<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="5"><l n="695">ἴφθιμος Πελάγων, ὅς οἱ φίλος ἦεν ἑταῖρος.</l><l n="696">τὸν δʼ ἔλιπε ψυχή, κατὰ δʼ ὀφθαλμῶν κέχυτʼ ἀχλύς·</l><l n="697">αὖτις δʼ ἐμπνύνθη, περὶ δὲ πνοιὴ Βορέαο</l><l n="698">ζώγρει ἐπιπνείουσα κακῶς κεκαφηότα θυμόν.</l><l n="699"><milestone ed="P" unit="para"/>Ἀργεῖοι δʼ ὑπʼ Ἄρηϊ καὶ Ἕκτορι χαλκοκορυστῇ</l><l n="700">οὔτε ποτὲ προτρέποντο μελαινάων ἐπὶ νηῶν</l><l n="701">οὔτε ποτʼ ἀντεφέροντο μάχῃ, ἀλλʼ αἰὲν ὀπίσσω</l><l n="702">χάζονθʼ, ὡς ἐπύθοντο μετὰ Τρώεσσιν Ἄρηα.</l><l n="703"><milestone ed="P" unit="para"/>ἔνθα τίνα πρῶτον τίνα δʼ ὕστατον ἐξενάριξαν</l><l n="704">Ἕκτωρ τε Πριάμοιο πάϊς καὶ χάλκεος Ἄρης;</l><l n="705">ἀντίθεον Τεύθραντʼ, ἐπὶ δὲ πλήξιππον Ὀρέστην,</l><l n="706">Τρῆχόν τʼ αἰχμητὴν Αἰτώλιον Οἰνόμαόν τε,</l></div></div></body></text></TEI>