λίμνῃ κεκλιμένος Κηφισίδι· πὰρ δέ οἱ ἄλλοι ναῖον Βοιωτοὶ μάλα πίονα δῆμον ἔχοντες. τοὺς δʼ ὡς οὖν ἐνόησε θεὰ λευκώλενος Ἥρη Ἀργείους ὀλέκοντας ἐνὶ κρατερῇ ὑσμίνῃ, αὐτίκʼ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα· ὢ πόποι αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη, ἦ ῥʼ ἅλιον τὸν μῦθον ὑπέστημεν Μενελάῳ Ἴλιον ἐκπέρσαντʼ εὐτείχεον ἀπονέεσθαι, εἰ οὕτω μαίνεσθαι ἐάσομεν οὖλον Ἄρηα. ἀλλʼ ἄγε δὴ καὶ νῶϊ μεδώμεθα θούριδος ἀλκῆς. ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ γλαυκῶπις Ἀθήνη. ἣ μὲν ἐποιχομένη χρυσάμπυκας ἔντυεν ἵππους Ἥρη πρέσβα θεὰ θυγάτηρ μεγάλοιο Κρόνοιο· Ἥβη δʼ ἀμφʼ ὀχέεσσι θοῶς βάλε καμπύλα κύκλα χάλκεα ὀκτάκνημα σιδηρέῳ ἄξονι ἀμφίς. τῶν ἤτοι χρυσέη ἴτυς ἄφθιτος, αὐτὰρ ὕπερθε χάλκεʼ ἐπίσσωτρα προσαρηρότα, θαῦμα ἰδέσθαι· πλῆμναι δʼ ἀργύρου εἰσὶ περίδρομοι ἀμφοτέρωθεν· δίφρος δὲ χρυσέοισι καὶ ἀργυρέοισιν ἱμᾶσιν ἐντέταται, δοιαὶ δὲ περίδρομοι ἄντυγές εἰσι. τοῦ δʼ ἐξ ἀργύρεος ῥυμὸς πέλεν· αὐτὰρ ἐπʼ ἄκρῳ δῆσε χρύσειον καλὸν ζυγόν, ἐν δὲ λέπαδνα κάλʼ ἔβαλε χρύσειʼ· ὑπὸ δὲ ζυγὸν ἤγαγεν Ἥρη ἵππους ὠκύποδας, μεμαυῖʼ ἔριδος καὶ ἀϋτῆς. αὐτὰρ Ἀθηναίη κούρη Διὸς αἰγιόχοιο πέπλον μὲν κατέχευεν ἑανὸν πατρὸς ἐπʼ οὔδει ποικίλον, ὅν ῥʼ αὐτὴ ποιήσατο καὶ κάμε χερσίν· ἣ δὲ χιτῶνʼ ἐνδῦσα Διὸς νεφεληγερέταο τεύχεσιν ἐς πόλεμον θωρήσσετο δακρυόεντα. ἀμφὶ δʼ ἄρʼ ὤμοισιν βάλετʼ αἰγίδα θυσσανόεσσαν δεινήν, ἣν περὶ μὲν πάντῃ Φόβος ἐστεφάνωται, ἐν δʼ Ἔρις, ἐν δʼ Ἀλκή, ἐν δὲ κρυόεσσα Ἰωκή, ἐν δέ τε Γοργείη κεφαλὴ δεινοῖο πελώρου δεινή τε σμερδνή τε, Διὸς τέρας αἰγιόχοιο. κρατὶ δʼ ἐπʼ ἀμφίφαλον κυνέην θέτο τετραφάληρον χρυσείην, ἑκατὸν πολίων πρυλέεσσʼ ἀραρυῖαν· ἐς δʼ ὄχεα φλόγεα ποσὶ βήσετο, λάζετο δʼ ἔγχος βριθὺ μέγα στιβαρόν, τῷ δάμνησι στίχας ἀνδρῶν ἡρώων, οἷσίν τε κοτέσσεται ὀβριμοπάτρη. Ἥρη δὲ μάστιγι θοῶς ἐπεμαίετʼ ἄρʼ ἵππους· αὐτόμαται δὲ πύλαι μύκον οὐρανοῦ ἃς ἔχον Ὧραι, τῇς ἐπιτέτραπται μέγας οὐρανὸς Οὔλυμπός τε ἠμὲν ἀνακλῖναι πυκινὸν νέφος ἠδʼ ἐπιθεῖναι. τῇ ῥα διʼ αὐτάων κεντρηνεκέας ἔχον ἵππους· εὗρον δὲ Κρονίωνα θεῶν ἄτερ ἥμενον ἄλλων ἀκροτάτῃ κορυφῇ πολυδειράδος Οὐλύμποιο. ἔνθʼ ἵππους στήσασα θεὰ λευκώλενος Ἥρη Ζῆνʼ ὕπατον Κρονίδην ἐξείρετο καὶ προσέειπε· Ζεῦ πάτερ οὐ νεμεσίζῃ Ἄρῃ τάδε καρτερὰ ἔργα ὁσσάτιόν τε καὶ οἷον ἀπώλεσε λαὸν Ἀχαιῶν μὰψ ἀτὰρ οὐ κατὰ κόσμον ἐμοὶ δʼ ἄχος, οἳ δὲ ἕκηλοι τέρπονται Κύπρίς τε καὶ ἀργυρότοξος Ἀπόλλων ἄφρονα τοῦτον ἀνέντες, ὃς οὔ τινα οἶδε θέμιστα; Ζεῦ πάτερ ἦ ῥά τί μοι κεχολώσεαι, αἴ κεν Ἄρηα λυγρῶς πεπληγυῖα μάχης ἐξαποδίωμαι; τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς· ἄγρει μάν οἱ ἔπορσον Ἀθηναίην ἀγελείην, ἥ ἑ μάλιστʼ εἴωθε κακῇς ὀδύνῃσι πελάζειν. ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ λευκώλενος Ἥρη, μάστιξεν δʼ ἵππους· τὼ δʼ οὐκ ἀέκοντε πετέσθην μεσσηγὺς γαίης τε καὶ οὐρανοῦ ἀστερόεντος. ὅσσον δʼ ἠεροειδὲς ἀνὴρ ἴδεν ὀφθαλμοῖσιν ἥμενος ἐν σκοπιῇ, λεύσσων ἐπὶ οἴνοπα πόντον, τόσσον ἐπιθρῴσκουσι θεῶν ὑψηχέες ἵπποι. ἀλλʼ ὅτε δὴ Τροίην ἷξον ποταμώ τε ῥέοντε, ἧχι ῥοὰς Σιμόεις συμβάλλετον ἠδὲ Σκάμανδρος, ἔνθʼ ἵππους ἔστησε θεὰ λευκώλενος Ἥρη λύσασʼ ἐξ ὀχέων, περὶ δʼ ἠέρα πουλὺν ἔχευε· τοῖσιν δʼ ἀμβροσίην Σιμόεις ἀνέτειλε νέμεσθαι. αἳ δὲ βάτην τρήρωσι πελειάσιν ἴθμαθʼ ὁμοῖαι ἀνδράσιν Ἀργείοισιν ἀλεξέμεναι μεμαυῖαι· ἀλλʼ ὅτε δή ῥʼ ἵκανον ὅθι πλεῖστοι καὶ ἄριστοι ἕστασαν ἀμφὶ βίην Διομήδεος ἱπποδάμοιο εἰλόμενοι λείουσιν ἐοικότες ὠμοφάγοισιν ἢ συσὶ κάπροισιν, τῶν τε σθένος οὐκ ἀλαπαδνόν, ἔνθα στᾶσʼ ἤϋσε θεὰ λευκώλενος Ἥρη Στέντορι εἰσαμένη μεγαλήτορι χαλκεοφώνῳ, ὃς τόσον αὐδήσασχʼ ὅσον ἄλλοι πεντήκοντα·