<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="5"><l n="682">δεῖμα φέρων Δαναοῖσι· χάρη δʼ ἄρα οἱ προσιόντι</l><l n="683">Σαρπηδὼν Διὸς υἱός, ἔπος δʼ ὀλοφυδνὸν ἔειπε·</l><q><l n="684">Πριαμίδη, μὴ δή με ἕλωρ Δαναοῖσιν ἐάσῃς</l><l n="685">κεῖσθαι, ἀλλʼ ἐπάμυνον· ἔπειτά με καὶ λίποι αἰὼν</l><l n="686">ἐν πόλει ὑμετέρῃ, ἐπεὶ οὐκ ἄρʼ ἔμελλον ἔγωγε</l><l n="687">νοστήσας οἶκον δὲ φίλην ἐς πατρίδα γαῖαν</l><l n="688">εὐφρανέειν ἄλοχόν τε φίλην καὶ νήπιον υἱόν.</l></q><l n="689"><milestone ed="P" unit="para"/>ὣς φάτο, τὸν δʼ οὔ τι προσέφη κορυθαίολος Ἕκτωρ,</l><l n="690">ἀλλὰ παρήϊξεν λελιημένος ὄφρα τάχιστα</l><l n="691">ὤσαιτʼ Ἀργείους, πολέων δʼ ἀπὸ θυμὸν ἕλοιτο.</l><l n="692">οἳ μὲν ἄρʼ ἀντίθεον Σαρπηδόνα δῖοι ἑταῖροι</l><l n="693">εἷσαν ὑπʼ αἰγιόχοιο Διὸς περικαλλέϊ φηγῷ·</l><l n="694">ἐκ δʼ ἄρα οἱ μηροῦ δόρυ μείλινον ὦσε θύραζε</l><l n="695">ἴφθιμος Πελάγων, ὅς οἱ φίλος ἦεν ἑταῖρος.</l><l n="696">τὸν δʼ ἔλιπε ψυχή, κατὰ δʼ ὀφθαλμῶν κέχυτʼ ἀχλύς·</l><l n="697">αὖτις δʼ ἐμπνύνθη, περὶ δὲ πνοιὴ Βορέαο</l><l n="698">ζώγρει ἐπιπνείουσα κακῶς κεκαφηότα θυμόν.</l><l n="699"><milestone ed="P" unit="para"/>Ἀργεῖοι δʼ ὑπʼ Ἄρηϊ καὶ Ἕκτορι χαλκοκορυστῇ</l><l n="700">οὔτε ποτὲ προτρέποντο μελαινάων ἐπὶ νηῶν</l><l n="701">οὔτε ποτʼ ἀντεφέροντο μάχῃ, ἀλλʼ αἰὲν ὀπίσσω</l><l n="702">χάζονθʼ, ὡς ἐπύθοντο μετὰ Τρώεσσιν Ἄρηα.</l><l n="703"><milestone ed="P" unit="para"/>ἔνθα τίνα πρῶτον τίνα δʼ ὕστατον ἐξενάριξαν</l><l n="704">Ἕκτωρ τε Πριάμοιο πάϊς καὶ χάλκεος Ἄρης;</l><l n="705">ἀντίθεον Τεύθραντʼ, ἐπὶ δὲ πλήξιππον Ὀρέστην,</l><l n="706">Τρῆχόν τʼ αἰχμητὴν Αἰτώλιον Οἰνόμαόν τε,</l><l n="707">Οἰνοπίδην θʼ Ἕλενον καὶ Ὀρέσβιον αἰολομίτρην,</l><l n="708">ὅς ῥʼ ἐν Ὕλῃ ναίεσκε μέγα πλούτοιο μεμηλώς,</l><l n="709">λίμνῃ κεκλιμένος Κηφισίδι· πὰρ δέ οἱ ἄλλοι</l><l n="710">ναῖον Βοιωτοὶ μάλα πίονα δῆμον ἔχοντες.</l><milestone ed="p" n="711" unit="card"/><l n="711"><milestone ed="P" unit="para"/>τοὺς δʼ ὡς οὖν ἐνόησε θεὰ λευκώλενος Ἥρη</l><l n="712">Ἀργείους ὀλέκοντας ἐνὶ κρατερῇ ὑσμίνῃ,</l><l n="713">αὐτίκʼ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="714">ὢ πόποι αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη,</l><l n="715">ἦ ῥʼ ἅλιον τὸν μῦθον ὑπέστημεν Μενελάῳ</l><l n="716">Ἴλιον ἐκπέρσαντʼ εὐτείχεον ἀπονέεσθαι,</l><l n="717">εἰ οὕτω μαίνεσθαι ἐάσομεν οὖλον Ἄρηα.</l><l n="718">ἀλλʼ ἄγε δὴ καὶ νῶϊ μεδώμεθα θούριδος ἀλκῆς.</l></q><l n="719"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ γλαυκῶπις Ἀθήνη.</l><l n="720">ἣ μὲν ἐποιχομένη χρυσάμπυκας ἔντυεν ἵππους</l><l n="721">Ἥρη πρέσβα θεὰ θυγάτηρ μεγάλοιο Κρόνοιο·</l><l n="722">Ἥβη δʼ ἀμφʼ ὀχέεσσι θοῶς βάλε καμπύλα κύκλα</l><l n="723">χάλκεα ὀκτάκνημα σιδηρέῳ ἄξονι ἀμφίς.</l><l n="724">τῶν ἤτοι χρυσέη ἴτυς ἄφθιτος, αὐτὰρ ὕπερθε</l><l n="725">χάλκεʼ ἐπίσσωτρα προσαρηρότα, θαῦμα ἰδέσθαι·</l><l n="726">πλῆμναι δʼ ἀργύρου εἰσὶ περίδρομοι ἀμφοτέρωθεν·</l><l n="727">δίφρος δὲ χρυσέοισι καὶ ἀργυρέοισιν ἱμᾶσιν</l></div></div></body></text></TEI>