<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="5"><l n="69"><milestone ed="P" unit="para"/>Πήδαιον δʼ ἄρʼ ἔπεφνε Μέγης Ἀντήνορος υἱὸν</l><l n="70">ὅς ῥα νόθος μὲν ἔην, πύκα δʼ ἔτρεφε δῖα Θεανὼ</l><l n="71">ἶσα φίλοισι τέκεσσι χαριζομένη πόσεϊ ᾧ.</l><l n="72">τὸν μὲν Φυλεΐδης δουρὶ κλυτὸς ἐγγύθεν ἐλθὼν</l><l n="73">βεβλήκει κεφαλῆς κατὰ ἰνίον ὀξέϊ δουρί·</l><l n="74">ἀντικρὺ δʼ ἀνʼ ὀδόντας ὑπὸ γλῶσσαν τάμε χαλκός·</l><l n="75">ἤριπε δʼ ἐν κονίῃ, ψυχρὸν δʼ ἕλε χαλκὸν ὀδοῦσιν.</l><l n="76"><milestone ed="P" unit="para"/>Εὐρύπυλος δʼ Εὐαιμονίδης Ὑψήνορα δῖον</l><l n="77">υἱὸν ὑπερθύμου Δολοπίονος, ὅς ῥα Σκαμάνδρου</l><l n="78">ἀρητὴρ ἐτέτυκτο, θεὸς δʼ ὣς τίετο δήμῳ,</l><l n="79">τὸν μὲν ἄρʼ Εὐρύπυλος, Εὐαίμονος ἀγλαὸς υἱός,</l><l n="80">πρόσθεν ἕθεν φεύγοντα μεταδρομάδην ἔλασʼ ὦμον</l><l n="81">φασγάνῳ ἀΐξας, ἀπὸ δʼ ἔξεσε χεῖρα βαρεῖαν·</l><l n="82">αἱματόεσσα δὲ χεὶρ πεδίῳ πέσε· τὸν δὲ κατʼ ὄσσε</l><l n="83">ἔλλαβε πορφύρεος θάνατος καὶ μοῖρα κραταιή.</l><milestone ed="p" n="84" unit="card"/><l n="84"><milestone ed="P" unit="para"/>ὣς οἳ μὲν πονέοντο κατὰ κρατερὴν ὑσμίνην·</l><l n="85">Τυδεΐδην δʼ οὐκ ἂν γνοίης ποτέροισι μετείη</l><l n="86">ἠὲ μετὰ Τρώεσσιν ὁμιλέοι ἦ μετʼ Ἀχαιοῖς.</l><l n="87">θῦνε γὰρ ἂμ πεδίον ποταμῷ πλήθοντι ἐοικὼς</l></div></div></body></text></TEI>