ἴφθιμος Πελάγων, ὅς οἱ φίλος ἦεν ἑταῖρος. τὸν δʼ ἔλιπε ψυχή, κατὰ δʼ ὀφθαλμῶν κέχυτʼ ἀχλύς· αὖτις δʼ ἐμπνύνθη, περὶ δὲ πνοιὴ Βορέαο ζώγρει ἐπιπνείουσα κακῶς κεκαφηότα θυμόν. Ἀργεῖοι δʼ ὑπʼ Ἄρηϊ καὶ Ἕκτορι χαλκοκορυστῇ οὔτε ποτὲ προτρέποντο μελαινάων ἐπὶ νηῶν οὔτε ποτʼ ἀντεφέροντο μάχῃ, ἀλλʼ αἰὲν ὀπίσσω χάζονθʼ, ὡς ἐπύθοντο μετὰ Τρώεσσιν Ἄρηα. ἔνθα τίνα πρῶτον τίνα δʼ ὕστατον ἐξενάριξαν Ἕκτωρ τε Πριάμοιο πάϊς καὶ χάλκεος Ἄρης; ἀντίθεον Τεύθραντʼ, ἐπὶ δὲ πλήξιππον Ὀρέστην, Τρῆχόν τʼ αἰχμητὴν Αἰτώλιον Οἰνόμαόν τε,