<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="5"><l n="701">οὔτε ποτʼ ἀντεφέροντο μάχῃ, ἀλλʼ αἰὲν ὀπίσσω</l><l n="702">χάζονθʼ, ὡς ἐπύθοντο μετὰ Τρώεσσιν Ἄρηα.</l><l n="703"><milestone ed="P" unit="para"/>ἔνθα τίνα πρῶτον τίνα δʼ ὕστατον ἐξενάριξαν</l><l n="704">Ἕκτωρ τε Πριάμοιο πάϊς καὶ χάλκεος Ἄρης;</l><l n="705">ἀντίθεον Τεύθραντʼ, ἐπὶ δὲ πλήξιππον Ὀρέστην,</l><l n="706">Τρῆχόν τʼ αἰχμητὴν Αἰτώλιον Οἰνόμαόν τε,</l><l n="707">Οἰνοπίδην θʼ Ἕλενον καὶ Ὀρέσβιον αἰολομίτρην,</l><l n="708">ὅς ῥʼ ἐν Ὕλῃ ναίεσκε μέγα πλούτοιο μεμηλώς,</l><l n="709">λίμνῃ κεκλιμένος Κηφισίδι· πὰρ δέ οἱ ἄλλοι</l><l n="710">ναῖον Βοιωτοὶ μάλα πίονα δῆμον ἔχοντες.</l><milestone ed="p" n="711" unit="card"/><l n="711"><milestone ed="P" unit="para"/>τοὺς δʼ ὡς οὖν ἐνόησε θεὰ λευκώλενος Ἥρη</l><l n="712">Ἀργείους ὀλέκοντας ἐνὶ κρατερῇ ὑσμίνῃ,</l><l n="713">αὐτίκʼ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="714">ὢ πόποι αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη,</l><l n="715">ἦ ῥʼ ἅλιον τὸν μῦθον ὑπέστημεν Μενελάῳ</l><l n="716">Ἴλιον ἐκπέρσαντʼ εὐτείχεον ἀπονέεσθαι,</l><l n="717">εἰ οὕτω μαίνεσθαι ἐάσομεν οὖλον Ἄρηα.</l><l n="718">ἀλλʼ ἄγε δὴ καὶ νῶϊ μεδώμεθα θούριδος ἀλκῆς.</l></q><l n="719"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ γλαυκῶπις Ἀθήνη.</l><l n="720">ἣ μὲν ἐποιχομένη χρυσάμπυκας ἔντυεν ἵππους</l><l n="721">Ἥρη πρέσβα θεὰ θυγάτηρ μεγάλοιο Κρόνοιο·</l><l n="722">Ἥβη δʼ ἀμφʼ ὀχέεσσι θοῶς βάλε καμπύλα κύκλα</l><l n="723">χάλκεα ὀκτάκνημα σιδηρέῳ ἄξονι ἀμφίς.</l><l n="724">τῶν ἤτοι χρυσέη ἴτυς ἄφθιτος, αὐτὰρ ὕπερθε</l><l n="725">χάλκεʼ ἐπίσσωτρα προσαρηρότα, θαῦμα ἰδέσθαι·</l><l n="726">πλῆμναι δʼ ἀργύρου εἰσὶ περίδρομοι ἀμφοτέρωθεν·</l><l n="727">δίφρος δὲ χρυσέοισι καὶ ἀργυρέοισιν ἱμᾶσιν</l><l n="728">ἐντέταται, δοιαὶ δὲ περίδρομοι ἄντυγές εἰσι.</l><l n="729">τοῦ δʼ ἐξ ἀργύρεος ῥυμὸς πέλεν· αὐτὰρ ἐπʼ ἄκρῳ</l><l n="730">δῆσε χρύσειον καλὸν ζυγόν, ἐν δὲ λέπαδνα</l><l n="731">κάλʼ ἔβαλε χρύσειʼ· ὑπὸ δὲ ζυγὸν ἤγαγεν Ἥρη</l><l n="732">ἵππους ὠκύποδας, μεμαυῖʼ ἔριδος καὶ ἀϋτῆς.</l><l n="733"><milestone ed="P" unit="para"/>αὐτὰρ Ἀθηναίη κούρη Διὸς αἰγιόχοιο</l><l n="734">πέπλον μὲν κατέχευεν ἑανὸν πατρὸς ἐπʼ οὔδει</l><l n="735">ποικίλον, ὅν ῥʼ αὐτὴ ποιήσατο καὶ κάμε χερσίν·</l><l n="736">ἣ δὲ χιτῶνʼ ἐνδῦσα Διὸς νεφεληγερέταο</l><l n="737">τεύχεσιν ἐς πόλεμον θωρήσσετο δακρυόεντα.</l><l n="738">ἀμφὶ δʼ ἄρʼ ὤμοισιν βάλετʼ αἰγίδα θυσσανόεσσαν</l><l n="739">δεινήν, ἣν περὶ μὲν πάντῃ Φόβος ἐστεφάνωται,</l><l n="740">ἐν δʼ Ἔρις, ἐν δʼ Ἀλκή, ἐν δὲ κρυόεσσα Ἰωκή,</l><l n="741">ἐν δέ τε Γοργείη κεφαλὴ δεινοῖο πελώρου</l><l n="742">δεινή τε σμερδνή τε, Διὸς τέρας αἰγιόχοιο.</l><l n="743">κρατὶ δʼ ἐπʼ ἀμφίφαλον κυνέην θέτο τετραφάληρον</l><l n="744">χρυσείην, ἑκατὸν πολίων πρυλέεσσʼ ἀραρυῖαν·</l><l n="745">ἐς δʼ ὄχεα φλόγεα ποσὶ βήσετο, λάζετο δʼ ἔγχος</l><l n="746">βριθὺ μέγα στιβαρόν, τῷ δάμνησι στίχας ἀνδρῶν</l><l n="747">ἡρώων, οἷσίν τε κοτέσσεται ὀβριμοπάτρη.</l><l n="748">Ἥρη δὲ μάστιγι θοῶς ἐπεμαίετʼ ἄρʼ ἵππους·</l><l n="749">αὐτόμαται δὲ πύλαι μύκον οὐρανοῦ ἃς ἔχον Ὧραι,</l><l n="750">τῇς ἐπιτέτραπται μέγας οὐρανὸς Οὔλυμπός τε</l><l n="751">ἠμὲν ἀνακλῖναι πυκινὸν νέφος ἠδʼ ἐπιθεῖναι.</l><l n="752">τῇ ῥα διʼ αὐτάων κεντρηνεκέας ἔχον ἵππους·</l><l n="753">εὗρον δὲ Κρονίωνα θεῶν ἄτερ ἥμενον ἄλλων</l><l n="754">ἀκροτάτῃ κορυφῇ πολυδειράδος Οὐλύμποιο.</l><l n="755">ἔνθʼ ἵππους στήσασα θεὰ λευκώλενος Ἥρη</l><l n="756">Ζῆνʼ ὕπατον Κρονίδην ἐξείρετο καὶ προσέειπε·</l><q><l n="757">Ζεῦ πάτερ οὐ νεμεσίζῃ Ἄρῃ τάδε καρτερὰ ἔργα</l><l n="758">ὁσσάτιόν τε καὶ οἷον ἀπώλεσε λαὸν Ἀχαιῶν</l><l n="759">μὰψ ἀτὰρ οὐ κατὰ κόσμον ἐμοὶ δʼ ἄχος, οἳ δὲ ἕκηλοι</l><l n="760">τέρπονται Κύπρίς τε καὶ ἀργυρότοξος Ἀπόλλων</l><l n="761">ἄφρονα τοῦτον ἀνέντες, ὃς οὔ τινα οἶδε θέμιστα;</l><l n="762">Ζεῦ πάτερ ἦ ῥά τί μοι κεχολώσεαι, αἴ κεν Ἄρηα</l><l n="763">λυγρῶς πεπληγυῖα μάχης ἐξαποδίωμαι;</l></q><milestone ed="p" n="764" unit="card"/><l n="764"><milestone ed="P" unit="para"/>τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·</l><q><l n="765">ἄγρει μάν οἱ ἔπορσον Ἀθηναίην ἀγελείην,</l><l n="766">ἥ ἑ μάλιστʼ εἴωθε κακῇς ὀδύνῃσι πελάζειν.</l></q><l n="767"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ λευκώλενος Ἥρη,</l><l n="768">μάστιξεν δʼ ἵππους· τὼ δʼ οὐκ ἀέκοντε πετέσθην</l><l n="769">μεσσηγὺς γαίης τε καὶ οὐρανοῦ ἀστερόεντος.</l><l n="770">ὅσσον δʼ ἠεροειδὲς ἀνὴρ ἴδεν ὀφθαλμοῖσιν</l><l n="771">ἥμενος ἐν σκοπιῇ, λεύσσων ἐπὶ οἴνοπα πόντον,</l><l n="772">τόσσον ἐπιθρῴσκουσι θεῶν ὑψηχέες ἵπποι.</l><l n="773">ἀλλʼ ὅτε δὴ Τροίην ἷξον ποταμώ τε ῥέοντε,</l><l n="774">ἧχι ῥοὰς Σιμόεις συμβάλλετον ἠδὲ Σκάμανδρος,</l><l n="775">ἔνθʼ ἵππους ἔστησε θεὰ λευκώλενος Ἥρη</l><l n="776">λύσασʼ ἐξ ὀχέων, περὶ δʼ ἠέρα πουλὺν ἔχευε·</l><l n="777">τοῖσιν δʼ ἀμβροσίην Σιμόεις ἀνέτειλε νέμεσθαι.</l><l n="778"><milestone ed="P" unit="para"/>αἳ δὲ βάτην τρήρωσι πελειάσιν ἴθμαθʼ ὁμοῖαι</l><l n="779">ἀνδράσιν Ἀργείοισιν ἀλεξέμεναι μεμαυῖαι·</l><l n="780">ἀλλʼ ὅτε δή ῥʼ ἵκανον ὅθι πλεῖστοι καὶ ἄριστοι</l><l n="781">ἕστασαν ἀμφὶ βίην Διομήδεος ἱπποδάμοιο</l><l n="782">εἰλόμενοι λείουσιν ἐοικότες ὠμοφάγοισιν</l><l n="783">ἢ συσὶ κάπροισιν, τῶν τε σθένος οὐκ ἀλαπαδνόν,</l><l n="784">ἔνθα στᾶσʼ ἤϋσε θεὰ λευκώλενος Ἥρη</l><l n="785">Στέντορι εἰσαμένη μεγαλήτορι χαλκεοφώνῳ,</l><l n="786">ὃς τόσον αὐδήσασχʼ ὅσον ἄλλοι πεντήκοντα·</l><q><l n="787">αἰδὼς Ἀργεῖοι κάκʼ ἐλέγχεα εἶδος ἀγητοί·</l><l n="788">ὄφρα μὲν ἐς πόλεμον πωλέσκετο δῖος Ἀχιλλεύς,</l><l n="789">οὐδέ ποτε Τρῶες πρὸ πυλάων Δαρδανιάων</l><l n="790">οἴχνεσκον· κείνου γὰρ ἐδείδισαν ὄβριμον ἔγχος·</l><l n="791">νῦν δὲ ἑκὰς πόλιος κοίλῃς ἐπὶ νηυσὶ μάχονται.</l><milestone ed="p" n="792" unit="card"/></q><l n="792"><milestone ed="P" unit="para"/>ὣς εἰποῦσʼ ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.</l><l n="793">Τυδεΐδῃ δʼ ἐπόρουσε θεὰ γλαυκῶπις Ἀθήνη·</l><l n="794">εὗρε δὲ τόν γε ἄνακτα παρʼ ἵπποισιν καὶ ὄχεσφιν</l><l n="795">ἕλκος ἀναψύχοντα τό μιν βάλε Πάνδαρος ἰῷ.</l><l n="796">ἱδρὼς γάρ μιν ἔτειρεν ὑπὸ πλατέος τελαμῶνος</l><l n="797">ἀσπίδος εὐκύκλου· τῷ τείρετο, κάμνε δὲ χεῖρα,</l><l n="798">ἂν δʼ ἴσχων τελαμῶνα κελαινεφὲς αἷμʼ ἀπομόργνυ.</l><l n="799">ἱππείου δὲ θεὰ ζυγοῦ ἥψατο φώνησέν τε·</l><q><l n="800">ἦ ὀλίγον οἷ παῖδα ἐοικότα γείνατο Τυδεύς.</l><l n="801">Τυδεύς τοι μικρὸς μὲν ἔην δέμας, ἀλλὰ μαχητής·</l><l n="802">καί ῥʼ ὅτε πέρ μιν ἐγὼ πολεμίζειν οὐκ εἴασκον</l><l n="803">οὐδʼ ἐκπαιφάσσειν, ὅτε τʼ ἤλυθε νόσφιν Ἀχαιῶν</l><l n="804">ἄγγελος ἐς Θήβας πολέας μετὰ Καδμείωνας·</l><l n="805">δαίνυσθαί μιν ἄνωγον ἐνὶ μεγάροισιν ἕκηλον·</l><l n="806">αὐτὰρ ὃ θυμὸν ἔχων ὃν καρτερὸν ὡς τὸ πάρος περ</l><l n="807">κούρους Καδμείων προκαλίζετο, πάντα δʼ ἐνίκα</l><l n="808">ῥηϊδίως· τοίη οἱ ἐγὼν ἐπιτάρροθος ἦα.</l><l n="809">σοὶ δʼ ἤτοι μὲν ἐγὼ παρά θʼ ἵσταμαι ἠδὲ φυλάσσω,</l><l n="810">καί σε προφρονέως κέλομαι Τρώεσσι μάχεσθαι·</l><l n="811">ἀλλά σευ ἢ κάματος πολυᾶϊξ γυῖα δέδυκεν</l><l n="812">ἤ νύ σέ που δέος ἴσχει ἀκήριον· οὐ σύ γʼ ἔπειτα</l><l n="813">Τυδέος ἔκγονός ἐσσι δαΐφρονος Οἰνεΐδαο.</l></q><l n="814"><milestone ed="P" unit="para"/>τὴν δʼ ἀπαμειβόμενος προσέφη κρατερὸς Διομήδης·</l><q><l n="815">γιγνώσκω σε θεὰ θύγατερ Διὸς αἰγιόχοιο·</l><l n="816">τώ τοι προφρονέως ἐρέω ἔπος οὐδʼ ἐπικεύσω.</l><l n="817">οὔτέ τί με δέος ἴσχει ἀκήριον οὔτέ τις ὄκνος,</l><l n="818">ἀλλʼ ἔτι σέων μέμνημαι ἐφετμέων ἃς ἐπέτειλας·</l><l n="819">οὔ μʼ εἴας μακάρεσσι θεοῖς ἀντικρὺ μάχεσθαι</l><l n="820">τοῖς ἄλλοις· ἀτὰρ εἴ κε Διὸς θυγάτηρ Ἀφροδίτη</l><l n="821">ἔλθῃσʼ ἐς πόλεμον, τήν γʼ οὐτάμεν ὀξέϊ χαλκῷ.</l><l n="822">τοὔνεκα νῦν αὐτός τʼ ἀναχάζομαι ἠδὲ καὶ ἄλλους</l><l n="823">Ἀργείους ἐκέλευσα ἀλήμεναι ἐνθάδε πάντας·</l><l n="824">γιγνώσκω γὰρ Ἄρηα μάχην ἀνὰ κοιρανέοντα.</l></q><l n="825"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη·</l><q><l n="826">Τυδεΐδη Διόμηδες ἐμῷ κεχαρισμένε θυμῷ</l><l n="827">μήτε σύ γʼ Ἄρηα τό γε δείδιθι μήτε τινʼ ἄλλον</l><l n="828">ἀθανάτων, τοίη τοι ἐγὼν ἐπιτάρροθός εἰμι·</l><l n="829">ἀλλʼ ἄγʼ ἐπʼ Ἄρηϊ πρώτῳ ἔχε μώνυχας ἵππους,</l><l n="830">τύψον δὲ σχεδίην μηδʼ ἅζεο θοῦρον Ἄρηα</l><l n="831">τοῦτον μαινόμενον, τυκτὸν κακόν, ἀλλοπρόσαλλον,</l><l n="832">ὃς πρῴην μὲν ἐμοί τε καὶ Ἥρῃ στεῦτʼ ἀγορεύων</l><l n="833">Τρωσὶ μαχήσεσθαι, ἀτὰρ Ἀργείοισιν ἀρήξειν,</l><l n="834">νῦν δὲ μετὰ Τρώεσσιν ὁμιλεῖ, τῶν δὲ λέλασται.</l><milestone ed="p" n="835" unit="card"/></q><l n="835"><milestone ed="P" unit="para"/>ὣς φαμένη Σθένελον μὲν ἀφʼ ἵππων ὦσε χαμᾶζε,</l><l n="836">χειρὶ πάλιν ἐρύσασʼ, ὃ δʼ ἄρʼ ἐμμαπέως ἀπόρουσεν·</l><l n="837">ἣ δʼ ἐς δίφρον ἔβαινε παραὶ Διομήδεα δῖον</l><l n="838">ἐμμεμαυῖα θεά· μέγα δʼ ἔβραχε φήγινος ἄξων</l><l n="839">βριθοσύνῃ· δεινὴν γὰρ ἄγεν θεὸν ἄνδρά τʼ ἄριστον.</l><l n="840">λάζετο δὲ μάστιγα καὶ ἡνία Παλλὰς Ἀθήνη·</l><l n="841">αὐτίκʼ ἐπʼ Ἄρηϊ πρώτῳ ἔχε μώνυχας ἵππους.</l><l n="842">ἤτοι ὃ μὲν Περίφαντα πελώριον ἐξενάριζεν</l><l n="843">Αἰτωλῶν ὄχʼ ἄριστον Ὀχησίου ἀγλαὸν υἱόν·</l><l n="844">τὸν μὲν Ἄρης ἐνάριζε μιαιφόνος· αὐτὰρ Ἀθήνη</l><l n="845">δῦνʼ Ἄϊδος κυνέην, μή μιν ἴδοι ὄβριμος Ἄρης.</l><l n="846"><milestone ed="P" unit="para"/>ὡς δὲ ἴδε βροτολοιγὸς Ἄρης Διομήδεα δῖον,</l><l n="847">ἤτοι ὃ μὲν Περίφαντα πελώριον αὐτόθʼ ἔασε</l><l n="848">κεῖσθαι ὅθι πρῶτον κτείνων ἐξαίνυτο θυμόν,</l><l n="849">αὐτὰρ ὃ βῆ ῥʼ ἰθὺς Διομήδεος ἱπποδάμοιο.</l><l n="850">οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες,</l><l n="851">πρόσθεν Ἄρης ὠρέξαθʼ ὑπὲρ ζυγὸν ἡνία θʼ ἵππων</l><l n="852">ἔγχεϊ χαλκείῳ μεμαὼς ἀπὸ θυμὸν ἑλέσθαι·</l><l n="853">καὶ τό γε χειρὶ λαβοῦσα θεὰ γλαυκῶπις Ἀθήνη</l><l n="854">ὦσεν ὑπὲκ δίφροιο ἐτώσιον ἀϊχθῆναι.</l><l n="855">δεύτερος αὖθʼ ὡρμᾶτο βοὴν ἀγαθὸς Διομήδης</l><l n="856">ἔγχεϊ χαλκείῳ· ἐπέρεισε δὲ Παλλὰς Ἀθήνη</l><l n="857">νείατον ἐς κενεῶνα ὅθι ζωννύσκετο μίτρῃ·</l><l n="858">τῇ ῥά μιν οὖτα τυχών, διὰ δὲ χρόα καλὸν ἔδαψεν,</l><l n="859">ἐκ δὲ δόρυ σπάσεν αὖτις· ὃ δʼ ἔβραχε χάλκεος Ἄρης</l><l n="860">ὅσσόν τʼ ἐννεάχιλοι ἐπίαχον ἢ δεκάχιλοι</l><l n="861">ἀνέρες ἐν πολέμῳ ἔριδα ξυνάγοντες Ἄρηος.</l><l n="862">τοὺς δʼ ἄρʼ ὑπὸ τρόμος εἷλεν Ἀχαιούς τε Τρῶάς τε</l><l n="863">δείσαντας· τόσον ἔβραχʼ Ἄρης ἆτος πολέμοιο.</l><milestone ed="p" n="864" unit="card"/><l n="864"><milestone ed="P" unit="para"/>οἵη δʼ ἐκ νεφέων ἐρεβεννὴ φαίνεται ἀὴρ</l><l n="865">καύματος ἐξ ἀνέμοιο δυσαέος ὀρνυμένοιο,</l><l n="866">τοῖος Τυδεΐδῃ Διομήδεϊ χάλκεος Ἄρης</l><l n="867">φαίνεθʼ ὁμοῦ νεφέεσσιν ἰὼν εἰς οὐρανὸν εὐρύν.</l><l n="868">καρπαλίμως δʼ ἵκανε θεῶν ἕδος αἰπὺν Ὄλυμπον,</l><l n="869">πὰρ δὲ Διὶ Κρονίωνι καθέζετο θυμὸν ἀχεύων,</l><l n="870">δεῖξεν δʼ ἄμβροτον αἷμα καταρρέον ἐξ ὠτειλῆς,</l><l n="871">καί ῥʼ ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="872">Ζεῦ πάτερ οὐ νεμεσίζῃ ὁρῶν τάδε καρτερὰ ἔργα;</l><l n="873">αἰεί τοι ῥίγιστα θεοὶ τετληότες εἰμὲν</l><l n="874">ἀλλήλων ἰότητι, χάριν ἄνδρεσσι φέροντες.</l><l n="875">σοὶ πάντες μαχόμεσθα· σὺ γὰρ τέκες ἄφρονα κούρην</l><l n="876">οὐλομένην, ᾗ τʼ αἰὲν ἀήσυλα ἔργα μέμηλεν.</l><l n="877">ἄλλοι μὲν γὰρ πάντες ὅσοι θεοί εἰσʼ ἐν Ὀλύμπῳ</l><l n="878">σοί τʼ ἐπιπείθονται καὶ δεδμήμεσθα ἕκαστος·</l><l n="879">ταύτην δʼ οὔτʼ ἔπεϊ προτιβάλλεαι οὔτέ τι ἔργῳ,</l><l n="880">ἀλλʼ ἀνιεῖς, ἐπεὶ αὐτὸς ἐγείναο παῖδʼ ἀΐδηλον·</l><l n="881">ἣ νῦν Τυδέος υἱὸν ὑπερφίαλον Διομήδεα</l><l n="882">μαργαίνειν ἀνέηκεν ἐπʼ ἀθανάτοισι θεοῖσι.</l><l n="883">Κύπριδα μὲν πρῶτον σχεδὸν οὔτασε χεῖρʼ ἐπὶ καρπῷ,</l><l n="884">αὐτὰρ ἔπειτʼ αὐτῷ μοι ἐπέσσυτο δαίμονι ἶσος·</l><l n="885">ἀλλά μʼ ὑπήνεικαν ταχέες πόδες· ἦ τέ κε δηρὸν</l><l n="886">αὐτοῦ πήματʼ ἔπασχον ἐν αἰνῇσιν νεκάδεσσιν,</l><l n="887">ἤ κε ζὼς ἀμενηνὸς ἔα χαλκοῖο τυπῇσι.</l></q><l n="888"><milestone ed="P" unit="para"/>τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη νεφεληγερέτα Ζεύς.</l><q><l n="889">μή τί μοι ἀλλοπρόσαλλε παρεζόμενος μινύριζε.</l><l n="890">ἔχθιστος δέ μοί ἐσσι θεῶν οἳ Ὄλυμπον ἔχουσιν·</l><l n="891">αἰεὶ γάρ τοι ἔρις τε φίλη πόλεμοί τε μάχαι τε.</l><l n="892">μητρός τοι μένος ἐστὶν ἀάσχετον οὐκ ἐπιεικτὸν</l><l n="893">Ἥρης· τὴν μὲν ἐγὼ σπουδῇ δάμνημʼ ἐπέεσσι·</l><l n="894">τώ σʼ ὀΐω κείνης τάδε πάσχειν ἐννεσίῃσιν.</l><l n="895">ἀλλʼ οὐ μάν σʼ ἔτι δηρὸν ἀνέξομαι ἄλγεʼ ἔχοντα·</l><l n="896">ἐκ γὰρ ἐμεῦ γένος ἐσσί, ἐμοὶ δέ σε γείνατο μήτηρ·</l><l n="897">εἰ δέ τευ ἐξ ἄλλου γε θεῶν γένευ ὧδʼ ἀΐδηλος</l><l n="898">καί κεν δὴ πάλαι ἦσθα ἐνέρτερος Οὐρανιώνων.</l><milestone ed="p" n="899" unit="card"/></q><l n="899"><milestone ed="P" unit="para"/>ὣς φάτο, καὶ Παιήονʼ ἀνώγειν ἰήσασθαι.</l><l n="900">τῷ δʼ ἐπὶ Παιήων ὀδυνήφατα φάρμακα πάσσων</l><l n="901">ἠκέσατʼ· οὐ μὲν γάρ τι καταθνητός γʼ ἐτέτυκτο.</l><l n="902">ὡς δʼ ὅτʼ ὀπὸς γάλα λευκὸν ἐπειγόμενος συνέπηξεν</l><l n="903">ὑγρὸν ἐόν, μάλα δʼ ὦκα περιτρέφεται κυκόωντι,</l><l n="904">ὣς ἄρα καρπαλίμως ἰήσατο θοῦρον Ἄρηα.</l><l n="905">τὸν δʼ Ἥβη λοῦσεν, χαρίεντα δὲ εἵματα ἕσσε·</l><l n="906">πὰρ δὲ Διὶ Κρονίωνι καθέζετο κύδεϊ γαίων.</l><l n="907"><milestone ed="P" unit="para"/>αἳ δʼ αὖτις πρὸς δῶμα Διὸς μεγάλοιο νέοντο</l><l n="908">Ἥρη τʼ Ἀργείη καὶ Ἀλαλκομενηῒς Ἀθήνη</l><l n="909">παύσασαι βροτολοιγὸν Ἄρηʼ ἀνδροκτασιάων.</l></div><div type="textpart" subtype="Book" n="6"><milestone ed="p" n="1" unit="card"/><l n="1"><milestone ed="P" unit="para"/>Τρώων δʼ οἰώθη καὶ Ἀχαιῶν φύλοπις αἰνή·</l><l n="2">πολλὰ δʼ ἄρʼ ἔνθα καὶ ἔνθʼ ἴθυσε μάχη πεδίοιο</l><l n="3">ἀλλήλων ἰθυνομένων χαλκήρεα δοῦρα</l><l n="4">μεσσηγὺς Σιμόεντος ἰδὲ Ξάνθοιο ῥοάων.</l><l n="5"><milestone ed="P" unit="para"/>Αἴας δὲ πρῶτος Τελαμώνιος ἕρκος Ἀχαιῶν</l><l n="6">Τρώων ῥῆξε φάλαγγα, φόως δʼ ἑτάροισιν ἔθηκεν,</l><l n="7">ἄνδρα βαλὼν ὃς ἄριστος ἐνὶ Θρῄκεσσι τέτυκτο</l><l n="8">υἱὸν Ἐϋσσώρου Ἀκάμαντʼ ἠΰν τε μέγαν τε.</l><l n="9">τόν ῥʼ ἔβαλε πρῶτος κόρυθος φάλον ἱπποδασείης,</l><l n="10">ἐν δὲ μετώπῳ πῆξε, πέρησε δʼ ἄρʼ ὀστέον εἴσω</l><l n="11">αἰχμὴ χαλκείη· τὸν δὲ σκότος ὄσσε κάλυψεν.</l><l n="12"><milestone ed="P" unit="para"/>Ἄξυλον δʼ ἄρʼ ἔπεφνε βοὴν ἀγαθὸς Διομήδης</l><l n="13">Τευθρανίδην, ὃς ἔναιεν ἐϋκτιμένῃ ἐν Ἀρίσβῃ</l><l n="14">ἀφνειὸς βιότοιο, φίλος δʼ ἦν ἀνθρώποισι.</l><l n="15">πάντας γὰρ φιλέεσκεν ὁδῷ ἔπι οἰκία ναίων.</l><l n="16">ἀλλά οἱ οὔ τις τῶν γε τότʼ ἤρκεσε λυγρὸν ὄλεθρον</l><l n="17">πρόσθεν ὑπαντιάσας, ἀλλʼ ἄμφω θυμὸν ἀπηύρα</l><l n="18">αὐτὸν καὶ θεράποντα Καλήσιον, ὅς ῥα τόθʼ ἵππων</l><l n="19">ἔσκεν ὑφηνίοχος· τὼ δʼ ἄμφω γαῖαν ἐδύτην.</l><l n="20"><milestone ed="P" unit="para"/>Δρῆσον δʼ Εὐρύαλος καὶ Ὀφέλτιον ἐξενάριξε·</l><l n="21">βῆ δὲ μετʼ Αἴσηπον καὶ Πήδασον, οὕς ποτε νύμφη</l><l n="22">νηῒς Ἀβαρβαρέη τέκʼ ἀμύμονι Βουκολίωνι.</l><l n="23">Βουκολίων δʼ ἦν υἱὸς ἀγαυοῦ Λαομέδοντος</l><l n="24">πρεσβύτατος γενεῇ, σκότιον δέ ἑ γείνατο μήτηρ·</l><l n="25">ποιμαίνων δʼ ἐπʼ ὄεσσι μίγη φιλότητι καὶ εὐνῇ,</l><l n="26">ἣ δʼ ὑποκυσαμένη διδυμάονε γείνατο παῖδε.</l><l n="27">καὶ μὲν τῶν ὑπέλυσε μένος καὶ φαίδιμα γυῖα</l><l n="28">Μηκιστηϊάδης καὶ ἀπʼ ὤμων τεύχεʼ ἐσύλα.</l><l n="29"><milestone ed="P" unit="para"/>Ἀστύαλον δʼ ἄρʼ ἔπεφνε μενεπτόλεμος Πολυποίτης·</l><l n="30">Πιδύτην δʼ Ὀδυσεὺς Περκώσιον ἐξενάριξεν</l><l n="31">ἔγχεϊ χαλκείῳ, Τεῦκρος δʼ Ἀρετάονα δῖον.</l><l n="32">Ἀντίλοχος δʼ Ἄβληρον ἐνήρατο δουρὶ φαεινῷ</l><l n="33">Νεστορίδης, Ἔλατον δὲ ἄναξ ἀνδρῶν Ἀγαμέμνων·</l><l n="34">ναῖε δὲ Σατνιόεντος ἐϋρρείταο παρʼ ὄχθας</l><l n="35">Πήδασον αἰπεινήν. Φύλακον δʼ ἕλε Λήϊτος ἥρως</l><l n="36">φεύγοντʼ· Εὐρύπυλος δὲ Μελάνθιον ἐξενάριξεν.</l><milestone ed="p" n="37" unit="card"/><l n="37"><milestone ed="P" unit="para"/>Ἄδρηστον δʼ ἄρʼ ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος</l><l n="38">ζωὸν ἕλʼ· ἵππω γάρ οἱ ἀτυζομένω πεδίοιο</l><l n="39">ὄζῳ ἔνι βλαφθέντε μυρικίνῳ ἀγκύλον ἅρμα</l><l n="40">ἄξαντʼ ἐν πρώτῳ ῥυμῷ αὐτὼ μὲν ἐβήτην</l><l n="41">πρὸς πόλιν, ᾗ περ οἱ ἄλλοι ἀτυζόμενοι φοβέοντο,</l><l n="42">αὐτὸς δʼ ἐκ δίφροιο παρὰ τροχὸν ἐξεκυλίσθη</l><l n="43">πρηνὴς ἐν κονίῃσιν ἐπὶ στόμα· πὰρ δέ οἱ ἔστη</l><l n="44">Ἀτρεΐδης Μενέλαος ἔχων δολιχόσκιον ἔγχος.</l><l n="45">Ἄδρηστος δʼ ἄρʼ ἔπειτα λαβὼν ἐλίσσετο γούνων·</l><q><l n="46">ζώγρει Ἀτρέος υἱέ, σὺ δʼ ἄξια δέξαι ἄποινα·</l><l n="47">πολλὰ δʼ ἐν ἀφνειοῦ πατρὸς κειμήλια κεῖται</l><l n="48">χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος,</l><l n="49">τῶν κέν τοι χαρίσαιτο πατὴρ ἀπερείσιʼ ἄποινα</l><l n="50">εἴ κεν ἐμὲ ζωὸν πεπύθοιτʼ ἐπὶ νηυσὶν Ἀχαιῶν.</l></q><l n="51"><milestone ed="P" unit="para"/>ὣς φάτο, τῷ δʼ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ἔπειθε·</l><l n="52">καὶ δή μιν τάχʼ ἔμελλε θοὰς ἐπὶ νῆας Ἀχαιῶν</l><l n="53">δώσειν ᾧ θεράποντι καταξέμεν· ἀλλʼ Ἀγαμέμνων</l><l n="54">ἀντίος ἦλθε θέων, καὶ ὁμοκλήσας ἔπος ηὔδα·</l><q><l n="55">ὦ πέπον ὦ Μενέλαε, τί ἢ δὲ σὺ κήδεαι οὕτως</l><l n="56">ἀνδρῶν; ἦ σοὶ ἄριστα πεποίηται κατὰ οἶκον</l><l n="57">πρὸς Τρώων; τῶν μή τις ὑπεκφύγοι αἰπὺν ὄλεθρον</l><l n="58">χεῖράς θʼ ἡμετέρας, μηδʼ ὅν τινα γαστέρι μήτηρ</l><l n="59">κοῦρον ἐόντα φέροι, μηδʼ ὃς φύγοι, ἀλλʼ ἅμα πάντες</l><l n="60">Ἰλίου ἐξαπολοίατʼ ἀκήδεστοι καὶ ἄφαντοι.</l></q><l n="61"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ἔτρεψεν ἀδελφειοῦ φρένας ἥρως</l><l n="62">αἴσιμα παρειπών· ὃ δʼ ἀπὸ ἕθεν ὤσατο χειρὶ</l><l n="63">ἥρωʼ Ἄδρηστον· τὸν δὲ κρείων Ἀγαμέμνων</l><l n="64">οὖτα κατὰ λαπάρην· ὃ δʼ ἀνετράπετʼ, Ἀτρεΐδης δὲ</l><l n="65">λὰξ ἐν στήθεσι βὰς ἐξέσπασε μείλινον ἔγχος.</l><l n="66"><milestone ed="P" unit="para"/>Νέστωρ δʼ Ἀργείοισιν ἐκέκλετο μακρὸν ἀΰσας·</l><q><l n="67">ὦ φίλοι ἥρωες Δαναοὶ θεράποντες Ἄρηος</l><l n="68">μή τις νῦν ἐνάρων ἐπιβαλλόμενος μετόπισθε</l><l n="69">μιμνέτω ὥς κε πλεῖστα φέρων ἐπὶ νῆας ἵκηται,</l><l n="70">ἀλλʼ ἄνδρας κτείνωμεν· ἔπειτα δὲ καὶ τὰ ἕκηλοι</l><l n="71">νεκροὺς ἂμ πεδίον συλήσετε τεθνηῶτας.</l><milestone ed="p" n="72" unit="card"/></q><l n="72"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.</l><l n="73">ἔνθά κεν αὖτε Τρῶες ἀρηϊφίλων ὑπʼ Ἀχαιῶν</l><l n="74">Ἴλιον εἰσανέβησαν ἀναλκείῃσι δαμέντες,</l><l n="75">εἰ μὴ ἄρʼ Αἰνείᾳ τε καὶ Ἕκτορι εἶπε παραστὰς</l><l n="76">Πριαμίδης Ἕλενος οἰωνοπόλων ὄχʼ ἄριστος·</l><q><l n="77">Αἰνεία τε καὶ Ἕκτορ, ἐπεὶ πόνος ὔμμι μάλιστα</l><l n="78">Τρώων καὶ Λυκίων ἐγκέκλιται, οὕνεκʼ ἄριστοι</l><l n="79">πᾶσαν ἐπʼ ἰθύν ἐστε μάχεσθαί τε φρονέειν τε,</l><l n="80">στῆτʼ αὐτοῦ, καὶ λαὸν ἐρυκάκετε πρὸ πυλάων</l><l n="81">πάντῃ ἐποιχόμενοι πρὶν αὖτʼ ἐν χερσὶ γυναικῶν</l><l n="82">φεύγοντας πεσέειν, δηΐοισι δὲ χάρμα γενέσθαι.</l><l n="83">αὐτὰρ ἐπεί κε φάλαγγας ἐποτρύνητον ἁπάσας,</l><l n="84">ἡμεῖς μὲν Δαναοῖσι μαχησόμεθʼ αὖθι μένοντες,</l><l n="85">καὶ μάλα τειρόμενοί περ· ἀναγκαίη γὰρ ἐπείγει·</l><l n="86">Ἕκτορ ἀτὰρ σὺ πόλιν δὲ μετέρχεο, εἰπὲ δʼ ἔπειτα</l><l n="87">μητέρι σῇ καὶ ἐμῇ· ἣ δὲ ξυνάγουσα γεραιὰς</l><l n="88">νηὸν Ἀθηναίης γλαυκώπιδος ἐν πόλει ἄκρῃ</l><l n="89">οἴξασα κληῗδι θύρας ἱεροῖο δόμοιο</l><l n="90">πέπλον, ὅς οἱ δοκέει χαριέστατος ἠδὲ μέγιστος</l><l n="91">εἶναι ἐνὶ μεγάρῳ καί οἱ πολὺ φίλτατος αὐτῇ,</l><l n="92">θεῖναι Ἀθηναίης ἐπὶ γούνασιν ἠϋκόμοιο,</l><l n="93">καί οἱ ὑποσχέσθαι δυοκαίδεκα βοῦς ἐνὶ νηῷ</l><l n="94">ἤνις ἠκέστας ἱερευσέμεν, αἴ κʼ ἐλεήσῃ</l><l n="95">ἄστύ τε καὶ Τρώων ἀλόχους καὶ νήπια τέκνα,</l><l n="96">ὥς κεν Τυδέος υἱὸν ἀπόσχῃ Ἰλίου ἱρῆς</l><l n="97">ἄγριον αἰχμητὴν κρατερὸν μήστωρα φόβοιο,</l><l n="98">ὃν δὴ ἐγὼ κάρτιστον Ἀχαιῶν φημι γενέσθαι.</l><l n="99">οὐδʼ Ἀχιλῆά ποθʼ ὧδέ γʼ ἐδείδιμεν ὄρχαμον ἀνδρῶν,</l><l n="100">ὅν πέρ φασι θεᾶς ἐξέμμεναι· ἀλλʼ ὅδε λίην</l><l n="101">μαίνεται, οὐδέ τίς οἱ δύναται μένος ἰσοφαρίζειν.</l></q><l n="102"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, Ἕκτωρ δʼ οὔ τι κασιγνήτῳ ἀπίθησεν.</l><l n="103">αὐτίκα δʼ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε,</l><l n="104">πάλλων δʼ ὀξέα δοῦρα κατὰ στρατὸν ᾤχετο πάντῃ</l><l n="105">ὀτρύνων μαχέσασθαι, ἔγειρε δὲ φύλοπιν αἰνήν.</l><l n="106">οἳ δʼ ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν·</l><l n="107">Ἀργεῖοι δʼ ὑπεχώρησαν, λῆξαν δὲ φόνοιο,</l><l n="108">φὰν δέ τινʼ ἀθανάτων ἐξ οὐρανοῦ ἀστερόεντος</l><l n="109">Τρωσὶν ἀλεξήσοντα κατελθέμεν, ὡς ἐλέλιχθεν.</l><l n="110">Ἕκτωρ δὲ Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας·</l><q><l n="111">Τρῶες ὑπέρθυμοι τηλεκλειτοί τʼ ἐπίκουροι</l><l n="112">ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς,</l><l n="113">ὄφρʼ ἂν ἐγὼ βείω προτὶ Ἴλιον, ἠδὲ γέρουσιν</l><l n="114">εἴπω βουλευτῇσι καὶ ἡμετέρῃς ἀλόχοισι</l><l n="115">δαίμοσιν ἀρήσασθαι, ὑποσχέσθαι δʼ ἑκατόμβας.</l><milestone ed="p" n="116" unit="card"/></q><l n="116"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσας ἀπέβη κορυθαίολος Ἕκτωρ·</l><l n="117">ἀμφὶ δέ μιν σφυρὰ τύπτε καὶ αὐχένα δέρμα κελαινὸν</l><l n="118">ἄντυξ ἣ πυμάτη θέεν ἀσπίδος ὀμφαλοέσσης.</l><l n="119"><milestone ed="P" unit="para"/>Γλαῦκος δʼ Ἱππολόχοιο πάϊς καὶ Τυδέος υἱὸς</l><l n="120">ἐς μέσον ἀμφοτέρων συνίτην μεμαῶτε μάχεσθαι.</l><l n="121">οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντε,</l><l n="122">τὸν πρότερος προσέειπε βοὴν ἀγαθὸς Διομήδης·</l><q><l n="123">τίς δὲ σύ ἐσσι φέριστε καταθνητῶν ἀνθρώπων;</l><l n="124">οὐ μὲν γάρ ποτʼ ὄπωπα μάχῃ ἔνι κυδιανείρῃ</l><l n="125">τὸ πρίν· ἀτὰρ μὲν νῦν γε πολὺ προβέβηκας ἁπάντων</l><l n="126">σῷ θάρσει, ὅ τʼ ἐμὸν δολιχόσκιον ἔγχος ἔμεινας·</l><l n="127">δυστήνων δέ τε παῖδες ἐμῷ μένει ἀντιόωσιν.</l><l n="128">εἰ δέ τις ἀθανάτων γε κατʼ οὐρανοῦ εἰλήλουθας,</l><l n="129">οὐκ ἂν ἔγωγε θεοῖσιν ἐπουρανίοισι μαχοίμην.</l><l n="130">οὐδὲ γὰρ οὐδὲ Δρύαντος υἱὸς κρατερὸς Λυκόοργος</l><l n="131">δὴν ἦν, ὅς ῥα θεοῖσιν ἐπουρανίοισιν ἔριζεν·</l><l n="132">ὅς ποτε μαινομένοιο Διωνύσοιο τιθήνας</l><l n="133">σεῦε κατʼ ἠγάθεον Νυσήϊον· αἳ δʼ ἅμα πᾶσαι</l><l n="134">θύσθλα χαμαὶ κατέχευαν ὑπʼ ἀνδροφόνοιο Λυκούργου</l><l n="135">θεινόμεναι βουπλῆγι· Διώνυσος δὲ φοβηθεὶς</l><l n="136">δύσεθʼ ἁλὸς κατὰ κῦμα, Θέτις δʼ ὑπεδέξατο κόλπῳ</l><l n="137">δειδιότα· κρατερὸς γὰρ ἔχε τρόμος ἀνδρὸς ὁμοκλῇ.</l><l n="138">τῷ μὲν ἔπειτʼ ὀδύσαντο θεοὶ ῥεῖα ζώοντες,</l><l n="139">καί μιν τυφλὸν ἔθηκε Κρόνου πάϊς· οὐδʼ ἄρʼ ἔτι δὴν</l><l n="140">ἦν, ἐπεὶ ἀθανάτοισιν ἀπήχθετο πᾶσι θεοῖσιν·</l><l n="141">οὐδʼ ἂν ἐγὼ μακάρεσσι θεοῖς ἐθέλοιμι μάχεσθαι.</l><l n="142">εἰ δέ τίς ἐσσι βροτῶν οἳ ἀρούρης καρπὸν ἔδουσιν,</l><l n="143">ἆσσον ἴθʼ ὥς κεν θᾶσσον ὀλέθρου πείραθʼ ἵκηαι.</l></q><l n="144"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖθʼ Ἱππολόχοιο προσηύδα φαίδιμος υἱός·</l><q><l n="145">Τυδεΐδη μεγάθυμε τί ἢ γενεὴν ἐρεείνεις;</l><l n="146">οἵη περ φύλλων γενεὴ τοίη δὲ καὶ ἀνδρῶν.</l><l n="147">φύλλα τὰ μέν τʼ ἄνεμος χαμάδις χέει, ἄλλα δέ θʼ ὕλη</l><l n="148">τηλεθόωσα φύει, ἔαρος δʼ ἐπιγίγνεται ὥρη·</l><l n="149">ὣς ἀνδρῶν γενεὴ ἣ μὲν φύει ἣ δʼ ἀπολήγει.</l><l n="150">εἰ δʼ ἐθέλεις καὶ ταῦτα δαήμεναι ὄφρʼ ἐῢ εἰδῇς</l><l n="151">ἡμετέρην γενεήν, πολλοὶ δέ μιν ἄνδρες ἴσασιν·</l><l n="152">ἔστι πόλις Ἐφύρη μυχῷ Ἄργεος ἱπποβότοιο,</l><l n="153">ἔνθα δὲ Σίσυφος ἔσκεν, ὃ κέρδιστος γένετʼ ἀνδρῶν,</l><l n="154">Σίσυφος Αἰολίδης· ὃ δʼ ἄρα Γλαῦκον τέκεθʼ υἱόν,</l><l n="155">αὐτὰρ Γλαῦκος τίκτεν ἀμύμονα Βελλεροφόντην·</l><milestone ed="p" n="156" unit="card"/><l n="156">τῷ δὲ θεοὶ κάλλός τε καὶ ἠνορέην ἐρατεινὴν</l><l n="157">ὤπασαν· αὐτάρ οἱ Προῖτος κακὰ μήσατο θυμῷ,</l><l n="158">ὅς ῥʼ ἐκ δήμου ἔλασσεν, ἐπεὶ πολὺ φέρτερος ἦεν,</l><l n="159">Ἀργείων· Ζεὺς γάρ οἱ ὑπὸ σκήπτρῳ ἐδάμασσε.</l><l n="160">τῷ δὲ γυνὴ Προίτου ἐπεμήνατο δῖʼ Ἄντεια</l><l n="161">κρυπταδίῃ φιλότητι μιγήμεναι· ἀλλὰ τὸν οὔ τι</l><l n="162">πεῖθʼ ἀγαθὰ φρονέοντα δαΐφρονα Βελλεροφόντην.</l><l n="163">ἣ δὲ ψευσαμένη Προῖτον βασιλῆα προσηύδα·</l><q><l n="164">τεθναίης ὦ Προῖτʼ, ἢ κάκτανε Βελλεροφόντην,</l><l n="165">ὅς μʼ ἔθελεν φιλότητι μιγήμεναι οὐκ ἐθελούσῃ.</l></q><l n="166">ὣς φάτο, τὸν δὲ ἄνακτα χόλος λάβεν οἷον ἄκουσε·</l><l n="167">κτεῖναι μέν ῥʼ ἀλέεινε, σεβάσσατο γὰρ τό γε θυμῷ,</l><l n="168">πέμπε δέ μιν Λυκίην δέ, πόρεν δʼ ὅ γε σήματα λυγρὰ</l><l n="169">γράψας ἐν πίνακι πτυκτῷ θυμοφθόρα πολλά,</l><l n="170">δεῖξαι δʼ ἠνώγειν ᾧ πενθερῷ ὄφρʼ ἀπόλοιτο.</l><l n="171">αὐτὰρ ὁ βῆ Λυκίην δὲ θεῶν ὑπʼ ἀμύμονι πομπῇ.</l><l n="172">ἀλλʼ ὅτε δὴ Λυκίην ἷξε Ξάνθόν τε ῥέοντα,</l><l n="173">προφρονέως μιν τῖεν ἄναξ Λυκίης εὐρείης·</l><l n="174">ἐννῆμαρ ξείνισσε καὶ ἐννέα βοῦς ἱέρευσεν.</l><l n="175">ἀλλʼ ὅτε δὴ δεκάτη ἐφάνη ῥοδοδάκτυλος Ἠὼς</l><l n="176">καὶ τότε μιν ἐρέεινε καὶ ᾔτεε σῆμα ἰδέσθαι</l><l n="177">ὅττί ῥά οἱ γαμβροῖο πάρα Προίτοιο φέροιτο.</l><l n="178">αὐτὰρ ἐπεὶ δὴ σῆμα κακὸν παρεδέξατο γαμβροῦ,</l><l n="179">πρῶτον μέν ῥα Χίμαιραν ἀμαιμακέτην ἐκέλευσε</l><l n="180">πεφνέμεν· ἣ δʼ ἄρʼ ἔην θεῖον γένος οὐδʼ ἀνθρώπων,</l><l n="181">πρόσθε λέων, ὄπιθεν δὲ δράκων, μέσση δὲ χίμαιρα,</l><l n="182">δεινὸν ἀποπνείουσα πυρὸς μένος αἰθομένοιο,</l><l n="183">καὶ τὴν μὲν κατέπεφνε θεῶν τεράεσσι πιθήσας.</l><l n="184">δεύτερον αὖ Σολύμοισι μαχέσσατο κυδαλίμοισι·</l><l n="185">καρτίστην δὴ τήν γε μάχην φάτο δύμεναι ἀνδρῶν.</l><l n="186">τὸ τρίτον αὖ κατέπεφνεν Ἀμαζόνας ἀντιανείρας.</l><l n="187">τῷ δʼ ἄρʼ ἀνερχομένῳ πυκινὸν δόλον ἄλλον ὕφαινε·</l><l n="188">κρίνας ἐκ Λυκίης εὐρείης φῶτας ἀρίστους</l><l n="189">εἷσε λόχον· τοὶ δʼ οὔ τι πάλιν οἶκον δὲ νέοντο·</l><l n="190">πάντας γὰρ κατέπεφνεν ἀμύμων Βελλεροφόντης.</l><milestone ed="p" n="191" unit="card"/><l n="191">ἀλλʼ ὅτε δὴ γίγνωσκε θεοῦ γόνον ἠῢν ἐόντα</l><l n="192">αὐτοῦ μιν κατέρυκε, δίδου δʼ ὅ γε θυγατέρα ἥν,</l><l n="193">δῶκε δέ οἱ τιμῆς βασιληΐδος ἥμισυ πάσης·</l><l n="194">καὶ μέν οἱ Λύκιοι τέμενος τάμον ἔξοχον ἄλλων</l><l n="195">καλὸν φυταλιῆς καὶ ἀρούρης, ὄφρα νέμοιτο.</l><l n="196">ἣ δʼ ἔτεκε τρία τέκνα δαΐφρονι Βελλεροφόντῃ</l><l n="197">Ἴσανδρόν τε καὶ Ἱππόλοχον καὶ Λαοδάμειαν.</l><l n="198">Λαοδαμείῃ μὲν παρελέξατο μητίετα Ζεύς,</l><l n="199">ἣ δʼ ἔτεκʼ ἀντίθεον Σαρπηδόνα χαλκοκορυστήν.</l><l n="200">ἀλλʼ ὅτε δὴ καὶ κεῖνος ἀπήχθετο πᾶσι θεοῖσιν,</l><l n="201">ἤτοι ὃ κὰπ πεδίον τὸ Ἀλήϊον οἶος ἀλᾶτο</l><l n="202">ὃν θυμὸν κατέδων, πάτον ἀνθρώπων ἀλεείνων·</l><l n="203">Ἴσανδρον δέ οἱ υἱὸν Ἄρης ἆτος πολέμοιο</l><l n="204">μαρνάμενον Σολύμοισι κατέκτανε κυδαλίμοισι·</l><l n="205">τὴν δὲ χολωσαμένη χρυσήνιος Ἄρτεμις ἔκτα.</l><l n="206">Ἱππόλοχος δέ μʼ ἔτικτε, καὶ ἐκ τοῦ φημι γενέσθαι·</l><l n="207">πέμπε δέ μʼ ἐς Τροίην, καί μοι μάλα πόλλʼ ἐπέτελλεν</l><l n="208">αἰὲν ἀριστεύειν καὶ ὑπείροχον ἔμμεναι ἄλλων,</l><l n="209">μηδὲ γένος πατέρων αἰσχυνέμεν, οἳ μέγʼ ἄριστοι</l><l n="210">ἔν τʼ Ἐφύρῃ ἐγένοντο καὶ ἐν Λυκίῃ εὐρείῃ.</l><l n="211">ταύτης τοι γενεῆς τε καὶ αἵματος εὔχομαι εἶναι.</l></q><l n="212"><milestone ed="P" unit="para"/>ὣς φάτο, γήθησεν δὲ βοὴν ἀγαθὸς Διομήδης·</l><l n="213">ἔγχος μὲν κατέπηξεν ἐπὶ χθονὶ πουλυβοτείρῃ,</l><l n="214">αὐτὰρ ὃ μειλιχίοισι προσηύδα ποιμένα λαῶν·</l><q><l n="215">ἦ ῥά νύ μοι ξεῖνος πατρώϊός ἐσσι παλαιός·</l><l n="216">Οἰνεὺς γάρ ποτε δῖος ἀμύμονα Βελλεροφόντην</l><l n="217">ξείνισʼ ἐνὶ μεγάροισιν ἐείκοσιν ἤματʼ ἐρύξας·</l><l n="218">οἳ δὲ καὶ ἀλλήλοισι πόρον ξεινήϊα καλά·</l><l n="219">Οἰνεὺς μὲν ζωστῆρα δίδου φοίνικι φαεινόν,</l><l n="220">Βελλεροφόντης δὲ χρύσεον δέπας ἀμφικύπελλον</l><l n="221">καί μιν ἐγὼ κατέλειπον ἰὼν ἐν δώμασʼ ἐμοῖσι.</l><l n="222">Τυδέα δʼ οὐ μέμνημαι, ἐπεί μʼ ἔτι τυτθὸν ἐόντα</l><l n="223">κάλλιφʼ, ὅτʼ ἐν Θήβῃσιν ἀπώλετο λαὸς Ἀχαιῶν.</l><l n="224">τὼ νῦν σοὶ μὲν ἐγὼ ξεῖνος φίλος Ἄργεϊ μέσσῳ</l><l n="225">εἰμί, σὺ δʼ ἐν Λυκίῃ ὅτε κεν τῶν δῆμον ἵκωμαι.</l><l n="226">ἔγχεα δʼ ἀλλήλων ἀλεώμεθα καὶ διʼ ὁμίλου·</l><l n="227">πολλοὶ μὲν γὰρ ἐμοὶ Τρῶες κλειτοί τʼ ἐπίκουροι</l><l n="228">κτείνειν ὅν κε θεός γε πόρῃ καὶ ποσσὶ κιχείω,</l><l n="229">πολλοὶ δʼ αὖ σοὶ Ἀχαιοὶ ἐναιρέμεν ὅν κε δύνηαι.</l><l n="230">τεύχεα δʼ ἀλλήλοις ἐπαμείψομεν, ὄφρα καὶ οἵδε</l><l n="231">γνῶσιν ὅτι ξεῖνοι πατρώϊοι εὐχόμεθʼ εἶναι.</l><milestone ed="p" n="232" unit="card"/></q><l n="232"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσαντε καθʼ ἵππων ἀΐξαντε</l><l n="233">χεῖράς τʼ ἀλλήλων λαβέτην καὶ πιστώσαντο·</l><l n="234">ἔνθʼ αὖτε Γλαύκῳ Κρονίδης φρένας ἐξέλετο Ζεύς,</l><l n="235">ὃς πρὸς Τυδεΐδην Διομήδεα τεύχεʼ ἄμειβε</l><l n="236">χρύσεα χαλκείων, ἑκατόμβοιʼ ἐννεαβοίων.</l><l n="237"><milestone ed="P" unit="para"/>Ἕκτωρ δʼ ὡς Σκαιάς τε πύλας καὶ φηγὸν ἵκανεν,</l><l n="238">ἀμφʼ ἄρα μιν Τρώων ἄλοχοι θέον ἠδὲ θύγατρες</l><l n="239">εἰρόμεναι παῖδάς τε κασιγνήτους τε ἔτας τε</l><l n="240">καὶ πόσιας· ὃ δʼ ἔπειτα θεοῖς εὔχεσθαι ἀνώγει</l><l n="241">πάσας ἑξείης· πολλῇσι δὲ κήδεʼ ἐφῆπτο.</l><l n="242"><milestone ed="P" unit="para"/>ἀλλʼ ὅτε δὴ Πριάμοιο δόμον περικαλλέʼ ἵκανε</l><l n="243">ξεστῇς αἰθούσῃσι τετυγμένον· αὐτὰρ ἐν αὐτῷ</l><l n="244">πεντήκοντʼ ἔνεσαν θάλαμοι ξεστοῖο λίθοιο</l><l n="245">πλησίον ἀλλήλων δεδμημένοι, ἔνθα δὲ παῖδες</l><l n="246">κοιμῶντο Πριάμοιο παρὰ μνηστῇς ἀλόχοισι,</l><l n="247">κουράων δʼ ἑτέρωθεν ἐναντίοι ἔνδοθεν αὐλῆς</l><l n="248">δώδεκʼ ἔσαν τέγεοι θάλαμοι ξεστοῖο λίθοιο</l><l n="249">πλησίον ἀλλήλων δεδμημένοι, ἔνθα δὲ γαμβροὶ</l><l n="250">κοιμῶντο Πριάμοιο παρʼ αἰδοίῃς ἀλόχοισιν·</l><l n="251">ἔνθά οἱ ἠπιόδωρος ἐναντίη ἤλυθε μήτηρ</l><l n="252">Λαοδίκην ἐσάγουσα θυγατρῶν εἶδος ἀρίστην·</l><l n="253">ἔν τʼ ἄρα οἱ φῦ χειρὶ ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·</l><q><l n="254">τέκνον τίπτε λιπὼν πόλεμον θρασὺν εἰλήλουθας;</l><l n="255">ἦ μάλα δὴ τείρουσι δυσώνυμοι υἷες Ἀχαιῶν</l><l n="256">μαρνάμενοι περὶ ἄστυ· σὲ δʼ ἐνθάδε θυμὸς ἀνῆκεν</l><l n="257">ἐλθόντʼ ἐξ ἄκρης πόλιος Διὶ χεῖρας ἀνασχεῖν.</l><l n="258">ἀλλὰ μένʼ ὄφρά κέ τοι μελιηδέα οἶνον ἐνείκω,</l><l n="259">ὡς σπείσῃς Διὶ πατρὶ καὶ ἄλλοις ἀθανάτοισι</l><l n="260">πρῶτον, ἔπειτα δὲ καὐτὸς ὀνήσεαι αἴ κε πίῃσθα.</l><l n="261">ἀνδρὶ δὲ κεκμηῶτι μένος μέγα οἶνος ἀέξει,</l><l n="262">ὡς τύνη κέκμηκας ἀμύνων σοῖσιν ἔτῃσι.</l><milestone ed="p" n="263" unit="card"/></q><l n="263"><milestone ed="P" unit="para"/>τὴν δʼ ἠμείβετʼ ἔπειτα μέγας κορυθαίολος Ἕκτωρ·</l><q><l n="264">μή μοι οἶνον ἄειρε μελίφρονα πότνια μῆτερ,</l><l n="265">μή μʼ ἀπογυιώσῃς μένεος, ἀλκῆς τε λάθωμαι·</l><l n="266">χερσὶ δʼ ἀνίπτοισιν Διὶ λείβειν αἴθοπα οἶνον</l><l n="267">ἅζομαι· οὐδέ πῃ ἔστι κελαινεφέϊ Κρονίωνι</l><l n="268">αἵματι καὶ λύθρῳ πεπαλαγμένον εὐχετάασθαι.</l><l n="269">ἀλλὰ σὺ μὲν πρὸς νηὸν Ἀθηναίης ἀγελείης</l><l n="270">ἔρχεο σὺν θυέεσσιν ἀολλίσσασα γεραιάς·</l><l n="271">πέπλον δʼ, ὅς τίς τοι χαριέστατος ἠδὲ μέγιστος</l><l n="272">ἔστιν ἐνὶ μεγάρῳ καί τοι πολὺ φίλτατος αὐτῇ,</l><l n="273">τὸν θὲς Ἀθηναίης ἐπὶ γούνασιν ἠϋκόμοιο,</l><l n="274">καί οἱ ὑποσχέσθαι δυοκαίδεκα βοῦς ἐνὶ νηῷ</l><l n="275">ἤνις ἠκέστας ἱερευσέμεν, αἴ κʼ ἐλεήσῃ</l><l n="276">ἄστύ τε καὶ Τρώων ἀλόχους καὶ νήπια τέκνα,</l><l n="277">αἴ κεν Τυδέος υἱὸν ἀπόσχῃ Ἰλίου ἱρῆς</l><l n="278">ἄγριον αἰχμητὴν κρατερὸν μήστωρα φόβοιο.</l><l n="279">ἀλλὰ σὺ μὲν πρὸς νηὸν Ἀθηναίης ἀγελείης</l><l n="280">ἔρχευ, ἐγὼ δὲ Πάριν μετελεύσομαι ὄφρα καλέσσω</l><l n="281">αἴ κʼ ἐθέλῃσʼ εἰπόντος ἀκουέμεν· ὥς κέ οἱ αὖθι</l><l n="282">γαῖα χάνοι· μέγα γάρ μιν Ὀλύμπιος ἔτρεφε πῆμα</l><l n="283">Τρωσί τε καὶ Πριάμῳ μεγαλήτορι τοῖό τε παισίν.</l><l n="284">εἰ κεῖνόν γε ἴδοιμι κατελθόντʼ Ἄϊδος εἴσω</l><l n="285">φαίην κε φρένʼ ἀτέρπου ὀϊζύος ἐκλελαθέσθαι.</l></q><l n="286"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, ἣ δὲ μολοῦσα ποτὶ μέγαρʼ ἀμφιπόλοισι</l><l n="287">κέκλετο· ταὶ δʼ ἄρʼ ἀόλλισσαν κατὰ ἄστυ γεραιάς.</l><l n="288">αὐτὴ δʼ ἐς θάλαμον κατεβήσετο κηώεντα,</l><l n="289">ἔνθʼ ἔσάν οἱ πέπλοι παμποίκιλα ἔργα γυναικῶν</l><l n="290">Σιδονίων, τὰς αὐτὸς Ἀλέξανδρος θεοειδὴς</l><l n="291">ἤγαγε Σιδονίηθεν ἐπιπλὼς εὐρέα πόντον,</l><l n="292">τὴν ὁδὸν ἣν Ἑλένην περ ἀνήγαγεν εὐπατέρειαν·</l><l n="293">τῶν ἕνʼ ἀειραμένη Ἑκάβη φέρε δῶρον Ἀθήνῃ,</l><l n="294">ὃς κάλλιστος ἔην ποικίλμασιν ἠδὲ μέγιστος,</l><l n="295">ἀστὴρ δʼ ὣς ἀπέλαμπεν· ἔκειτο δὲ νείατος ἄλλων.</l><l n="296">βῆ δʼ ἰέναι, πολλαὶ δὲ μετεσσεύοντο γεραιαί.</l><milestone ed="p" n="297" unit="card"/><l n="297"><milestone ed="P" unit="para"/>αἱ δʼ ὅτε νηὸν ἵκανον Ἀθήνης ἐν πόλει ἄκρῃ,</l><l n="298">τῇσι θύρας ὤϊξε Θεανὼ καλλιπάρῃος</l><l n="299">Κισσηῒς ἄλοχος Ἀντήνορος ἱπποδάμοιο·</l><l n="300">τὴν γὰρ Τρῶες ἔθηκαν Ἀθηναίης ἱέρειαν.</l><l n="301">αἳ δʼ ὀλολυγῇ πᾶσαι Ἀθήνῃ χεῖρας ἀνέσχον·</l><l n="302">ἣ δʼ ἄρα πέπλον ἑλοῦσα Θεανὼ καλλιπάρῃος</l><l n="303">θῆκεν Ἀθηναίης ἐπὶ γούνασιν ἠϋκόμοιο,</l><l n="304">εὐχομένη δʼ ἠρᾶτο Διὸς κούρῃ μεγάλοιο·</l><q><l n="305">πότνιʼ Ἀθηναίη ἐρυσίπτολι δῖα θεάων</l><l n="306">ἆξον δὴ ἔγχος Διομήδεος, ἠδὲ καὶ αὐτὸν</l><l n="307">πρηνέα δὸς πεσέειν Σκαιῶν προπάροιθε πυλάων,</l><l n="308">ὄφρά τοι αὐτίκα νῦν δυοκαίδεκα βοῦς ἐνὶ νηῷ</l><l n="309">ἤνις ἠκέστας ἱερεύσομεν, αἴ κʼ ἐλεήσῃς</l><l n="310">ἄστύ τε καὶ Τρώων ἀλόχους καὶ νήπια τέκνα.</l></q><l n="311"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ εὐχομένη, ἀνένευε δὲ Παλλὰς Ἀθήνη.</l><l n="312">ὣς αἳ μέν ῥʼ εὔχοντο Διὸς κούρῃ μεγάλοιο,</l><l n="313">Ἕκτωρ δὲ πρὸς δώματʼ Ἀλεξάνδροιο βεβήκει</l><l n="314">καλά, τά ῥʼ αὐτὸς ἔτευξε σὺν ἀνδράσιν οἳ τότʼ ἄριστοι</l><l n="315">ἦσαν ἐνὶ Τροίῃ ἐριβώλακι τέκτονες ἄνδρες,</l><l n="316">οἵ οἱ ἐποίησαν θάλαμον καὶ δῶμα καὶ αὐλὴν</l><l n="317">ἐγγύθι τε Πριάμοιο καὶ Ἕκτορος ἐν πόλει ἄκρῃ.</l><l n="318">ἔνθʼ Ἕκτωρ εἰσῆλθε Διῒ φίλος, ἐν δʼ ἄρα χειρὶ</l><l n="319">ἔγχος ἔχʼ ἑνδεκάπηχυ· πάροιθε δὲ λάμπετο δουρὸς</l><l n="320">αἰχμὴ χαλκείη, περὶ δὲ χρύσεος θέε πόρκης.</l><l n="321">τὸν δʼ εὗρʼ ἐν θαλάμῳ περικαλλέα τεύχεʼ ἕποντα</l><l n="322">ἀσπίδα καὶ θώρηκα, καὶ ἀγκύλα τόξʼ ἁφόωντα·</l><l n="323">Ἀργείη δʼ Ἑλένη μετʼ ἄρα δμῳῇσι γυναιξὶν</l><l n="324">ἧστο καὶ ἀμφιπόλοισι περικλυτὰ ἔργα κέλευε.</l><l n="325">τὸν δʼ Ἕκτωρ νείκεσσεν ἰδὼν αἰσχροῖς ἐπέεσσι·</l><q><l n="326">δαιμόνιʼ οὐ μὲν καλὰ χόλον τόνδʼ ἔνθεο θυμῷ,</l><l n="327">λαοὶ μὲν φθινύθουσι περὶ πτόλιν αἰπύ τε τεῖχος</l><l n="328">μαρνάμενοι· σέο δʼ εἵνεκʼ ἀϋτή τε πτόλεμός τε</l><l n="329">ἄστυ τόδʼ ἀμφιδέδηε· σὺ δʼ ἂν μαχέσαιο καὶ ἄλλῳ,</l><l n="330">ὅν τινά που μεθιέντα ἴδοις στυγεροῦ πολέμοιο.</l><l n="331">ἀλλʼ ἄνα μὴ τάχα ἄστυ πυρὸς δηΐοιο θέρηται.</l></q><milestone ed="p" n="332" unit="card"/><l n="332"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτε προσέειπεν Ἀλέξανδρος θεοειδής·</l><q><l n="333">Ἕκτορ ἐπεί με κατʼ αἶσαν ἐνείκεσας οὐδʼ ὑπὲρ αἶσαν,</l><l n="334">τοὔνεκά τοι ἐρέω· σὺ δὲ σύνθεο καί μευ ἄκουσον·</l><l n="335">οὔ τοι ἐγὼ Τρώων τόσσον χόλῳ οὐδὲ νεμέσσι</l><l n="336">ἥμην ἐν θαλάμῳ, ἔθελον δʼ ἄχεϊ προτραπέσθαι.</l><l n="337">νῦν δέ με παρειποῦσʼ ἄλοχος μαλακοῖς ἐπέεσσιν</l><l n="338">ὅρμησʼ ἐς πόλεμον· δοκέει δέ μοι ὧδε καὶ αὐτῷ</l><l n="339">λώϊον ἔσσεσθαι· νίκη δʼ ἐπαμείβεται ἄνδρας.</l><l n="340">ἀλλʼ ἄγε νῦν ἐπίμεινον, Ἀρήϊα τεύχεα δύω·</l><l n="341">ἢ ἴθʼ, ἐγὼ δὲ μέτειμι· κιχήσεσθαι δέ σʼ ὀΐω.</l></q><l n="342"><milestone ed="P" unit="para"/>ὣς φάτο, τὸν δʼ οὔ τι προσέφη κορυθαίολος Ἕκτωρ·</l><l n="343">τὸν δʼ Ἑλένη μύθοισι προσηύδα μειλιχίοισι·</l><q><l n="344">δᾶερ ἐμεῖο κυνὸς κακομηχάνου ὀκρυοέσσης,</l><l n="345">ὥς μʼ ὄφελʼ ἤματι τῷ ὅτε με πρῶτον τέκε μήτηρ</l><l n="346">οἴχεσθαι προφέρουσα κακὴ ἀνέμοιο θύελλα</l><l n="347">εἰς ὄρος ἢ εἰς κῦμα πολυφλοίσβοιο θαλάσσης,</l><l n="348">ἔνθά με κῦμʼ ἀπόερσε πάρος τάδε ἔργα γενέσθαι.</l><l n="349">αὐτὰρ ἐπεὶ τάδε γʼ ὧδε θεοὶ κακὰ τεκμήραντο,</l><l n="350">ἀνδρὸς ἔπειτʼ ὤφελλον ἀμείνονος εἶναι ἄκοιτις,</l><l n="351">ὃς ᾔδη νέμεσίν τε καὶ αἴσχεα πόλλʼ ἀνθρώπων.</l><l n="352">τούτῳ δʼ οὔτʼ ἂρ νῦν φρένες ἔμπεδοι οὔτʼ ἄρʼ ὀπίσσω</l><l n="353">ἔσσονται· τὼ καί μιν ἐπαυρήσεσθαι ὀΐω.</l><l n="354">ἀλλʼ ἄγε νῦν εἴσελθε καὶ ἕζεο τῷδʼ ἐπὶ δίφρῳ</l><l n="355">δᾶερ, ἐπεί σε μάλιστα πόνος φρένας ἀμφιβέβηκεν</l><l n="356">εἵνεκʼ ἐμεῖο κυνὸς καὶ Ἀλεξάνδρου ἕνεκʼ ἄτης,</l><l n="357">οἷσιν ἐπὶ Ζεὺς θῆκε κακὸν μόρον, ὡς καὶ ὀπίσσω</l><l n="358">ἀνθρώποισι πελώμεθʼ ἀοίδιμοι ἐσσομένοισι.</l></q><l n="359"><milestone ed="P" unit="para"/>τὴν δʼ ἠμείβετʼ ἔπειτα μέγας κορυθαίολος Ἕκτωρ</l><q><l n="360">μή με κάθιζʼ Ἑλένη φιλέουσά περ· οὐδέ με πείσεις·</l><l n="361">ἤδη γάρ μοι θυμὸς ἐπέσσυται ὄφρʼ ἐπαμύνω</l><l n="362">Τρώεσσʼ, οἳ μέγʼ ἐμεῖο ποθὴν ἀπεόντος ἔχουσιν.</l><l n="363">ἀλλὰ σύ γʼ ὄρνυθι τοῦτον, ἐπειγέσθω δὲ καὶ αὐτός,</l><l n="364">ὥς κεν ἔμʼ ἔντοσθεν πόλιος καταμάρψῃ ἐόντα.</l><l n="365">καὶ γὰρ ἐγὼν οἶκον δὲ ἐλεύσομαι ὄφρα ἴδωμαι</l><l n="366">οἰκῆας ἄλοχόν τε φίλην καὶ νήπιον υἱόν.</l><l n="367">οὐ γὰρ οἶδʼ εἰ ἔτι σφιν ὑπότροπος ἵξομαι αὖτις,</l><l n="368">ἦ ἤδη μʼ ὑπὸ χερσὶ θεοὶ δαμόωσιν Ἀχαιῶν.</l><milestone ed="p" n="369" unit="card"/></q><l n="369"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσας ἀπέβη κορυθαίολος Ἕκτωρ·</l><l n="370">αἶψα δʼ ἔπειθʼ ἵκανε δόμους εὖ ναιετάοντας,</l><l n="371">οὐδʼ εὗρʼ Ἀνδρομάχην λευκώλενον ἐν μεγάροισιν,</l><l n="372">ἀλλʼ ἥ γε ξὺν παιδὶ καὶ ἀμφιπόλῳ ἐϋπέπλῳ</l><l n="373">πύργῳ ἐφεστήκει γοόωσά τε μυρομένη τε.</l><l n="374">Ἕκτωρ δʼ ὡς οὐκ ἔνδον ἀμύμονα τέτμεν ἄκοιτιν</l><l n="375">ἔστη ἐπʼ οὐδὸν ἰών, μετὰ δὲ δμῳῇσιν ἔειπεν·</l><q><l n="376">εἰ δʼ ἄγε μοι δμῳαὶ νημερτέα μυθήσασθε·</l><l n="377">πῇ ἔβη Ἀνδρομάχη λευκώλενος ἐκ μεγάροιο;</l><l n="378">ἠέ πῃ ἐς γαλόων ἢ εἰνατέρων ἐϋπέπλων</l><l n="379">ἢ ἐς Ἀθηναίης ἐξοίχεται, ἔνθά περ ἄλλαι</l><l n="380">Τρῳαὶ ἐϋπλόκαμοι δεινὴν θεὸν ἱλάσκονται;</l></q><l n="381"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτʼ ὀτρηρὴ ταμίη πρὸς μῦθον ἔειπεν·</l><q><l n="382">Ἕκτορ ἐπεὶ μάλʼ ἄνωγας ἀληθέα μυθήσασθαι,</l><l n="383">οὔτέ πῃ ἐς γαλόων οὔτʼ εἰνατέρων ἐϋπέπλων</l><l n="384">οὔτʼ ἐς Ἀθηναίης ἐξοίχεται, ἔνθά περ ἄλλαι</l><l n="385">Τρῳαὶ ἐϋπλόκαμοι δεινὴν θεὸν ἱλάσκονται,</l><l n="386">ἀλλʼ ἐπὶ πύργον ἔβη μέγαν Ἰλίου, οὕνεκʼ ἄκουσε</l><l n="387">τείρεσθαι Τρῶας, μέγα δὲ κράτος εἶναι Ἀχαιῶν.</l><l n="388">ἣ μὲν δὴ πρὸς τεῖχος ἐπειγομένη ἀφικάνει</l><l n="389">μαινομένῃ ἐϊκυῖα· φέρει δʼ ἅμα παῖδα τιθήνη.</l></q><l n="390"><milestone ed="P" unit="para"/>ἦ ῥα γυνὴ ταμίη, ὃ δʼ ἀπέσσυτο δώματος Ἕκτωρ</l><l n="391">τὴν αὐτὴν ὁδὸν αὖτις ἐϋκτιμένας κατʼ ἀγυιάς.</l><l n="392">εὖτε πύλας ἵκανε διερχόμενος μέγα ἄστυ</l><l n="393">Σκαιάς, τῇ ἄρʼ ἔμελλε διεξίμεναι πεδίον δέ,</l><l n="394">ἔνθʼ ἄλοχος πολύδωρος ἐναντίη ἦλθε θέουσα</l><l n="395">Ἀνδρομάχη θυγάτηρ μεγαλήτορος Ἠετίωνος</l><l n="396">Ἠετίων ὃς ἔναιεν ὑπὸ Πλάκῳ ὑληέσσῃ</l><l n="397">Θήβῃ Ὑποπλακίῃ Κιλίκεσσʼ ἄνδρεσσιν ἀνάσσων·</l><l n="398">τοῦ περ δὴ θυγάτηρ ἔχεθʼ Ἕκτορι χαλκοκορυστῇ.</l><l n="399">ἥ οἱ ἔπειτʼ ἤντησʼ, ἅμα δʼ ἀμφίπολος κίεν αὐτῇ</l><l n="400">παῖδʼ ἐπὶ κόλπῳ ἔχουσʼ ἀταλάφρονα νήπιον αὔτως</l><l n="401">Ἑκτορίδην ἀγαπητὸν ἀλίγκιον ἀστέρι καλῷ,</l><l n="402">τόν ῥʼ Ἕκτωρ καλέεσκε Σκαμάνδριον, αὐτὰρ οἱ ἄλλοι</l><l n="403">Ἀστυάνακτʼ· οἶος γὰρ ἐρύετο Ἴλιον Ἕκτωρ.</l><l n="404">ἤτοι ὃ μὲν μείδησεν ἰδὼν ἐς παῖδα σιωπῇ·</l><l n="405">Ἀνδρομάχη δέ οἱ ἄγχι παρίστατο δάκρυ χέουσα,</l><l n="406">ἔν τʼ ἄρα οἱ φῦ χειρὶ ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·</l><q><l n="407">δαιμόνιε φθίσει σε τὸ σὸν μένος, οὐδʼ ἐλεαίρεις</l><l n="408">παῖδά τε νηπίαχον καὶ ἔμʼ ἄμμορον, ἣ τάχα χήρη</l><l n="409">σεῦ ἔσομαι· τάχα γάρ σε κατακτανέουσιν Ἀχαιοὶ</l><l n="410">πάντες ἐφορμηθέντες· ἐμοὶ δέ κε κέρδιον εἴη</l><l n="411">σεῦ ἀφαμαρτούσῃ χθόνα δύμεναι· οὐ γὰρ ἔτʼ ἄλλη</l><l n="412">ἔσται θαλπωρὴ ἐπεὶ ἂν σύ γε πότμον ἐπίσπῃς</l><l n="413">ἀλλʼ ἄχεʼ· οὐδέ μοι ἔστι πατὴρ καὶ πότνια μήτηρ.</l><milestone ed="p" n="414" unit="card"/><l n="414">ἤτοι γὰρ πατέρʼ ἁμὸν ἀπέκτανε δῖος Ἀχιλλεύς,</l><l n="415">ἐκ δὲ πόλιν πέρσεν Κιλίκων εὖ ναιετάουσαν</l><l n="416">Θήβην ὑψίπυλον· κατὰ δʼ ἔκτανεν Ἠετίωνα,</l><l n="417">οὐδέ μιν ἐξενάριξε, σεβάσσατο γὰρ τό γε θυμῷ,</l><l n="418">ἀλλʼ ἄρα μιν κατέκηε σὺν ἔντεσι δαιδαλέοισιν</l><l n="419">ἠδʼ ἐπὶ σῆμʼ ἔχεεν· περὶ δὲ πτελέας ἐφύτευσαν</l><l n="420">νύμφαι ὀρεστιάδες κοῦραι Διὸς αἰγιόχοιο.</l><l n="421">οἳ δέ μοι ἑπτὰ κασίγνητοι ἔσαν ἐν μεγάροισιν</l><l n="422">οἳ μὲν πάντες ἰῷ κίον ἤματι Ἄϊδος εἴσω·</l><l n="423">πάντας γὰρ κατέπεφνε ποδάρκης δῖος Ἀχιλλεὺς</l><l n="424">βουσὶν ἐπʼ εἰλιπόδεσσι καὶ ἀργεννῇς ὀΐεσσι.</l><l n="425">μητέρα δʼ, ἣ βασίλευεν ὑπὸ Πλάκῳ ὑληέσσῃ,</l><l n="426">τὴν ἐπεὶ ἂρ δεῦρʼ ἤγαγʼ ἅμʼ ἄλλοισι κτεάτεσσιν,</l><l n="427">ἂψ ὅ γε τὴν ἀπέλυσε λαβὼν ἀπερείσιʼ ἄποινα,</l><l n="428">πατρὸς δʼ ἐν μεγάροισι βάλʼ Ἄρτεμις ἰοχέαιρα.</l><l n="429">Ἕκτορ ἀτὰρ σύ μοί ἐσσι πατὴρ καὶ πότνια μήτηρ</l><l n="430">ἠδὲ κασίγνητος, σὺ δέ μοι θαλερὸς παρακοίτης·</l><l n="431">ἀλλʼ ἄγε νῦν ἐλέαιρε καὶ αὐτοῦ μίμνʼ ἐπὶ πύργῳ,</l><l n="432">μὴ παῖδʼ ὀρφανικὸν θήῃς χήρην τε γυναῖκα·</l><l n="433">λαὸν δὲ στῆσον παρʼ ἐρινεόν, ἔνθα μάλιστα</l><l n="434">ἀμβατός ἐστι πόλις καὶ ἐπίδρομον ἔπλετο τεῖχος.</l><l n="435">τρὶς γὰρ τῇ γʼ ἐλθόντες ἐπειρήσανθʼ οἱ ἄριστοι</l><l n="436">ἀμφʼ Αἴαντε δύω καὶ ἀγακλυτὸν Ἰδομενῆα</l><l n="437">ἠδʼ ἀμφʼ Ἀτρεΐδας καὶ Τυδέος ἄλκιμον υἱόν·</l><l n="438">ἤ πού τίς σφιν ἔνισπε θεοπροπίων ἐῢ εἰδώς,</l><l n="439">ἤ νυ καὶ αὐτῶν θυμὸς ἐποτρύνει καὶ ἀνώγει.</l></q><l n="440"><milestone ed="P" unit="para"/>τὴν δʼ αὖτε προσέειπε μέγας κορυθαίολος Ἕκτωρ·</l><q><l n="441">ἦ καὶ ἐμοὶ τάδε πάντα μέλει γύναι· ἀλλὰ μάλʼ αἰνῶς</l><l n="442">αἰδέομαι Τρῶας καὶ Τρῳάδας ἑλκεσιπέπλους,</l><l n="443">αἴ κε κακὸς ὣς νόσφιν ἀλυσκάζω πολέμοιο·</l><l n="444">οὐδέ με θυμὸς ἄνωγεν, ἐπεὶ μάθον ἔμμεναι ἐσθλὸς</l><l n="445">αἰεὶ καὶ πρώτοισι μετὰ Τρώεσσι μάχεσθαι</l><l n="446">ἀρνύμενος πατρός τε μέγα κλέος ἠδʼ ἐμὸν αὐτοῦ.</l><l n="447">εὖ γὰρ ἐγὼ τόδε οἶδα κατὰ φρένα καὶ κατὰ θυμόν·</l><l n="448">ἔσσεται ἦμαρ ὅτʼ ἄν ποτʼ ὀλώλῃ Ἴλιος ἱρὴ</l><l n="449">καὶ Πρίαμος καὶ λαὸς ἐϋμμελίω Πριάμοιο.</l><l n="450">ἀλλʼ οὔ μοι Τρώων τόσσον μέλει ἄλγος ὀπίσσω,</l><l n="451">οὔτʼ αὐτῆς Ἑκάβης οὔτε Πριάμοιο ἄνακτος</l><l n="452">οὔτε κασιγνήτων, οἵ κεν πολέες τε καὶ ἐσθλοὶ</l><l n="453">ἐν κονίῃσι πέσοιεν ὑπʼ ἀνδράσι δυσμενέεσσιν,</l><l n="454">ὅσσον σεῦ, ὅτε κέν τις Ἀχαιῶν χαλκοχιτώνων</l><l n="455">δακρυόεσσαν ἄγηται ἐλεύθερον ἦμαρ ἀπούρας·</l><l n="456">καί κεν ἐν Ἄργει ἐοῦσα πρὸς ἄλλης ἱστὸν ὑφαίνοις,</l><l n="457">καί κεν ὕδωρ φορέοις Μεσσηΐδος ἢ Ὑπερείης</l><l n="458">πόλλʼ ἀεκαζομένη, κρατερὴ δʼ ἐπικείσετʼ ἀνάγκη·</l><l n="459">καί ποτέ τις εἴπῃσιν ἰδὼν κατὰ δάκρυ χέουσαν·</l><q><l n="460">Ἕκτορος ἥδε γυνὴ ὃς ἀριστεύεσκε μάχεσθαι</l><l n="461">Τρώων ἱπποδάμων ὅτε Ἴλιον ἀμφεμάχοντο.</l></q><l n="462">ὥς ποτέ τις ἐρέει· σοὶ δʼ αὖ νέον ἔσσεται ἄλγος</l><l n="463">χήτεϊ τοιοῦδʼ ἀνδρὸς ἀμύνειν δούλιον ἦμαρ.</l><l n="464">ἀλλά με τεθνηῶτα χυτὴ κατὰ γαῖα καλύπτοι</l><l n="465">πρίν γέ τι σῆς τε βοῆς σοῦ θʼ ἑλκηθμοῖο πυθέσθαι.</l><milestone ed="p" n="466" unit="card"/></q><l n="466"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν οὗ παιδὸς ὀρέξατο φαίδιμος Ἕκτωρ·</l><l n="467">ἂψ δʼ ὃ πάϊς πρὸς κόλπον ἐϋζώνοιο τιθήνης</l><l n="468">ἐκλίνθη ἰάχων πατρὸς φίλου ὄψιν ἀτυχθεὶς</l><l n="469">ταρβήσας χαλκόν τε ἰδὲ λόφον ἱππιοχαίτην,</l><l n="470">δεινὸν ἀπʼ ἀκροτάτης κόρυθος νεύοντα νοήσας.</l><l n="471">ἐκ δʼ ἐγέλασσε πατήρ τε φίλος καὶ πότνια μήτηρ·</l><l n="472">αὐτίκʼ ἀπὸ κρατὸς κόρυθʼ εἵλετο φαίδιμος Ἕκτωρ,</l><l n="473">καὶ τὴν μὲν κατέθηκεν ἐπὶ χθονὶ παμφανόωσαν·</l><l n="474">αὐτὰρ ὅ γʼ ὃν φίλον υἱὸν ἐπεὶ κύσε πῆλέ τε χερσὶν</l><l n="475">εἶπε δʼ ἐπευξάμενος Διί τʼ ἄλλοισίν τε θεοῖσι·</l><q><l n="476">Ζεῦ ἄλλοι τε θεοὶ δότε δὴ καὶ τόνδε γενέσθαι</l><l n="477">παῖδʼ ἐμὸν ὡς καὶ ἐγώ περ ἀριπρεπέα Τρώεσσιν,</l><l n="478">ὧδε βίην τʼ ἀγαθόν, καὶ Ἰλίου ἶφι ἀνάσσειν·</l><l n="479">καί ποτέ τις εἴποι πατρός γʼ ὅδε πολλὸν ἀμείνων</l><l n="480">ἐκ πολέμου ἀνιόντα· φέροι δʼ ἔναρα βροτόεντα</l><l n="481">κτείνας δήϊον ἄνδρα, χαρείη δὲ φρένα μήτηρ.</l></q><l n="482"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ἀλόχοιο φίλης ἐν χερσὶν ἔθηκε</l><l n="483">παῖδʼ ἑόν· ἣ δʼ ἄρα μιν κηώδεϊ δέξατο κόλπῳ</l><l n="484">δακρυόεν γελάσασα· πόσις δʼ ἐλέησε νοήσας,</l><l n="485">χειρί τέ μιν κατέρεξεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·</l><q><l n="486">δαιμονίη μή μοί τι λίην ἀκαχίζεο θυμῷ·</l><l n="487">οὐ γάρ τίς μʼ ὑπὲρ αἶσαν ἀνὴρ Ἄϊδι προϊάψει·</l><l n="488">μοῖραν δʼ οὔ τινά φημι πεφυγμένον ἔμμεναι ἀνδρῶν,</l><l n="489">οὐ κακὸν οὐδὲ μὲν ἐσθλόν, ἐπὴν τὰ πρῶτα γένηται.</l><l n="490">ἀλλʼ εἰς οἶκον ἰοῦσα τὰ σʼ αὐτῆς ἔργα κόμιζε</l><l n="491">ἱστόν τʼ ἠλακάτην τε, καὶ ἀμφιπόλοισι κέλευε</l><l n="492">ἔργον ἐποίχεσθαι· πόλεμος δʼ ἄνδρεσσι μελήσει</l><l n="493">πᾶσι, μάλιστα δʼ ἐμοί, τοὶ Ἰλίῳ ἐγγεγάασιν.</l></q><l n="494"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσας κόρυθʼ εἵλετο φαίδιμος Ἕκτωρ</l><l n="495">ἵππουριν· ἄλοχος δὲ φίλη οἶκον δὲ βεβήκει</l><l n="496">ἐντροπαλιζομένη, θαλερὸν κατὰ δάκρυ χέουσα.</l><l n="497">αἶψα δʼ ἔπειθʼ ἵκανε δόμους εὖ ναιετάοντας</l><l n="498">Ἕκτορος ἀνδροφόνοιο, κιχήσατο δʼ ἔνδοθι πολλὰς</l><l n="499">ἀμφιπόλους, τῇσιν δὲ γόον πάσῃσιν ἐνῶρσεν.</l><l n="500">αἳ μὲν ἔτι ζωὸν γόον Ἕκτορα ᾧ ἐνὶ οἴκῳ·</l><l n="501">οὐ γάρ μιν ἔτʼ ἔφαντο ὑπότροπον ἐκ πολέμοιο</l><l n="502">ἵξεσθαι προφυγόντα μένος καὶ χεῖρας Ἀχαιῶν.</l><milestone ed="p" n="503" unit="card"/><l n="503"><milestone ed="P" unit="para"/>οὐδὲ Πάρις δήθυνεν ἐν ὑψηλοῖσι δόμοισιν,</l><l n="504">ἀλλʼ ὅ γʼ, ἐπεὶ κατέδυ κλυτὰ τεύχεα ποικίλα χαλκῷ,</l><l n="505">σεύατʼ ἔπειτʼ ἀνὰ ἄστυ ποσὶ κραιπνοῖσι πεποιθώς.</l><l n="506">ὡς δʼ ὅτε τις στατὸς ἵππος ἀκοστήσας ἐπὶ φάτνῃ</l><l n="507">δεσμὸν ἀπορρήξας θείῃ πεδίοιο κροαίνων</l><l n="508">εἰωθὼς λούεσθαι ἐϋρρεῖος ποταμοῖο</l><l n="509">κυδιόων· ὑψοῦ δὲ κάρη ἔχει, ἀμφὶ δὲ χαῖται</l><l n="510">ὤμοις ἀΐσσονται· ὃ δʼ ἀγλαΐηφι πεποιθὼς</l><l n="511">ῥίμφά ἑ γοῦνα φέρει μετά τʼ ἤθεα καὶ νομὸν ἵππων·</l><l n="512">ὣς υἱὸς Πριάμοιο Πάρις κατὰ Περγάμου ἄκρης</l><l n="513">τεύχεσι παμφαίνων ὥς τʼ ἠλέκτωρ ἐβεβήκει</l><l n="514">καγχαλόων, ταχέες δὲ πόδες φέρον· αἶψα δʼ ἔπειτα</l><l n="515">Ἕκτορα δῖον ἔτετμεν ἀδελφεὸν εὖτʼ ἄρʼ ἔμελλε</l><l n="516">στρέψεσθʼ ἐκ χώρης ὅθι ᾗ ὀάριζε γυναικί.</l><l n="517">τὸν πρότερος προσέειπεν Ἀλέξανδρος θεοειδής·</l><q><l n="518">ἠθεῖʼ ἦ μάλα δή σε καὶ ἐσσύμενον κατερύκω</l><l n="519">δηθύνων, οὐδʼ ἦλθον ἐναίσιμον ὡς ἐκέλευες;</l></q><l n="520"><milestone ed="P" unit="para"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη κορυθαίολος Ἕκτωρ·</l><q><l n="521">δαιμόνιʼ οὐκ ἄν τίς τοι ἀνὴρ ὃς ἐναίσιμος εἴη</l><l n="522">ἔργον ἀτιμήσειε μάχης, ἐπεὶ ἄλκιμός ἐσσι·</l><l n="523">ἀλλὰ ἑκὼν μεθιεῖς τε καὶ οὐκ ἐθέλεις· τὸ δʼ ἐμὸν κῆρ</l><l n="524">ἄχνυται ἐν θυμῷ, ὅθʼ ὑπὲρ σέθεν αἴσχεʼ ἀκούω</l><l n="525">πρὸς Τρώων, οἳ ἔχουσι πολὺν πόνον εἵνεκα σεῖο.</l><l n="526">ἀλλʼ ἴομεν· τὰ δʼ ὄπισθεν ἀρεσσόμεθʼ, αἴ κέ ποθι Ζεὺς</l><l n="527">δώῃ ἐπουρανίοισι θεοῖς αἰειγενέτῃσι</l><l n="528">κρητῆρα στήσασθαι ἐλεύθερον ἐν μεγάροισιν</l><l n="529">ἐκ Τροίης ἐλάσαντας ἐϋκνήμιδας Ἀχαιούς.</l></q></div><div type="textpart" subtype="Book" n="7"><milestone ed="p" n="1" unit="card"/><l n="1"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν πυλέων ἐξέσσυτο φαίδιμος Ἕκτωρ,</l><l n="2">τῷ δʼ ἅμʼ Ἀλέξανδρος κίʼ ἀδελφεός· ἐν δʼ ἄρα θυμῷ</l><l n="3">ἀμφότεροι μέμασαν πολεμίζειν ἠδὲ μάχεσθαι.</l><l n="4">ὡς δὲ θεὸς ναύτῃσιν ἐελδομένοισιν ἔδωκεν</l><l n="5">οὖρον, ἐπεί κε κάμωσιν ἐϋξέστῃς ἐλάτῃσι</l><l n="6">πόντον ἐλαύνοντες, καμάτῳ δʼ ὑπὸ γυῖα λέλυνται,</l><l n="7">ὣς ἄρα τὼ Τρώεσσιν ἐελδομένοισι φανήτην.</l><l n="8"><milestone ed="P" unit="para"/>ἔνθʼ ἑλέτην ὃ μὲν υἱὸν Ἀρηϊθόοιο ἄνακτος</l><l n="9">Ἄρνῃ ναιετάοντα Μενέσθιον, ὃν κορυνήτης</l><l n="10">γείνατʼ Ἀρηΐθοος καὶ Φυλομέδουσα βοῶπις·</l><l n="11">Ἕκτωρ δʼ Ἠϊονῆα βάλʼ ἔγχεϊ ὀξυόεντι</l><l n="12">αὐχένʼ ὑπὸ στεφάνης εὐχάλκου, λύντο δὲ γυῖα.</l><l n="13">Γλαῦκος δʼ Ἱππολόχοιο πάϊς Λυκίων ἀγὸς ἀνδρῶν</l><l n="14">Ἰφίνοον βάλε δουρὶ κατὰ κρατερὴν ὑσμίνην</l><l n="15">Δεξιάδην ἵππων ἐπιάλμενον ὠκειάων</l><l n="16">ὦμον· ὃ δʼ ἐξ ἵππων χαμάδις πέσε, λύντο δὲ γυῖα.</l><l n="17"><milestone ed="P" unit="para"/>τοὺς δʼ ὡς οὖν ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη</l><l n="18">Ἀργείους ὀλέκοντας ἐνὶ κρατερῇ ὑσμίνῃ,</l><l n="19">βῆ ῥα κατʼ Οὐλύμποιο καρήνων ἀΐξασα</l><l n="20">Ἴλιον εἰς ἱερήν· τῇ δʼ ἀντίος ὄρνυτʼ Ἀπόλλων</l><l n="21">Περγάμου ἐκκατιδών, Τρώεσσι δὲ βούλετο νίκην·</l><l n="22">ἀλλήλοισι δὲ τώ γε συναντέσθην παρὰ φηγῷ.</l><l n="23">τὴν πρότερος προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων·</l><q><l n="24">τίπτε σὺ δʼ αὖ μεμαυῖα Διὸς θύγατερ μεγάλοιο</l><l n="25">ἦλθες ἀπʼ Οὐλύμποιο, μέγας δέ σε θυμὸς ἀνῆκεν;</l><l n="26">ἦ ἵνα δὴ Δαναοῖσι μάχης ἑτεραλκέα νίκην</l><l n="27">δῷς; ἐπεὶ οὔ τι Τρῶας ἀπολλυμένους ἐλεαίρεις.</l><l n="28">ἀλλʼ εἴ μοί τι πίθοιο τό κεν πολὺ κέρδιον εἴη·</l><l n="29">νῦν μὲν παύσωμεν πόλεμον καὶ δηϊοτῆτα</l><l n="30">σήμερον· ὕστερον αὖτε μαχήσοντʼ εἰς ὅ κε τέκμωρ</l><l n="31">Ἰλίου εὕρωσιν, ἐπεὶ ὣς φίλον ἔπλετο θυμῷ</l><l n="32">ὑμῖν ἀθανάτῃσι, διαπραθέειν τόδε ἄστυ.</l></q><l n="33"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·</l><q><l n="34">ὧδʼ ἔστω ἑκάεργε· τὰ γὰρ φρονέουσα καὶ αὐτὴ</l><l n="35">ἦλθον ἀπʼ Οὐλύμποιο μετὰ Τρῶας καὶ Ἀχαιούς.</l><l n="36">ἀλλʼ ἄγε πῶς μέμονας πόλεμον καταπαυσέμεν ἀνδρῶν;</l></q><l n="37"><milestone ed="P" unit="para"/>τὴν δʼ αὖτε προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων·</l><q><l n="38">Ἕκτορος ὄρσωμεν κρατερὸν μένος ἱπποδάμοιο,</l><l n="39">ἤν τινά που Δαναῶν προκαλέσσεται οἰόθεν οἶος</l><l n="40">ἀντίβιον μαχέσασθαι ἐν αἰνῇ δηϊοτῆτι,</l><l n="41">οἳ δέ κʼ ἀγασσάμενοι χαλκοκνήμιδες Ἀχαιοὶ</l><l n="42">οἶον ἐπόρσειαν πολεμίζειν Ἕκτορι δίῳ.</l><milestone ed="p" n="43" unit="card"/></q><l n="43"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ γλαυκῶπις Ἀθήνη.</l><l n="44">τῶν δʼ Ἕλενος Πριάμοιο φίλος παῖς σύνθετο θυμῷ</l><l n="45">βουλήν, ἥ ῥα θεοῖσιν ἐφήνδανε μητιόωσι·</l><l n="46">στῆ δὲ παρʼ Ἕκτορʼ ἰὼν καί μιν πρὸς μῦθον ἔειπεν·</l><q><l n="47">Ἕκτορ υἱὲ Πριάμοιο Διὶ μῆτιν ἀτάλαντε</l><l n="48">ἦ ῥά νύ μοί τι πίθοιο, κασίγνητος δέ τοί εἰμι·</l><l n="49">ἄλλους μὲν κάθισον Τρῶας καὶ πάντας Ἀχαιούς,</l><l n="50">αὐτὸς δὲ προκάλεσσαι Ἀχαιῶν ὅς τις ἄριστος</l><l n="51">ἀντίβιον μαχέσασθαι ἐν αἰνῇ δηϊοτῆτι·</l><l n="52">οὐ γάρ πώ τοι μοῖρα θανεῖν καὶ πότμον ἐπισπεῖν·</l><l n="53">ὣς γὰρ ἐγὼ ὄπʼ ἄκουσα θεῶν αἰειγενετάων.</l></q><l n="54"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, Ἕκτωρ δʼ αὖτε χάρη μέγα μῦθον ἀκούσας,</l><l n="55">καί ῥʼ ἐς μέσσον ἰὼν Τρώων ἀνέεργε φάλαγγας,</l><l n="56">μέσσου δουρὸς ἑλών· οἳ δʼ ἱδρύνθησαν ἅπαντες.</l><l n="57">κὰδ δʼ Ἀγαμέμνων εἷσεν ἐϋκνήμιδας Ἀχαιούς·</l><l n="58">κὰδ δʼ ἄρʼ Ἀθηναίη τε καὶ ἀργυρότοξος Ἀπόλλων</l><l n="59">ἑζέσθην ὄρνισιν ἐοικότες αἰγυπιοῖσι</l><l n="60">φηγῷ ἐφʼ ὑψηλῇ πατρὸς Διὸς αἰγιόχοιο</l><l n="61">ἀνδράσι τερπόμενοι· τῶν δὲ στίχες εἵατο πυκναὶ</l><l n="62">ἀσπίσι καὶ κορύθεσσι καὶ ἔγχεσι πεφρικυῖαι.</l><l n="63">οἵη δὲ Ζεφύροιο ἐχεύατο πόντον ἔπι φρὶξ</l><l n="64">ὀρνυμένοιο νέον, μελάνει δέ τε πόντος ὑπʼ αὐτῆς,</l><l n="65">τοῖαι ἄρα στίχες εἵατʼ Ἀχαιῶν τε Τρώων τε</l><l n="66">ἐν πεδίῳ· Ἕκτωρ δὲ μετʼ ἀμφοτέροισιν ἔειπε·</l><q><l n="67">κέκλυτέ μευ Τρῶες καὶ ἐϋκνήμιδες Ἀχαιοὶ</l><l n="68">ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.</l><l n="69">ὅρκια μὲν Κρονίδης ὑψίζυγος οὐκ ἐτέλεσσεν,</l><l n="70">ἀλλὰ κακὰ φρονέων τεκμαίρεται ἀμφοτέροισιν</l><l n="71">εἰς ὅ κεν ἢ ὑμεῖς Τροίην εὔπυργον ἕλητε</l><l n="72">ἢ αὐτοὶ παρὰ νηυσὶ δαμείετε ποντοπόροισιν.</l><l n="73">ὑμῖν δʼ ἐν γὰρ ἔασιν ἀριστῆες Παναχαιῶν·</l><l n="74">τῶν νῦν ὅν τινα θυμὸς ἐμοὶ μαχέσασθαι ἀνώγει</l><l n="75">δεῦρʼ ἴτω ἐκ πάντων πρόμος ἔμμεναι Ἕκτορι δίῳ.</l><l n="76">ὧδε δὲ μυθέομαι, Ζεὺς δʼ ἄμμʼ ἐπιμάρτυρος ἔστω·</l><l n="77">εἰ μέν κεν ἐμὲ κεῖνος ἕλῃ ταναήκεϊ χαλκῷ,</l><l n="78">τεύχεα συλήσας φερέτω κοίλας ἐπὶ νῆας,</l><l n="79">σῶμα δὲ οἴκαδʼ ἐμὸν δόμεναι πάλιν, ὄφρα πυρός με</l><l n="80">Τρῶες καὶ Τρώων ἄλοχοι λελάχωσι θανόντα.</l><l n="81">εἰ δέ κʼ ἐγὼ τὸν ἕλω, δώῃ δέ μοι εὖχος Ἀπόλλων,</l><l n="82">τεύχεα σύλησας οἴσω προτὶ Ἴλιον ἱρήν,</l><l n="83">καὶ κρεμόω προτὶ νηὸν Ἀπόλλωνος ἑκάτοιο,</l><l n="84">τὸν δὲ νέκυν ἐπὶ νῆας ἐϋσσέλμους ἀποδώσω,</l><l n="85">ὄφρά ἑ ταρχύσωσι κάρη κομόωντες Ἀχαιοί,</l><l n="86">σῆμά τέ οἱ χεύωσιν ἐπὶ πλατεῖ Ἑλλησπόντῳ.</l><l n="87">καί ποτέ τις εἴπῃσι καὶ ὀψιγόνων ἀνθρώπων</l><l n="88">νηῒ πολυκλήϊδι πλέων ἐπὶ οἴνοπα πόντον·</l><q><l n="89">ἀνδρὸς μὲν τόδε σῆμα πάλαι κατατεθνηῶτος,</l><l n="90">ὅν ποτʼ ἀριστεύοντα κατέκτανε φαίδιμος Ἕκτωρ.</l></q><l n="91">ὥς ποτέ τις ἐρέει· τὸ δʼ ἐμὸν κλέος οὔ ποτʼ ὀλεῖται.</l><milestone ed="p" n="92" unit="card"/></q><l n="92"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ·</l><l n="93">αἴδεσθεν μὲν ἀνήνασθαι, δεῖσαν δʼ ὑποδέχθαι·</l><l n="94">ὀψὲ δὲ δὴ Μενέλαος ἀνίστατο καὶ μετέειπε</l><l n="95">νείκει ὀνειδίζων, μέγα δὲ στεναχίζετο θυμῷ·</l><q><l n="96">ὤ μοι ἀπειλητῆρες Ἀχαιΐδες οὐκέτʼ Ἀχαιοί·</l><l n="97">ἦ μὲν δὴ λώβη τάδε γʼ ἔσσεται αἰνόθεν αἰνῶς</l><l n="98">εἰ μή τις Δαναῶν νῦν Ἕκτορος ἀντίος εἶσιν.</l><l n="99">ἀλλʼ ὑμεῖς μὲν πάντες ὕδωρ καὶ γαῖα γένοισθε</l><l n="100">ἥμενοι αὖθι ἕκαστοι ἀκήριοι ἀκλεὲς αὔτως·</l><l n="101">τῷδε δʼ ἐγὼν αὐτὸς θωρήξομαι· αὐτὰρ ὕπερθε</l><l n="102">νίκης πείρατʼ ἔχονται ἐν ἀθανάτοισι θεοῖσιν.</l></q><l n="103"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσας κατεδύσετο τεύχεα καλά.</l><l n="104">ἔνθά κέ τοι Μενέλαε φάνη βιότοιο τελευτὴ</l><l n="105">Ἕκτορος ἐν παλάμῃσιν, ἐπεὶ πολὺ φέρτερος ἦεν,</l><l n="106">εἰ μὴ ἀναΐξαντες ἕλον βασιλῆες Ἀχαιῶν,</l><l n="107">αὐτός τʼ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων</l><l n="108">δεξιτερῆς ἕλε χειρὸς ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·</l><q><l n="109">ἀφραίνεις Μενέλαε διοτρεφές, οὐδέ τί σε χρὴ</l><l n="110">ταύτης ἀφροσύνης· ἀνὰ δὲ σχέο κηδόμενός περ,</l><l n="111">μηδʼ ἔθελʼ ἐξ ἔριδος σεῦ ἀμείνονι φωτὶ μάχεσθαι</l><l n="112">Ἕκτορι Πριαμίδῃ, τόν τε στυγέουσι καὶ ἄλλοι.</l><l n="113">καὶ δʼ Ἀχιλεὺς τούτῳ γε μάχῃ ἔνι κυδιανείρῃ</l><l n="114">ἔρριγʼ ἀντιβολῆσαι, ὅ περ σέο πολλὸν ἀμείνων.</l><l n="115">ἀλλὰ σὺ μὲν νῦν ἵζευ ἰὼν μετὰ ἔθνος ἑταίρων,</l><l n="116">τούτῳ δὲ πρόμον ἄλλον ἀναστήσουσιν Ἀχαιοί.</l><l n="117">εἴ περ ἀδειής τʼ ἐστὶ καὶ εἰ μόθου ἔστʼ ἀκόρητος,</l><l n="118">φημί μιν ἀσπασίως γόνυ κάμψειν, αἴ κε φύγῃσι</l><l n="119">δηΐου ἐκ πολέμοιο καὶ αἰνῆς δηϊοτῆτος.</l></q><l n="120"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν παρέπεισεν ἀδελφειοῦ φρένας ἥρως</l><l n="121">αἴσιμα παρειπών, ὃ δʼ ἐπείθετο· τοῦ μὲν ἔπειτα</l><l n="122">γηθόσυνοι θεράποντες ἀπʼ ὤμων τεύχεʼ ἕλοντο·</l><l n="123">Νέστωρ δʼ Ἀργείοισιν ἀνίστατο καὶ μετέειπεν·</l><q><l n="124">ὢ πόποι ἦ μέγα πένθος Ἀχαιΐδα γαῖαν ἱκάνει.</l><l n="125">ἦ κε μέγʼ οἰμώξειε γέρων ἱππηλάτα Πηλεὺς</l><l n="126">ἐσθλὸς Μυρμιδόνων βουληφόρος ἠδʼ ἀγορητής,</l><l n="127">ὅς ποτέ μʼ εἰρόμενος μέγʼ ἐγήθεεν ᾧ ἐνὶ οἴκῳ</l><l n="128">πάντων Ἀργείων ἐρέων γενεήν τε τόκον τε.</l><l n="129">τοὺς νῦν εἰ πτώσσοντας ὑφʼ Ἕκτορι πάντας ἀκούσαι,</l><l n="130">πολλά κεν ἀθανάτοισι φίλας ἀνὰ χεῖρας ἀείραι</l><l n="131">θυμὸν ἀπὸ μελέων δῦναι δόμον Ἄϊδος εἴσω.</l><milestone ed="p" n="132" unit="card"/><l n="132">αἲ γὰρ Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον</l><l n="133">ἡβῷμʼ ὡς ὅτʼ ἐπʼ ὠκυρόῳ Κελάδοντι μάχοντο</l><l n="134">ἀγρόμενοι Πύλιοί τε καὶ Ἀρκάδες ἐγχεσίμωροι</l><l n="135">Φειᾶς πὰρ τείχεσσιν Ἰαρδάνου ἀμφὶ ῥέεθρα.</l><l n="136">τοῖσι δʼ Ἐρευθαλίων πρόμος ἵστατο ἰσόθεος φὼς</l><l n="137">τεύχεʼ ἔχων ὤμοισιν Ἀρηϊθόοιο ἄνακτος</l><l n="138">δίου Ἀρηϊθόου, τὸν ἐπίκλησιν κορυνήτην</l><l n="139">ἄνδρες κίκλησκον καλλίζωνοί τε γυναῖκες</l><l n="140">οὕνεκʼ ἄρʼ οὐ τόξοισι μαχέσκετο δουρί τε μακρῷ,</l><l n="141">ἀλλὰ σιδηρείῃ κορύνῃ ῥήγνυσκε φάλαγγας.</l><l n="142">τὸν Λυκόοργος ἔπεφνε δόλῳ, οὔ τι κράτεΐ γε,</l><l n="143">στεινωπῷ ἐν ὁδῷ ὅθʼ ἄρʼ οὐ κορύνη οἱ ὄλεθρον</l><l n="144">χραῖσμε σιδηρείη· πρὶν γὰρ Λυκόοργος ὑποφθὰς</l><l n="145">δουρὶ μέσον περόνησεν, ὃ δʼ ὕπτιος οὔδει ἐρείσθη·</l><l n="146">τεύχεα δʼ ἐξενάριξε, τά οἱ πόρε χάλκεος Ἄρης.</l><l n="147">καὶ τὰ μὲν αὐτὸς ἔπειτα φόρει μετὰ μῶλον Ἄρηος·</l><l n="148">αὐτὰρ ἐπεὶ Λυκόοργος ἐνὶ μεγάροισιν ἐγήρα,</l><l n="149">δῶκε δʼ Ἐρευθαλίωνι φίλῳ θεράποντι φορῆναι·</l><l n="150">τοῦ ὅ γε τεύχεʼ ἔχων προκαλίζετο πάντας ἀρίστους.</l><l n="151">οἳ δὲ μάλʼ ἐτρόμεον καὶ ἐδείδισαν, οὐδέ τις ἔτλη·</l><l n="152">ἀλλʼ ἐμὲ θυμὸς ἀνῆκε πολυτλήμων πολεμίζειν</l><l n="153">θάρσεϊ ᾧ· γενεῇ δὲ νεώτατος ἔσκον ἁπάντων·</l><l n="154">καὶ μαχόμην οἱ ἐγώ, δῶκεν δέ μοι εὖχος Ἀθήνη.</l><l n="155">τὸν δὴ μήκιστον καὶ κάρτιστον κτάνον ἄνδρα·</l><l n="156">πολλὸς γάρ τις ἔκειτο παρήορος ἔνθα καὶ ἔνθα.</l><l n="157">εἴθʼ ὣς ἡβώοιμι, βίη δέ μοι ἔμπεδος εἴη·</l><l n="158">τώ κε τάχʼ ἀντήσειε μάχης κορυθαίολος Ἕκτωρ.</l><l n="159">ὑμέων δʼ οἵ περ ἔασιν ἀριστῆες Παναχαιῶν</l><l n="160">οὐδʼ οἳ προφρονέως μέμαθʼ Ἕκτορος ἀντίον ἐλθεῖν.</l></q><l n="161"><milestone ed="P" unit="para"/>ὣς νείκεσσʼ ὃ γέρων, οἳ δʼ ἐννέα πάντες ἀνέσταν.</l><l n="162">ὦρτο πολὺ πρῶτος μὲν ἄναξ ἀνδρῶν Ἀγαμέμνων,</l><l n="163">τῷ δʼ ἐπὶ Τυδεΐδης ὦρτο κρατερὸς Διομήδης,</l><l n="164">τοῖσι δʼ ἐπʼ Αἴαντες θοῦριν ἐπιειμένοι ἀλκήν,</l><l n="165">τοῖσι δʼ ἐπʼ Ἰδομενεὺς καὶ ὀπάων Ἰδομενῆος</l><l n="166">Μηριόνης ἀτάλαντος Ἐνυαλίῳ ἀνδρειφόντῃ,</l><l n="167">τοῖσι δʼ ἐπʼ Εὐρύπυλος Εὐαίμονος ἀγλαὸς υἱός,</l><l n="168">ἂν δὲ Θόας Ἀνδραιμονίδης καὶ δῖος Ὀδυσσεύς·</l><l n="169">πάντες ἄρʼ οἵ γʼ ἔθελον πολεμίζειν Ἕκτορι δίῳ.</l><l n="170">τοῖς δʼ αὖτις μετέειπε Γερήνιος ἱππότα Νέστωρ·</l><q><l n="171">κλήρῳ νῦν πεπάλασθε διαμπερὲς ὅς κε λάχῃσιν·</l><l n="172">οὗτος γὰρ δὴ ὀνήσει ἐϋκνήμιδας Ἀχαιούς,</l><l n="173">καὶ δʼ αὐτὸς ὃν θυμὸν ὀνήσεται αἴ κε φύγῃσι</l><l n="174">δηΐου ἐκ πολέμοιο καὶ αἰνῆς δηϊοτῆτος.</l><milestone ed="p" n="175" unit="card"/></q><l n="175"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δὲ κλῆρον ἐσημήναντο ἕκαστος,</l><l n="176">ἐν δʼ ἔβαλον κυνέῃ Ἀγαμέμνονος Ἀτρεΐδαο.</l><l n="177">λαοὶ δʼ ἠρήσαντο, θεοῖσι δὲ χεῖρας ἀνέσχον·</l><l n="178">ὧδε δέ τις εἴπεσκεν ἰδὼν εἰς οὐρανὸν εὐρύν·</l><q><l n="179">Ζεῦ πάτερ ἢ Αἴαντα λαχεῖν, ἢ Τυδέος υἱόν,</l><l n="180">ἢ αὐτὸν βασιλῆα πολυχρύσοιο Μυκήνης.</l></q><l n="181"><milestone ed="P" unit="para"/>ὣς ἄρʼ ἔφαν, πάλλεν δὲ Γερήνιος ἱππότα Νέστωρ,</l><l n="182">ἐκ δʼ ἔθορε κλῆρος κυνέης ὃν ἄρʼ ἤθελον αὐτοὶ</l><l n="183">Αἴαντος· κῆρυξ δὲ φέρων ἀνʼ ὅμιλον ἁπάντῃ</l><l n="184">δεῖξʼ ἐνδέξια πᾶσιν ἀριστήεσσιν Ἀχαιῶν.</l><l n="185">οἳ δʼ οὐ γιγνώσκοντες ἀπηνήναντο ἕκαστος.</l><l n="186">ἀλλʼ ὅτε δὴ τὸν ἵκανε φέρων ἀνʼ ὅμιλον ἁπάντῃ</l><l n="187">ὅς μιν ἐπιγράψας κυνέῃ βάλε φαίδιμος Αἴας,</l><l n="188">ἤτοι ὑπέσχεθε χεῖρʼ, ὃ δʼ ἄρʼ ἔμβαλεν ἄγχι παραστάς,</l><l n="189">γνῶ δὲ κλήρου σῆμα ἰδών, γήθησε δὲ θυμῷ.</l><l n="190">τὸν μὲν πὰρ πόδʼ ἑὸν χαμάδις βάλε φώνησέν τε·</l><q><l n="191">ὦ φίλοι ἤτοι κλῆρος ἐμός, χαίρω δὲ καὶ αὐτὸς</l><l n="192">θυμῷ, ἐπεὶ δοκέω νικησέμεν Ἕκτορα δῖον.</l><l n="193">ἀλλʼ ἄγετʼ ὄφρʼ ἂν ἐγὼ πολεμήϊα τεύχεα δύω,</l><l n="194">τόφρʼ ὑμεῖς εὔχεσθε Διὶ Κρονίωνι ἄνακτι</l><l n="195">σιγῇ ἐφʼ ὑμείων ἵνα μὴ Τρῶές γε πύθωνται,</l><l n="196">ἠὲ καὶ ἀμφαδίην, ἐπεὶ οὔ τινα δείδιμεν ἔμπης·</l><l n="197">οὐ γάρ τίς με βίῃ γε ἑκὼν ἀέκοντα δίηται</l><l n="198">οὐδέ τι ἰδρείῃ, ἐπεὶ οὐδʼ ἐμὲ νήϊδά γʼ οὕτως</l><l n="199">ἔλπομαι ἐν Σαλαμῖνι γενέσθαι τε τραφέμεν τε.</l></q><l n="200"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ εὔχοντο Διὶ Κρονίωνι ἄνακτι·</l><l n="201">ὧδε δέ τις εἴπεσκεν ἰδὼν εἰς οὐρανὸν εὐρύν·</l><q><l n="202">Ζεῦ πάτερ Ἴδηθεν μεδέων κύδιστε μέγιστε</l><l n="203">δὸς νίκην Αἴαντι καὶ ἀγλαὸν εὖχος ἀρέσθαι·</l><l n="204">εἰ δὲ καὶ Ἕκτορά περ φιλέεις καὶ κήδεαι αὐτοῦ,</l><l n="205">ἴσην ἀμφοτέροισι βίην καὶ κῦδος ὄπασσον.</l><milestone ed="p" n="206" unit="card"/></q><l n="206"><milestone ed="P" unit="para"/>ὣς ἄρʼ ἔφαν, Αἴας δὲ κορύσσετο νώροπι χαλκῷ.</l><l n="207">αὐτὰρ ἐπεὶ δὴ πάντα περὶ χροῒ ἕσσατο τεύχεα,</l><l n="208">σεύατʼ ἔπειθʼ οἷός τε πελώριος ἔρχεται Ἄρης,</l><l n="209">ὅς τʼ εἶσιν πόλεμον δὲ μετʼ ἀνέρας οὕς τε Κρονίων</l><l n="210">θυμοβόρου ἔριδος μένεϊ ξυνέηκε μάχεσθαι.</l><l n="211">τοῖος ἄρʼ Αἴας ὦρτο πελώριος ἕρκος Ἀχαιῶν</l><l n="212">μειδιόων βλοσυροῖσι προσώπασι· νέρθε δὲ ποσσὶν</l><l n="213">ἤϊε μακρὰ βιβάς, κραδάων δολιχόσκιον ἔγχος.</l><l n="214">τὸν δὲ καὶ Ἀργεῖοι μὲν ἐγήθεον εἰσορόωντες,</l><l n="215">Τρῶας δὲ τρόμος αἰνὸς ὑπήλυθε γυῖα ἕκαστον,</l><l n="216">Ἕκτορί τʼ αὐτῷ θυμὸς ἐνὶ στήθεσσι πάτασσεν·</l><l n="217">ἀλλʼ οὔ πως ἔτι εἶχεν ὑποτρέσαι οὐδʼ ἀναδῦναι</l><l n="218">ἂψ λαῶν ἐς ὅμιλον, ἐπεὶ προκαλέσσατο χάρμῃ.</l><l n="219">Αἴας δʼ ἐγγύθεν ἦλθε φέρων σάκος ἠΰτε πύργον</l><l n="220">χάλκεον ἑπταβόειον, ὅ οἱ Τυχίος κάμε τεύχων</l><l n="221">σκυτοτόμων ὄχʼ ἄριστος Ὕλῃ ἔνι οἰκία ναίων,</l><l n="222">ὅς οἱ ἐποίησεν σάκος αἰόλον ἑπταβόειον</l><l n="223">ταύρων ζατρεφέων, ἐπὶ δʼ ὄγδοον ἤλασε χαλκόν.</l><l n="224">τὸ πρόσθε στέρνοιο φέρων Τελαμώνιος Αἴας</l><l n="225">στῆ ῥα μάλʼ Ἕκτορος ἐγγύς, ἀπειλήσας δὲ προσηύδα·</l><q><l n="226">Ἕκτορ νῦν μὲν δὴ σάφα εἴσεαι οἰόθεν οἶος</l><l n="227">οἷοι καὶ Δαναοῖσιν ἀριστῆες μετέασι</l><l n="228">καὶ μετʼ Ἀχιλλῆα ῥηξήνορα θυμολέοντα.</l><l n="229">ἀλλʼ ὃ μὲν ἐν νήεσσι κορωνίσι ποντοπόροισι</l><l n="230">κεῖτʼ ἀπομηνίσας Ἀγαμέμνονι ποιμένι λαῶν·</l><l n="231">ἡμεῖς δʼ εἰμὲν τοῖοι οἳ ἂν σέθεν ἀντιάσαιμεν</l><l n="232">καὶ πολέες· ἀλλʼ ἄρχε μάχης ἠδὲ πτολέμοιο.</l></q><l n="233"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτε προσέειπε μέγας κορυθαίολος Ἕκτωρ·</l><q><l n="234">Αἶαν διογενὲς Τελαμώνιε κοίρανε λαῶν</l><l n="235">μή τί μευ ἠΰτε παιδὸς ἀφαυροῦ πειρήτιζε</l><l n="236">ἠὲ γυναικός, ἣ οὐκ οἶδεν πολεμήϊα ἔργα.</l><l n="237">αὐτὰρ ἐγὼν εὖ οἶδα μάχας τʼ ἀνδροκτασίας τε·</l><l n="238">οἶδʼ ἐπὶ δεξιά, οἶδʼ ἐπʼ ἀριστερὰ νωμῆσαι βῶν</l><l n="239">ἀζαλέην, τό μοι ἔστι ταλαύρινον πολεμίζειν·</l><l n="240">οἶδα δʼ ἐπαΐξαι μόθον ἵππων ὠκειάων·</l><l n="241">οἶδα δʼ ἐνὶ σταδίῃ δηΐῳ μέλπεσθαι Ἄρηϊ.</l><l n="242">ἀλλʼ οὐ γάρ σʼ ἐθέλω βαλέειν τοιοῦτον ἐόντα</l><l n="243">λάθρῃ ὀπιπεύσας, ἀλλʼ ἀμφαδόν, αἴ κε τύχωμι.</l></q><milestone ed="p" n="244" unit="card"/><l n="244"><milestone ed="P" unit="para"/>ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος,</l><l n="245">καὶ βάλεν Αἴαντος δεινὸν σάκος ἑπταβόειον</l><l n="246">ἀκρότατον κατὰ χαλκόν, ὃς ὄγδοος ἦεν ἐπʼ αὐτῷ.</l><l n="247">ἓξ δὲ διὰ πτύχας ἦλθε δαΐζων χαλκὸς ἀτειρής,</l><l n="248">ἐν τῇ δʼ ἑβδομάτῃ ῥινῷ σχέτο· δεύτερος αὖτε</l><l n="249">Αἴας διογενὴς προΐει δολιχόσκιον ἔγχος,</l><l n="250">καὶ βάλε Πριαμίδαο κατʼ ἀσπίδα πάντοσʼ ἐΐσην.</l><l n="251">διὰ μὲν ἀσπίδος ἦλθε φαεινῆς ὄβριμον ἔγχος,</l><l n="252">καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο·</l><l n="253">ἀντικρὺ δὲ παραὶ λαπάρην διάμησε χιτῶνα</l><l n="254">ἔγχος· ὃ δʼ ἐκλίνθη καὶ ἀλεύατο κῆρα μέλαιναν.</l><l n="255">τὼ δʼ ἐκσπασσαμένω δολίχʼ ἔγχεα χερσὶν ἅμʼ ἄμφω</l><l n="256">σύν ῥʼ ἔπεσον λείουσιν ἐοικότες ὠμοφάγοισιν</l><l n="257">ἢ συσὶ κάπροισιν, τῶν τε σθένος οὐκ ἀλαπαδνόν.</l><l n="258">Πριαμίδης μὲν ἔπειτα μέσον σάκος οὔτασε δουρί,</l><l n="259">οὐδʼ ἔρρηξεν χαλκός, ἀνεγνάμφθη δέ οἱ αἰχμή.</l><l n="260">Αἴας δʼ ἀσπίδα νύξεν ἐπάλμενος· ἣ δὲ διαπρὸ</l><l n="261">ἤλυθεν ἐγχείη, στυφέλιξε δέ μιν μεμαῶτα,</l><l n="262">τμήδην δʼ αὐχένʼ ἐπῆλθε, μέλαν δʼ ἀνεκήκιεν αἷμα,</l><l n="263">ἀλλʼ οὐδʼ ὧς ἀπέληγε μάχης κορυθαίολος Ἕκτωρ,</l><l n="264">ἀλλʼ ἀναχασσάμενος λίθον εἵλετο χειρὶ παχείῃ</l><l n="265">κείμενον ἐν πεδίῳ μέλανα τρηχύν τε μέγαν τε·</l><l n="266">τῷ βάλεν Αἴαντος δεινὸν σάκος ἑπταβόειον</l><l n="267">μέσσον ἐπομφάλιον· περιήχησεν δʼ ἄρα χαλκός.</l><l n="268">δεύτερος αὖτʼ Αἴας πολὺ μείζονα λᾶαν ἀείρας</l><l n="269">ἧκʼ ἐπιδινήσας, ἐπέρεισε δὲ ἶνʼ ἀπέλεθρον,</l><l n="270">εἴσω δʼ ἀσπίδʼ ἔαξε βαλὼν μυλοειδέϊ πέτρῳ,</l><l n="271">βλάψε δέ οἱ φίλα γούναθʼ· ὃ δʼ ὕπτιος ἐξετανύσθη</l><l n="272">ἀσπίδι ἐγχριμφθείς· τὸν δʼ αἶψʼ ὤρθωσεν Ἀπόλλων.</l><l n="273">καί νύ κε δὴ ξιφέεσσʼ αὐτοσχεδὸν οὐτάζοντο,</l><l n="274">εἰ μὴ κήρυκες Διὸς ἄγγελοι ἠδὲ καὶ ἀνδρῶν</l><l n="275">ἦλθον, ὃ μὲν Τρώων, ὃ δʼ Ἀχαιῶν χαλκοχιτώνων,</l><l n="276">Ταλθύβιός τε καὶ Ἰδαῖος πεπνυμένω ἄμφω·</l><l n="277">μέσσῳ δʼ ἀμφοτέρων σκῆπτρα σχέθον, εἶπέ τε μῦθον</l><l n="278">κῆρυξ Ἰδαῖος πεπνυμένα μήδεα εἰδώς·</l><q><l n="279">μηκέτι παῖδε φίλω πολεμίζετε μηδὲ μάχεσθον·</l><l n="280">ἀμφοτέρω γὰρ σφῶϊ φιλεῖ νεφεληγερέτα Ζεύς,</l><l n="281">ἄμφω δʼ αἰχμητά· τό γε δὴ καὶ ἴδμεν ἅπαντες.</l></q></div></div></body></text></TEI>