτηρ Ἀφροδίτη</l><l n="821">ἔλθῃσʼ ἐς πόλεμον, τήν γʼ οὐτάμεν ὀξέϊ χαλκῷ.</l><l n="822">τοὔνεκα νῦν αὐτός τʼ ἀναχάζομαι ἠδὲ καὶ ἄλλους</l><l n="823">Ἀργείους ἐκέλευσα ἀλήμεναι ἐνθάδε πάντας·</l><l n="824">γιγνώσκω γὰρ Ἄρηα μάχην ἀνὰ κοιρανέοντα.</l></q><l n="825"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη·</l><q><l n="826">Τυδεΐδη Διόμηδες ἐμῷ κεχαρισμένε θυμῷ</l><l n="827">μήτε σύ γʼ Ἄρηα τό γε δείδιθι μήτε τινʼ ἄλλον</l><l n="828">ἀθανάτων, τοίη τοι ἐγὼν ἐπιτάρροθός εἰμι·</l><l n="829">ἀλλʼ ἄγʼ ἐπʼ Ἄρηϊ πρώτῳ ἔχε μώνυχας ἵππους,</l><l n="830">τύψον δὲ σχεδίην μηδʼ ἅζεο θοῦρον Ἄρηα</l><l n="831">τοῦτον μαινόμενον, τυκτὸν κακόν, ἀλλοπρόσαλλον,</l><l n="832">ὃς πρῴην μὲν ἐμοί τε καὶ Ἥρῃ στεῦτʼ ἀγορεύων</l><l n="833">Τρωσὶ μαχήσεσθαι, ἀτὰρ Ἀργείοισιν ἀρήξειν,</l><l n="834">νῦν δὲ μετὰ Τρώεσσιν ὁμιλεῖ, τῶν δὲ λέλασται.</l><milestone ed="p" n="835" unit="card"/></q><l n="835"><milestone ed="P" unit="para"/>ὣς φαμένη Σθένελον μὲν ἀφʼ ἵππων ὦσε χαμᾶζε,</l><l n="836">χειρὶ πάλιν ἐρύσασʼ, ὃ δʼ ἄρʼ ἐμμαπέως ἀπόρουσεν·</l><l n="837">ἣ δʼ ἐς δίφρον ἔβαινε παραὶ Διομήδεα δῖον</l><l n="838">ἐμμεμαυῖα θεά· μέγα δʼ ἔβραχε φήγινος ἄξων</l><l n="839">βριθοσύνῃ· δεινὴν γὰρ ἄγεν θεὸν ἄνδρά τʼ ἄριστον.</l><l n="840">λάζετο δὲ μάστιγα καὶ ἡνία Παλλὰς Ἀθήνη·</l><l n="841">αὐτίκʼ ἐπʼ Ἄρηϊ πρώτῳ ἔχε μώνυχας ἵππους.</l><l n="842">ἤτοι ὃ μὲν Περίφαντα πελώριον ἐξενάριζεν</l><l n="843">Αἰτωλῶν ὄχʼ ἄριστον Ὀχησίου ἀγλαὸν υἱόν·</l><l n="844">τὸν μὲν Ἄρης ἐνάριζε μιαιφόνος· αὐτὰρ Ἀθήνη</l><l n="845">δῦνʼ Ἄϊδος κυνέην, μή μιν ἴδοι ὄβριμος Ἄρης.</l><l n="846"><milestone ed="P" unit="para"/>ὡς δὲ ἴδε βροτολοιγὸς Ἄρης Διομήδεα δῖον,</l><l n="847">ἤτοι ὃ μὲν Περίφαντα πελώριον αὐτόθʼ ἔασε</l><l n="848">κεῖσθαι ὅθι πρῶτον κτείνων ἐξαίνυτο θυμόν,</l><l n="849">αὐτὰρ ὃ βῆ ῥʼ ἰθὺς Διομήδεος ἱπποδάμοιο.</l><l n="850">οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες,</l><l n="851">πρόσθεν Ἄρης ὠρέξαθʼ ὑπὲρ ζυγὸν ἡνία θʼ ἵππων</l><l n="852">ἔγχεϊ χαλκείῳ μεμαὼς ἀπὸ θυμὸν ἑλέσθαι·</l><l n="853">καὶ τό γε χειρὶ λαβοῦσα θεὰ γλαυκῶπις Ἀθήνη</l><l n="854">ὦσεν ὑπὲκ δίφροιο ἐτώσιον ἀϊχθῆναι.</l><l n="855">δεύτερος αὖθʼ ὡρμᾶτο βοὴν ἀγαθὸς Διομήδης</l><l n="856">ἔγχεϊ χαλκείῳ· ἐπέρεισε δὲ Παλλὰς Ἀθήνη</l><l n="857">νείατον ἐς κενεῶνα ὅθι ζωννύσκετο μίτρῃ·</l><l n="858">τῇ ῥά μιν οὖτα τυχών, διὰ δὲ χρόα καλὸν ἔδαψεν,</l><l n="859">ἐκ δὲ δόρυ σπάσεν αὖτις· ὃ δʼ ἔβραχε χάλκεος Ἄρης</l><l n="860">ὅσσόν τʼ ἐννεάχιλοι ἐπίαχον ἢ δεκάχιλοι</l><l n="861">ἀνέρες ἐν πολέμῳ ἔριδα ξυνάγοντες Ἄρηος.</l><l n="862">τοὺς δʼ ἄρʼ ὑπὸ τρόμος εἷλεν Ἀχαιούς τε Τρῶάς τε</l><l n="863">δείσαντας· τόσον ἔβραχʼ Ἄρης ἆτος πολέμοιο.</l><milestone ed="p" n="864" unit="card"/><l n="864"><milestone ed="P" unit="para"/>οἵη δʼ ἐκ νεφέων ἐρεβεννὴ φαίνεται ἀὴρ</l><l n="865">καύματος ἐξ ἀνέμοιο δυσαέος ὀρνυμένοιο,</l></div></div></body></text></TEI>