ἔνθʼ ἵππους στήσασα θεὰ λευκώλενος Ἥρη Ζῆνʼ ὕπατον Κρονίδην ἐξείρετο καὶ προσέειπε· Ζεῦ πάτερ οὐ νεμεσίζῃ Ἄρῃ τάδε καρτερὰ ἔργα ὁσσάτιόν τε καὶ οἷον ἀπώλεσε λαὸν Ἀχαιῶν μὰψ ἀτὰρ οὐ κατὰ κόσμον ἐμοὶ δʼ ἄχος, οἳ δὲ ἕκηλοι τέρπονται Κύπρίς τε καὶ ἀργυρότοξος Ἀπόλλων ἄφρονα τοῦτον ἀνέντες, ὃς οὔ τινα οἶδε θέμιστα; Ζεῦ πάτερ ἦ ῥά τί μοι κεχολώσεαι, αἴ κεν Ἄρηα λυγρῶς πεπληγυῖα μάχης ἐξαποδίωμαι; τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς· ἄγρει μάν οἱ ἔπορσον Ἀθηναίην ἀγελείην, ἥ ἑ μάλιστʼ εἴωθε κακῇς ὀδύνῃσι πελάζειν.