τὸν δὲ κατʼ ὀφθαλμῶν ἐρεβεννὴ νὺξ ἐκάλυψε. Τληπόλεμος δʼ ἄρα μηρὸν ἀριστερὸν ἔγχεϊ μακρῷ βεβλήκειν, αἰχμὴ δὲ διέσσυτο μαιμώωσα ὀστέω ἐγχριμφθεῖσα, πατὴρ δʼ ἔτι λοιγὸν ἄμυνεν. οἳ μὲν ἄρʼ ἀντίθεον Σαρπηδόνα δῖοι ἑταῖροι ἐξέφερον πολέμοιο· βάρυνε δέ μιν δόρυ μακρὸν ἑλκόμενον· τὸ μὲν οὔ τις ἐπεφράσατʼ οὐδὲ νόησε μηροῦ ἐξερύσαι δόρυ μείλινον ὄφρʼ ἐπιβαίη σπευδόντων· τοῖον γὰρ ἔχον πόνον ἀμφιέποντες. Τληπόλεμον δʼ ἑτέρωθεν ἐϋκνήμιδες Ἀχαιοὶ ἐξέφερον πολέμοιο· νόησε δὲ δῖος Ὀδυσσεὺς τλήμονα θυμὸν ἔχων, μαίμησε δέ οἱ φίλον ἦτορ·