ὅς ῥα νόθος μὲν ἔην, πύκα δʼ ἔτρεφε δῖα Θεανὼ ἶσα φίλοισι τέκεσσι χαριζομένη πόσεϊ ᾧ. τὸν μὲν Φυλεΐδης δουρὶ κλυτὸς ἐγγύθεν ἐλθὼν βεβλήκει κεφαλῆς κατὰ ἰνίον ὀξέϊ δουρί· ἀντικρὺ δʼ ἀνʼ ὀδόντας ὑπὸ γλῶσσαν τάμε χαλκός· ἤριπε δʼ ἐν κονίῃ, ψυχρὸν δʼ ἕλε χαλκὸν ὀδοῦσιν. Εὐρύπυλος δʼ Εὐαιμονίδης Ὑψήνορα δῖον υἱὸν ὑπερθύμου Δολοπίονος, ὅς ῥα Σκαμάνδρου ἀρητὴρ ἐτέτυκτο, θεὸς δʼ ὣς τίετο δήμῳ, τὸν μὲν ἄρʼ Εὐρύπυλος, Εὐαίμονος ἀγλαὸς υἱός, πρόσθεν ἕθεν φεύγοντα μεταδρομάδην ἔλασʼ ὦμον φασγάνῳ ἀΐξας, ἀπὸ δʼ ἔξεσε χεῖρα βαρεῖαν· αἱματόεσσα δὲ χεὶρ πεδίῳ πέσε· τὸν δὲ κατʼ ὄσσε ἔλλαβε πορφύρεος θάνατος καὶ μοῖρα κραταιή. ὣς οἳ μὲν πονέοντο κατὰ κρατερὴν ὑσμίνην· Τυδεΐδην δʼ οὐκ ἂν γνοίης ποτέροισι μετείη ἠὲ μετὰ Τρώεσσιν ὁμιλέοι ἦ μετʼ Ἀχαιοῖς. θῦνε γὰρ ἂμ πεδίον ποταμῷ πλήθοντι ἐοικὼς χειμάρρῳ, ὅς τʼ ὦκα ῥέων ἐκέδασσε γεφύρας· τὸν δʼ οὔτʼ ἄρ τε γέφυραι ἐεργμέναι ἰσχανόωσιν, οὔτʼ ἄρα ἕρκεα ἴσχει ἀλωάων ἐριθηλέων ἐλθόντʼ ἐξαπίνης ὅτʼ ἐπιβρίσῃ Διὸς ὄμβρος· πολλὰ δʼ ὑπʼ αὐτοῦ ἔργα κατήριπε κάλʼ αἰζηῶν· ὣς ὑπὸ Τυδεΐδῃ πυκιναὶ κλονέοντο φάλαγγες Τρώων, οὐδʼ ἄρα μιν μίμνον πολέες περ ἐόντες. τὸν δʼ ὡς οὖν ἐνόησε Λυκάονος ἀγλαὸς υἱὸς θύνοντʼ ἂμ πεδίον πρὸ ἕθεν κλονέοντα φάλαγγας, αἶψʼ ἐπὶ Τυδεΐδῃ ἐτιταίνετο καμπύλα τόξα, καὶ βάλʼ ἐπαΐσσοντα τυχὼν κατὰ δεξιὸν ὦμον