<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="5"><q><l n="815">γιγνώσκω σε θεὰ θύγατερ Διὸς αἰγιόχοιο·</l><l n="816">τώ τοι προφρονέως ἐρέω ἔπος οὐδʼ ἐπικεύσω.</l><l n="817">οὔτέ τί με δέος ἴσχει ἀκήριον οὔτέ τις ὄκνος,</l><l n="818">ἀλλʼ ἔτι σέων μέμνημαι ἐφετμέων ἃς ἐπέτειλας·</l><l n="819">οὔ μʼ εἴας μακάρεσσι θεοῖς ἀντικρὺ μάχεσθαι</l><l n="820">τοῖς ἄλλοις· ἀτὰρ εἴ κε Διὸς θυγάτηρ Ἀφροδίτη</l><l n="821">ἔλθῃσʼ ἐς πόλεμον, τήν γʼ οὐτάμεν ὀξέϊ χαλκῷ.</l><l n="822">τοὔνεκα νῦν αὐτός τʼ ἀναχάζομαι ἠδὲ καὶ ἄλλους</l><l n="823">Ἀργείους ἐκέλευσα ἀλήμεναι ἐνθάδε πάντας·</l><l n="824">γιγνώσκω γὰρ Ἄρηα μάχην ἀνὰ κοιρανέοντα.</l></q><l n="825"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη·</l><q><l n="826">Τυδεΐδη Διόμηδες ἐμῷ κεχαρισμένε θυμῷ</l></q></div></div></body></text></TEI>