<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="5"><l n="663"><milestone ed="P" unit="para"/>οἳ μὲν ἄρʼ ἀντίθεον Σαρπηδόνα δῖοι ἑταῖροι</l><l n="664">ἐξέφερον πολέμοιο· βάρυνε δέ μιν δόρυ μακρὸν</l><l n="665">ἑλκόμενον· τὸ μὲν οὔ τις ἐπεφράσατʼ οὐδὲ νόησε</l><l n="666">μηροῦ ἐξερύσαι δόρυ μείλινον ὄφρʼ ἐπιβαίη</l><l n="667">σπευδόντων· τοῖον γὰρ ἔχον πόνον ἀμφιέποντες.</l><milestone ed="p" n="668" unit="card"/><l n="668"><milestone ed="P" unit="para"/>Τληπόλεμον δʼ ἑτέρωθεν ἐϋκνήμιδες Ἀχαιοὶ</l><l n="669">ἐξέφερον πολέμοιο· νόησε δὲ δῖος Ὀδυσσεὺς</l><l n="670">τλήμονα θυμὸν ἔχων, μαίμησε δέ οἱ φίλον ἦτορ·</l><l n="671">μερμήριξε δʼ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν</l><l n="672">ἢ προτέρω Διὸς υἱὸν ἐριγδούποιο διώκοι,</l><l n="673">ἦ ὅ γε τῶν πλεόνων Λυκίων ἀπὸ θυμὸν ἕλοιτο.</l><l n="674">οὐδʼ ἄρʼ Ὀδυσσῆϊ μεγαλήτορι μόρσιμον ἦεν</l><l n="675">ἴφθιμον Διὸς υἱὸν ἀποκτάμεν ὀξέϊ χαλκῷ·</l><l n="676">τώ ῥα κατὰ πληθὺν Λυκίων τράπε θυμὸν Ἀθήνη.</l><l n="677">ἔνθʼ ὅ γε Κοίρανον εἷλεν Ἀλάστορά τε Χρομίον τε</l><l n="678">Ἄλκανδρόν θʼ Ἅλιόν τε Νοήμονά τε Πρύτανίν τε.</l><l n="679">καί νύ κʼ ἔτι πλέονας Λυκίων κτάνε δῖος Ὀδυσσεὺς</l><l n="680">εἰ μὴ ἄρʼ ὀξὺ νόησε μέγας κορυθαίολος Ἕκτωρ·</l><l n="681">βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ</l></div></div></body></text></TEI>