μερμήριξε δʼ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν ἢ προτέρω Διὸς υἱὸν ἐριγδούποιο διώκοι, ἦ ὅ γε τῶν πλεόνων Λυκίων ἀπὸ θυμὸν ἕλοιτο. οὐδʼ ἄρʼ Ὀδυσσῆϊ μεγαλήτορι μόρσιμον ἦεν ἴφθιμον Διὸς υἱὸν ἀποκτάμεν ὀξέϊ χαλκῷ· τώ ῥα κατὰ πληθὺν Λυκίων τράπε θυμὸν Ἀθήνη. ἔνθʼ ὅ γε Κοίρανον εἷλεν Ἀλάστορά τε Χρομίον τε Ἄλκανδρόν θʼ Ἅλιόν τε Νοήμονά τε Πρύτανίν τε. καί νύ κʼ ἔτι πλέονας Λυκίων κτάνε δῖος Ὀδυσσεὺς εἰ μὴ ἄρʼ ὀξὺ νόησε μέγας κορυθαίολος Ἕκτωρ· βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ δεῖμα φέρων Δαναοῖσι· χάρη δʼ ἄρα οἱ προσιόντι