<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="5"><l n="75">ἤριπε δʼ ἐν κονίῃ, ψυχρὸν δʼ ἕλε χαλκὸν ὀδοῦσιν.</l><l n="76"><milestone ed="P" unit="para"/>Εὐρύπυλος δʼ Εὐαιμονίδης Ὑψήνορα δῖον</l><l n="77">υἱὸν ὑπερθύμου Δολοπίονος, ὅς ῥα Σκαμάνδρου</l><l n="78">ἀρητὴρ ἐτέτυκτο, θεὸς δʼ ὣς τίετο δήμῳ,</l><l n="79">τὸν μὲν ἄρʼ Εὐρύπυλος, Εὐαίμονος ἀγλαὸς υἱός,</l><l n="80">πρόσθεν ἕθεν φεύγοντα μεταδρομάδην ἔλασʼ ὦμον</l><l n="81">φασγάνῳ ἀΐξας, ἀπὸ δʼ ἔξεσε χεῖρα βαρεῖαν·</l><l n="82">αἱματόεσσα δὲ χεὶρ πεδίῳ πέσε· τὸν δὲ κατʼ ὄσσε</l><l n="83">ἔλλαβε πορφύρεος θάνατος καὶ μοῖρα κραταιή.</l><milestone ed="p" n="84" unit="card"/><l n="84"><milestone ed="P" unit="para"/>ὣς οἳ μὲν πονέοντο κατὰ κρατερὴν ὑσμίνην·</l><l n="85">Τυδεΐδην δʼ οὐκ ἂν γνοίης ποτέροισι μετείη</l><l n="86">ἠὲ μετὰ Τρώεσσιν ὁμιλέοι ἦ μετʼ Ἀχαιοῖς.</l><l n="87">θῦνε γὰρ ἂμ πεδίον ποταμῷ πλήθοντι ἐοικὼς</l><l n="88">χειμάρρῳ, ὅς τʼ ὦκα ῥέων ἐκέδασσε γεφύρας·</l><l n="89">τὸν δʼ οὔτʼ ἄρ τε γέφυραι ἐεργμέναι ἰσχανόωσιν,</l><l n="90">οὔτʼ ἄρα ἕρκεα ἴσχει ἀλωάων ἐριθηλέων</l><l n="91">ἐλθόντʼ ἐξαπίνης ὅτʼ ἐπιβρίσῃ Διὸς ὄμβρος·</l><l n="92">πολλὰ δʼ ὑπʼ αὐτοῦ ἔργα κατήριπε κάλʼ αἰζηῶν·</l><l n="93">ὣς ὑπὸ Τυδεΐδῃ πυκιναὶ κλονέοντο φάλαγγες</l><l n="94">Τρώων, οὐδʼ ἄρα μιν μίμνον πολέες περ ἐόντες.</l><l n="95"><milestone ed="P" unit="para"/>τὸν δʼ ὡς οὖν ἐνόησε Λυκάονος ἀγλαὸς υἱὸς</l><l n="96">θύνοντʼ ἂμ πεδίον πρὸ ἕθεν κλονέοντα φάλαγγας,</l><l n="97">αἶψʼ ἐπὶ Τυδεΐδῃ ἐτιταίνετο καμπύλα τόξα,</l><l n="98">καὶ βάλʼ ἐπαΐσσοντα τυχὼν κατὰ δεξιὸν ὦμον</l><l n="99">θώρηκος γύαλον· διὰ δʼ ἔπτατο πικρὸς ὀϊστός,</l><l n="100">ἀντικρὺ δὲ διέσχε, παλάσσετο δʼ αἵματι θώρηξ.</l><l n="101">τῷ δʼ ἐπὶ μακρὸν ἄϋσε Λυκάονος ἀγλαὸς υἱός·</l><q><l n="102">ὄρνυσθε Τρῶες μεγάθυμοι κέντορες ἵππων·</l><l n="103">βέβληται γὰρ ἄριστος Ἀχαιῶν, οὐδέ ἕ φημι</l><l n="104">δήθʼ ἀνσχήσεσθαι κρατερὸν βέλος, εἰ ἐτεόν με</l><l n="105">ὦρσεν ἄναξ Διὸς υἱὸς ἀπορνύμενον Λυκίηθεν.</l></q><l n="106"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ εὐχόμενος· τὸν δʼ οὐ βέλος ὠκὺ δάμασσεν,</l><l n="107">ἀλλʼ ἀναχωρήσας πρόσθʼ ἵπποιιν καὶ ὄχεσφιν</l><l n="108">ἔστη, καὶ Σθένελον προσέφη Καπανήϊον υἱόν·</l><q><l n="109">ὄρσο πέπον Καπανηϊάδη, καταβήσεο δίφρου,</l><l n="110">ὄφρά μοι ἐξ ὤμοιο ἐρύσσῃς πικρὸν ὀϊστόν.</l></q><l n="111"><milestone ed="P" unit="para"/>ὣς ἄρʼ ἔφη, Σθένελος δὲ καθʼ ἵππων ἆλτο χαμᾶζε,</l><l n="112">πὰρ δὲ στὰς βέλος ὠκὺ διαμπερὲς ἐξέρυσʼ ὤμου·</l><l n="113">αἷμα δʼ ἀνηκόντιζε διὰ στρεπτοῖο χιτῶνος.</l><l n="114">δὴ τότʼ ἔπειτʼ ἠρᾶτο βοὴν ἀγαθὸς Διομήδης·</l><q><l n="115">κλῦθί μευ αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη,</l></q></div></div></body></text></TEI>