<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="5"><l n="739">δεινήν, ἣν περὶ μὲν πάντῃ Φόβος ἐστεφάνωται,</l><l n="740">ἐν δʼ Ἔρις, ἐν δʼ Ἀλκή, ἐν δὲ κρυόεσσα Ἰωκή,</l><l n="741">ἐν δέ τε Γοργείη κεφαλὴ δεινοῖο πελώρου</l><l n="742">δεινή τε σμερδνή τε, Διὸς τέρας αἰγιόχοιο.</l><l n="743">κρατὶ δʼ ἐπʼ ἀμφίφαλον κυνέην θέτο τετραφάληρον</l><l n="744">χρυσείην, ἑκατὸν πολίων πρυλέεσσʼ ἀραρυῖαν·</l><l n="745">ἐς δʼ ὄχεα φλόγεα ποσὶ βήσετο, λάζετο δʼ ἔγχος</l><l n="746">βριθὺ μέγα στιβαρόν, τῷ δάμνησι στίχας ἀνδρῶν</l><l n="747">ἡρώων, οἷσίν τε κοτέσσεται ὀβριμοπάτρη.</l><l n="748">Ἥρη δὲ μάστιγι θοῶς ἐπεμαίετʼ ἄρʼ ἵππους·</l><l n="749">αὐτόμαται δὲ πύλαι μύκον οὐρανοῦ ἃς ἔχον Ὧραι,</l><l n="750">τῇς ἐπιτέτραπται μέγας οὐρανὸς Οὔλυμπός τε</l><l n="751">ἠμὲν ἀνακλῖναι πυκινὸν νέφος ἠδʼ ἐπιθεῖναι.</l><l n="752">τῇ ῥα διʼ αὐτάων κεντρηνεκέας ἔχον ἵππους·</l><l n="753">εὗρον δὲ Κρονίωνα θεῶν ἄτερ ἥμενον ἄλλων</l><l n="754">ἀκροτάτῃ κορυφῇ πολυδειράδος Οὐλύμποιο.</l><l n="755">ἔνθʼ ἵππους στήσασα θεὰ λευκώλενος Ἥρη</l><l n="756">Ζῆνʼ ὕπατον Κρονίδην ἐξείρετο καὶ προσέειπε·</l><q><l n="757">Ζεῦ πάτερ οὐ νεμεσίζῃ Ἄρῃ τάδε καρτερὰ ἔργα</l></q></div></div></body></text></TEI>