<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="5"><q><l n="718">ἀλλʼ ἄγε δὴ καὶ νῶϊ μεδώμεθα θούριδος ἀλκῆς.</l></q><l n="719"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ γλαυκῶπις Ἀθήνη.</l><l n="720">ἣ μὲν ἐποιχομένη χρυσάμπυκας ἔντυεν ἵππους</l><l n="721">Ἥρη πρέσβα θεὰ θυγάτηρ μεγάλοιο Κρόνοιο·</l><l n="722">Ἥβη δʼ ἀμφʼ ὀχέεσσι θοῶς βάλε καμπύλα κύκλα</l><l n="723">χάλκεα ὀκτάκνημα σιδηρέῳ ἄξονι ἀμφίς.</l><l n="724">τῶν ἤτοι χρυσέη ἴτυς ἄφθιτος, αὐτὰρ ὕπερθε</l><l n="725">χάλκεʼ ἐπίσσωτρα προσαρηρότα, θαῦμα ἰδέσθαι·</l><l n="726">πλῆμναι δʼ ἀργύρου εἰσὶ περίδρομοι ἀμφοτέρωθεν·</l><l n="727">δίφρος δὲ χρυσέοισι καὶ ἀργυρέοισιν ἱμᾶσιν</l><l n="728">ἐντέταται, δοιαὶ δὲ περίδρομοι ἄντυγές εἰσι.</l><l n="729">τοῦ δʼ ἐξ ἀργύρεος ῥυμὸς πέλεν· αὐτὰρ ἐπʼ ἄκρῳ</l><l n="730">δῆσε χρύσειον καλὸν ζυγόν, ἐν δὲ λέπαδνα</l><l n="731">κάλʼ ἔβαλε χρύσειʼ· ὑπὸ δὲ ζυγὸν ἤγαγεν Ἥρη</l><l n="732">ἵππους ὠκύποδας, μεμαυῖʼ ἔριδος καὶ ἀϋτῆς.</l><l n="733"><milestone ed="P" unit="para"/>αὐτὰρ Ἀθηναίη κούρη Διὸς αἰγιόχοιο</l><l n="734">πέπλον μὲν κατέχευεν ἑανὸν πατρὸς ἐπʼ οὔδει</l><l n="735">ποικίλον, ὅν ῥʼ αὐτὴ ποιήσατο καὶ κάμε χερσίν·</l><l n="736">ἣ δὲ χιτῶνʼ ἐνδῦσα Διὸς νεφεληγερέταο</l><l n="737">τεύχεσιν ἐς πόλεμον θωρήσσετο δακρυόεντα.</l><l n="738">ἀμφὶ δʼ ἄρʼ ὤμοισιν βάλετʼ αἰγίδα θυσσανόεσσαν</l><l n="739">δεινήν, ἣν περὶ μὲν πάντῃ Φόβος ἐστεφάνωται,</l><l n="740">ἐν δʼ Ἔρις, ἐν δʼ Ἀλκή, ἐν δὲ κρυόεσσα Ἰωκή,</l><l n="741">ἐν δέ τε Γοργείη κεφαλὴ δεινοῖο πελώρου</l><l n="742">δεινή τε σμερδνή τε, Διὸς τέρας αἰγιόχοιο.</l><l n="743">κρατὶ δʼ ἐπʼ ἀμφίφαλον κυνέην θέτο τετραφάληρον</l><l n="744">χρυσείην, ἑκατὸν πολίων πρυλέεσσʼ ἀραρυῖαν·</l><l n="745">ἐς δʼ ὄχεα φλόγεα ποσὶ βήσετο, λάζετο δʼ ἔγχος</l><l n="746">βριθὺ μέγα στιβαρόν, τῷ δάμνησι στίχας ἀνδρῶν</l><l n="747">ἡρώων, οἷσίν τε κοτέσσεται ὀβριμοπάτρη.</l><l n="748">Ἥρη δὲ μάστιγι θοῶς ἐπεμαίετʼ ἄρʼ ἵππους·</l><l n="749">αὐτόμαται δὲ πύλαι μύκον οὐρανοῦ ἃς ἔχον Ὧραι,</l><l n="750">τῇς ἐπιτέτραπται μέγας οὐρανὸς Οὔλυμπός τε</l><l n="751">ἠμὲν ἀνακλῖναι πυκινὸν νέφος ἠδʼ ἐπιθεῖναι.</l><l n="752">τῇ ῥα διʼ αὐτάων κεντρηνεκέας ἔχον ἵππους·</l><l n="753">εὗρον δὲ Κρονίωνα θεῶν ἄτερ ἥμενον ἄλλων</l><l n="754">ἀκροτάτῃ κορυφῇ πολυδειράδος Οὐλύμποιο.</l><l n="755">ἔνθʼ ἵππους στήσασα θεὰ λευκώλενος Ἥρη</l><l n="756">Ζῆνʼ ὕπατον Κρονίδην ἐξείρετο καὶ προσέειπε·</l><q><l n="757">Ζεῦ πάτερ οὐ νεμεσίζῃ Ἄρῃ τάδε καρτερὰ ἔργα</l><l n="758">ὁσσάτιόν τε καὶ οἷον ἀπώλεσε λαὸν Ἀχαιῶν</l><l n="759">μὰψ ἀτὰρ οὐ κατὰ κόσμον ἐμοὶ δʼ ἄχος, οἳ δὲ ἕκηλοι</l></q></div></div></body></text></TEI>