<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="5"><q><l n="635">ψευδόμενοι δέ σέ φασι Διὸς γόνον αἰγιόχοιο</l><l n="636">εἶναι, ἐπεὶ πολλὸν κείνων ἐπιδεύεαι ἀνδρῶν</l><l n="637">οἳ Διὸς ἐξεγένοντο ἐπὶ προτέρων ἀνθρώπων·</l><l n="638">ἀλλʼ οἷόν τινά φασι βίην Ἡρακληείην</l><l n="639">εἶναι, ἐμὸν πατέρα θρασυμέμνονα θυμολέοντα·</l><l n="640">ὅς ποτε δεῦρʼ ἐλθὼν ἕνεχʼ ἵππων Λαομέδοντος</l><l n="641">ἓξ οἴῃς σὺν νηυσὶ καὶ ἀνδράσι παυροτέροισιν</l><l n="642">Ἰλίου ἐξαλάπαξε πόλιν, χήρωσε δʼ ἀγυιάς·</l><l n="643">σοὶ δὲ κακὸς μὲν θυμός, ἀποφθινύθουσι δὲ λαοί.</l><l n="644">οὐδέ τί σε Τρώεσσιν ὀΐομαι ἄλκαρ ἔσεσθαι</l><l n="645">ἐλθόντʼ ἐκ Λυκίης, οὐδʼ εἰ μάλα καρτερός ἐσσι,</l><l n="646">ἀλλʼ ὑπʼ ἐμοὶ δμηθέντα πύλας Ἀΐδαο περήσειν.</l></q></div></div></body></text></TEI>