<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="5"><l n="709">λίμνῃ κεκλιμένος Κηφισίδι· πὰρ δέ οἱ ἄλλοι</l><l n="710">ναῖον Βοιωτοὶ μάλα πίονα δῆμον ἔχοντες.</l><milestone ed="p" n="711" unit="card"/><l n="711"><milestone ed="P" unit="para"/>τοὺς δʼ ὡς οὖν ἐνόησε θεὰ λευκώλενος Ἥρη</l><l n="712">Ἀργείους ὀλέκοντας ἐνὶ κρατερῇ ὑσμίνῃ,</l><l n="713">αὐτίκʼ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="714">ὢ πόποι αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη,</l><l n="715">ἦ ῥʼ ἅλιον τὸν μῦθον ὑπέστημεν Μενελάῳ</l><l n="716">Ἴλιον ἐκπέρσαντʼ εὐτείχεον ἀπονέεσθαι,</l><l n="717">εἰ οὕτω μαίνεσθαι ἐάσομεν οὖλον Ἄρηα.</l><l n="718">ἀλλʼ ἄγε δὴ καὶ νῶϊ μεδώμεθα θούριδος ἀλκῆς.</l></q><l n="719"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ γλαυκῶπις Ἀθήνη.</l><l n="720">ἣ μὲν ἐποιχομένη χρυσάμπυκας ἔντυεν ἵππους</l><l n="721">Ἥρη πρέσβα θεὰ θυγάτηρ μεγάλοιο Κρόνοιο·</l><l n="722">Ἥβη δʼ ἀμφʼ ὀχέεσσι θοῶς βάλε καμπύλα κύκλα</l><l n="723">χάλκεα ὀκτάκνημα σιδηρέῳ ἄξονι ἀμφίς.</l><l n="724">τῶν ἤτοι χρυσέη ἴτυς ἄφθιτος, αὐτὰρ ὕπερθε</l><l n="725">χάλκεʼ ἐπίσσωτρα προσαρηρότα, θαῦμα ἰδέσθαι·</l><l n="726">πλῆμναι δʼ ἀργύρου εἰσὶ περίδρομοι ἀμφοτέρωθεν·</l><l n="727">δίφρος δὲ χρυσέοισι καὶ ἀργυρέοισιν ἱμᾶσιν</l><l n="728">ἐντέταται, δοιαὶ δὲ περίδρομοι ἄντυγές εἰσι.</l><l n="729">τοῦ δʼ ἐξ ἀργύρεος ῥυμὸς πέλεν· αὐτὰρ ἐπʼ ἄκρῳ</l><l n="730">δῆσε χρύσειον καλὸν ζυγόν, ἐν δὲ λέπαδνα</l><l n="731">κάλʼ ἔβαλε χρύσειʼ· ὑπὸ δὲ ζυγὸν ἤγαγεν Ἥρη</l><l n="732">ἵππους ὠκύποδας, μεμαυῖʼ ἔριδος καὶ ἀϋτῆς.</l><l n="733"><milestone ed="P" unit="para"/>αὐτὰρ Ἀθηναίη κούρη Διὸς αἰγιόχοιο</l><l n="734">πέπλον μὲν κατέχευεν ἑανὸν πατρὸς ἐπʼ οὔδει</l><l n="735">ποικίλον, ὅν ῥʼ αὐτὴ ποιήσατο καὶ κάμε χερσίν·</l><l n="736">ἣ δὲ χιτῶνʼ ἐνδῦσα Διὸς νεφεληγερέταο</l><l n="737">τεύχεσιν ἐς πόλεμον θωρήσσετο δακρυόεντα.</l><l n="738">ἀμφὶ δʼ ἄρʼ ὤμοισιν βάλετʼ αἰγίδα θυσσανόεσσαν</l><l n="739">δεινήν, ἣν περὶ μὲν πάντῃ Φόβος ἐστεφάνωται,</l><l n="740">ἐν δʼ Ἔρις, ἐν δʼ Ἀλκή, ἐν δὲ κρυόεσσα Ἰωκή,</l><l n="741">ἐν δέ τε Γοργείη κεφαλὴ δεινοῖο πελώρου</l><l n="742">δεινή τε σμερδνή τε, Διὸς τέρας αἰγιόχοιο.</l><l n="743">κρατὶ δʼ ἐπʼ ἀμφίφαλον κυνέην θέτο τετραφάληρον</l><l n="744">χρυσείην, ἑκατὸν πολίων πρυλέεσσʼ ἀραρυῖαν·</l><l n="745">ἐς δʼ ὄχεα φλόγεα ποσὶ βήσετο, λάζετο δʼ ἔγχος</l><l n="746">βριθὺ μέγα στιβαρόν, τῷ δάμνησι στίχας ἀνδρῶν</l><l n="747">ἡρώων, οἷσίν τε κοτέσσεται ὀβριμοπάτρη.</l><l n="748">Ἥρη δὲ μάστιγι θοῶς ἐπεμαίετʼ ἄρʼ ἵππους·</l><l n="749">αὐτόμαται δὲ πύλαι μύκον οὐρανοῦ ἃς ἔχον Ὧραι,</l><l n="750">τῇς ἐπιτέτραπται μέγας οὐρανὸς Οὔλυμπός τε</l><l n="751">ἠμὲν ἀνακλῖναι πυκινὸν νέφος ἠδʼ ἐπιθεῖναι.</l><l n="752">τῇ ῥα διʼ αὐτάων κεντρηνεκέας ἔχον ἵππους·</l><l n="753">εὗρον δὲ Κρονίωνα θεῶν ἄτερ ἥμενον ἄλλων</l><l n="754">ἀκροτάτῃ κορυφῇ πολυδειράδος Οὐλύμποιο.</l><l n="755">ἔνθʼ ἵππους στήσασα θεὰ λευκώλενος Ἥρη</l><l n="756">Ζῆνʼ ὕπατον Κρονίδην ἐξείρετο καὶ προσέειπε·</l><q><l n="757">Ζεῦ πάτερ οὐ νεμεσίζῃ Ἄρῃ τάδε καρτερὰ ἔργα</l><l n="758">ὁσσάτιόν τε καὶ οἷον ἀπώλεσε λαὸν Ἀχαιῶν</l><l n="759">μὰψ ἀτὰρ οὐ κατὰ κόσμον ἐμοὶ δʼ ἄχος, οἳ δὲ ἕκηλοι</l><l n="760">τέρπονται Κύπρίς τε καὶ ἀργυρότοξος Ἀπόλλων</l><l n="761">ἄφρονα τοῦτον ἀνέντες, ὃς οὔ τινα οἶδε θέμιστα;</l><l n="762">Ζεῦ πάτερ ἦ ῥά τί μοι κεχολώσεαι, αἴ κεν Ἄρηα</l><l n="763">λυγρῶς πεπληγυῖα μάχης ἐξαποδίωμαι;</l></q><milestone ed="p" n="764" unit="card"/><l n="764"><milestone ed="P" unit="para"/>τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·</l><q><l n="765">ἄγρει μάν οἱ ἔπορσον Ἀθηναίην ἀγελείην,</l><l n="766">ἥ ἑ μάλιστʼ εἴωθε κακῇς ὀδύνῃσι πελάζειν.</l></q><l n="767"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ λευκώλενος Ἥρη,</l><l n="768">μάστιξεν δʼ ἵππους· τὼ δʼ οὐκ ἀέκοντε πετέσθην</l><l n="769">μεσσηγὺς γαίης τε καὶ οὐρανοῦ ἀστερόεντος.</l><l n="770">ὅσσον δʼ ἠεροειδὲς ἀνὴρ ἴδεν ὀφθαλμοῖσιν</l><l n="771">ἥμενος ἐν σκοπιῇ, λεύσσων ἐπὶ οἴνοπα πόντον,</l><l n="772">τόσσον ἐπιθρῴσκουσι θεῶν ὑψηχέες ἵπποι.</l><l n="773">ἀλλʼ ὅτε δὴ Τροίην ἷξον ποταμώ τε ῥέοντε,</l><l n="774">ἧχι ῥοὰς Σιμόεις συμβάλλετον ἠδὲ Σκάμανδρος,</l><l n="775">ἔνθʼ ἵππους ἔστησε θεὰ λευκώλενος Ἥρη</l><l n="776">λύσασʼ ἐξ ὀχέων, περὶ δʼ ἠέρα πουλὺν ἔχευε·</l><l n="777">τοῖσιν δʼ ἀμβροσίην Σιμόεις ἀνέτειλε νέμεσθαι.</l><l n="778"><milestone ed="P" unit="para"/>αἳ δὲ βάτην τρήρωσι πελειάσιν ἴθμαθʼ ὁμοῖαι</l><l n="779">ἀνδράσιν Ἀργείοισιν ἀλεξέμεναι μεμαυῖαι·</l><l n="780">ἀλλʼ ὅτε δή ῥʼ ἵκανον ὅθι πλεῖστοι καὶ ἄριστοι</l><l n="781">ἕστασαν ἀμφὶ βίην Διομήδεος ἱπποδάμοιο</l><l n="782">εἰλόμενοι λείουσιν ἐοικότες ὠμοφάγοισιν</l><l n="783">ἢ συσὶ κάπροισιν, τῶν τε σθένος οὐκ ἀλαπαδνόν,</l><l n="784">ἔνθα στᾶσʼ ἤϋσε θεὰ λευκώλενος Ἥρη</l><l n="785">Στέντορι εἰσαμένη μεγαλήτορι χαλκεοφώνῳ,</l><l n="786">ὃς τόσον αὐδήσασχʼ ὅσον ἄλλοι πεντήκοντα·</l></div></div></body></text></TEI>