<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="5"><q><l n="633">Σαρπῆδον Λυκίων βουληφόρε, τίς τοι ἀνάγκη</l><l n="634">πτώσσειν ἐνθάδʼ ἐόντι μάχης ἀδαήμονι φωτί;</l><l n="635">ψευδόμενοι δέ σέ φασι Διὸς γόνον αἰγιόχοιο</l><l n="636">εἶναι, ἐπεὶ πολλὸν κείνων ἐπιδεύεαι ἀνδρῶν</l><l n="637">οἳ Διὸς ἐξεγένοντο ἐπὶ προτέρων ἀνθρώπων·</l><l n="638">ἀλλʼ οἷόν τινά φασι βίην Ἡρακληείην</l><l n="639">εἶναι, ἐμὸν πατέρα θρασυμέμνονα θυμολέοντα·</l><l n="640">ὅς ποτε δεῦρʼ ἐλθὼν ἕνεχʼ ἵππων Λαομέδοντος</l><l n="641">ἓξ οἴῃς σὺν νηυσὶ καὶ ἀνδράσι παυροτέροισιν</l><l n="642">Ἰλίου ἐξαλάπαξε πόλιν, χήρωσε δʼ ἀγυιάς·</l><l n="643">σοὶ δὲ κακὸς μὲν θυμός, ἀποφθινύθουσι δὲ λαοί.</l><l n="644">οὐδέ τί σε Τρώεσσιν ὀΐομαι ἄλκαρ ἔσεσθαι</l><l n="645">ἐλθόντʼ ἐκ Λυκίης, οὐδʼ εἰ μάλα καρτερός ἐσσι,</l><l n="646">ἀλλʼ ὑπʼ ἐμοὶ δμηθέντα πύλας Ἀΐδαο περήσειν.</l></q><l n="647"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖ Σαρπηδὼν Λυκίων ἀγὸς ἀντίον ηὔδα·</l><q><l n="648">Τληπόλεμʼ ἤτοι κεῖνος ἀπώλεσεν Ἴλιον ἱρὴν</l><l n="649">ἀνέρος ἀφραδίῃσιν ἀγαυοῦ Λαομέδοντος,</l><l n="650">ὅς ῥά μιν εὖ ἕρξαντα κακῷ ἠνίπαπε μύθῳ,</l><l n="651">οὐδʼ ἀπέδωχʼ ἵππους, ὧν εἵνεκα τηλόθεν ἦλθε.</l><l n="652">σοὶ δʼ ἐγὼ ἐνθάδε φημὶ φόνον καὶ κῆρα μέλαιναν</l><l n="653">ἐξ ἐμέθεν τεύξεσθαι, ἐμῷ δʼ ὑπὸ δουρὶ δαμέντα</l><l n="654">εὖχος ἐμοὶ δώσειν, ψυχὴν δʼ Ἄϊδι κλυτοπώλῳ.</l></q><l n="655"><milestone ed="P" unit="para"/>ὣς φάτο Σαρπηδών, ὃ δʼ ἀνέσχετο μείλινον ἔγχος</l><l n="656">Τληπόλεμος· καὶ τῶν μὲν ἁμαρτῇ δούρατα μακρὰ</l><l n="657">ἐκ χειρῶν ἤϊξαν· ὃ μὲν βάλεν αὐχένα μέσσον</l><l n="658">Σαρπηδών, αἰχμὴ δὲ διαμπερὲς ἦλθʼ ἀλεγεινή·</l><l n="659">τὸν δὲ κατʼ ὀφθαλμῶν ἐρεβεννὴ νὺξ ἐκάλυψε.</l><l n="660">Τληπόλεμος δʼ ἄρα μηρὸν ἀριστερὸν ἔγχεϊ μακρῷ</l><l n="661">βεβλήκειν, αἰχμὴ δὲ διέσσυτο μαιμώωσα</l><l n="662">ὀστέω ἐγχριμφθεῖσα, πατὴρ δʼ ἔτι λοιγὸν ἄμυνεν.</l><l n="663"><milestone ed="P" unit="para"/>οἳ μὲν ἄρʼ ἀντίθεον Σαρπηδόνα δῖοι ἑταῖροι</l><l n="664">ἐξέφερον πολέμοιο· βάρυνε δέ μιν δόρυ μακρὸν</l><l n="665">ἑλκόμενον· τὸ μὲν οὔ τις ἐπεφράσατʼ οὐδὲ νόησε</l><l n="666">μηροῦ ἐξερύσαι δόρυ μείλινον ὄφρʼ ἐπιβαίη</l><l n="667">σπευδόντων· τοῖον γὰρ ἔχον πόνον ἀμφιέποντες.</l><milestone ed="p" n="668" unit="card"/><l n="668"><milestone ed="P" unit="para"/>Τληπόλεμον δʼ ἑτέρωθεν ἐϋκνήμιδες Ἀχαιοὶ</l><l n="669">ἐξέφερον πολέμοιο· νόησε δὲ δῖος Ὀδυσσεὺς</l><l n="670">τλήμονα θυμὸν ἔχων, μαίμησε δέ οἱ φίλον ἦτορ·</l><l n="671">μερμήριξε δʼ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν</l><l n="672">ἢ προτέρω Διὸς υἱὸν ἐριγδούποιο διώκοι,</l><l n="673">ἦ ὅ γε τῶν πλεόνων Λυκίων ἀπὸ θυμὸν ἕλοιτο.</l><l n="674">οὐδʼ ἄρʼ Ὀδυσσῆϊ μεγαλήτορι μόρσιμον ἦεν</l><l n="675">ἴφθιμον Διὸς υἱὸν ἀποκτάμεν ὀξέϊ χαλκῷ·</l><l n="676">τώ ῥα κατὰ πληθὺν Λυκίων τράπε θυμὸν Ἀθήνη.</l><l n="677">ἔνθʼ ὅ γε Κοίρανον εἷλεν Ἀλάστορά τε Χρομίον τε</l><l n="678">Ἄλκανδρόν θʼ Ἅλιόν τε Νοήμονά τε Πρύτανίν τε.</l><l n="679">καί νύ κʼ ἔτι πλέονας Λυκίων κτάνε δῖος Ὀδυσσεὺς</l><l n="680">εἰ μὴ ἄρʼ ὀξὺ νόησε μέγας κορυθαίολος Ἕκτωρ·</l><l n="681">βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ</l><l n="682">δεῖμα φέρων Δαναοῖσι· χάρη δʼ ἄρα οἱ προσιόντι</l><l n="683">Σαρπηδὼν Διὸς υἱός, ἔπος δʼ ὀλοφυδνὸν ἔειπε·</l><q><l n="684">Πριαμίδη, μὴ δή με ἕλωρ Δαναοῖσιν ἐάσῃς</l><l n="685">κεῖσθαι, ἀλλʼ ἐπάμυνον· ἔπειτά με καὶ λίποι αἰὼν</l><l n="686">ἐν πόλει ὑμετέρῃ, ἐπεὶ οὐκ ἄρʼ ἔμελλον ἔγωγε</l><l n="687">νοστήσας οἶκον δὲ φίλην ἐς πατρίδα γαῖαν</l><l n="688">εὐφρανέειν ἄλοχόν τε φίλην καὶ νήπιον υἱόν.</l></q><l n="689"><milestone ed="P" unit="para"/>ὣς φάτο, τὸν δʼ οὔ τι προσέφη κορυθαίολος Ἕκτωρ,</l><l n="690">ἀλλὰ παρήϊξεν λελιημένος ὄφρα τάχιστα</l><l n="691">ὤσαιτʼ Ἀργείους, πολέων δʼ ἀπὸ θυμὸν ἕλοιτο.</l><l n="692">οἳ μὲν ἄρʼ ἀντίθεον Σαρπηδόνα δῖοι ἑταῖροι</l><l n="693">εἷσαν ὑπʼ αἰγιόχοιο Διὸς περικαλλέϊ φηγῷ·</l><l n="694">ἐκ δʼ ἄρα οἱ μηροῦ δόρυ μείλινον ὦσε θύραζε</l><l n="695">ἴφθιμος Πελάγων, ὅς οἱ φίλος ἦεν ἑταῖρος.</l><l n="696">τὸν δʼ ἔλιπε ψυχή, κατὰ δʼ ὀφθαλμῶν κέχυτʼ ἀχλύς·</l><l n="697">αὖτις δʼ ἐμπνύνθη, περὶ δὲ πνοιὴ Βορέαο</l><l n="698">ζώγρει ἐπιπνείουσα κακῶς κεκαφηότα θυμόν.</l><l n="699"><milestone ed="P" unit="para"/>Ἀργεῖοι δʼ ὑπʼ Ἄρηϊ καὶ Ἕκτορι χαλκοκορυστῇ</l><l n="700">οὔτε ποτὲ προτρέποντο μελαινάων ἐπὶ νηῶν</l><l n="701">οὔτε ποτʼ ἀντεφέροντο μάχῃ, ἀλλʼ αἰὲν ὀπίσσω</l><l n="702">χάζονθʼ, ὡς ἐπύθοντο μετὰ Τρώεσσιν Ἄρηα.</l><l n="703"><milestone ed="P" unit="para"/>ἔνθα τίνα πρῶτον τίνα δʼ ὕστατον ἐξενάριξαν</l><l n="704">Ἕκτωρ τε Πριάμοιο πάϊς καὶ χάλκεος Ἄρης;</l><l n="705">ἀντίθεον Τεύθραντʼ, ἐπὶ δὲ πλήξιππον Ὀρέστην,</l><l n="706">Τρῆχόν τʼ αἰχμητὴν Αἰτώλιον Οἰνόμαόν τε,</l><l n="707">Οἰνοπίδην θʼ Ἕλενον καὶ Ὀρέσβιον αἰολομίτρην,</l><l n="708">ὅς ῥʼ ἐν Ὕλῃ ναίεσκε μέγα πλούτοιο μεμηλώς,</l><l n="709">λίμνῃ κεκλιμένος Κηφισίδι· πὰρ δέ οἱ ἄλλοι</l><l n="710">ναῖον Βοιωτοὶ μάλα πίονα δῆμον ἔχοντες.</l><milestone ed="p" n="711" unit="card"/><l n="711"><milestone ed="P" unit="para"/>τοὺς δʼ ὡς οὖν ἐνόησε θεὰ λευκώλενος Ἥρη</l><l n="712">Ἀργείους ὀλέκοντας ἐνὶ κρατερῇ ὑσμίνῃ,</l><l n="713">αὐτίκʼ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="714">ὢ πόποι αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη,</l><l n="715">ἦ ῥʼ ἅλιον τὸν μῦθον ὑπέστημεν Μενελάῳ</l><l n="716">Ἴλιον ἐκπέρσαντʼ εὐτείχεον ἀπονέεσθαι,</l><l n="717">εἰ οὕτω μαίνεσθαι ἐάσομεν οὖλον Ἄρηα.</l><l n="718">ἀλλʼ ἄγε δὴ καὶ νῶϊ μεδώμεθα θούριδος ἀλκῆς.</l></q><l n="719"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ γλαυκῶπις Ἀθήνη.</l><l n="720">ἣ μὲν ἐποιχομένη χρυσάμπυκας ἔντυεν ἵππους</l><l n="721">Ἥρη πρέσβα θεὰ θυγάτηρ μεγάλοιο Κρόνοιο·</l><l n="722">Ἥβη δʼ ἀμφʼ ὀχέεσσι θοῶς βάλε καμπύλα κύκλα</l><l n="723">χάλκεα ὀκτάκνημα σιδηρέῳ ἄξονι ἀμφίς.</l><l n="724">τῶν ἤτοι χρυσέη ἴτυς ἄφθιτος, αὐτὰρ ὕπερθε</l><l n="725">χάλκεʼ ἐπίσσωτρα προσαρηρότα, θαῦμα ἰδέσθαι·</l><l n="726">πλῆμναι δʼ ἀργύρου εἰσὶ περίδρομοι ἀμφοτέρωθεν·</l><l n="727">δίφρος δὲ χρυσέοισι καὶ ἀργυρέοισιν ἱμᾶσιν</l><l n="728">ἐντέταται, δοιαὶ δὲ περίδρομοι ἄντυγές εἰσι.</l><l n="729">τοῦ δʼ ἐξ ἀργύρεος ῥυμὸς πέλεν· αὐτὰρ ἐπʼ ἄκρῳ</l><l n="730">δῆσε χρύσειον καλὸν ζυγόν, ἐν δὲ λέπαδνα</l><l n="731">κάλʼ ἔβαλε χρύσειʼ· ὑπὸ δὲ ζυγὸν ἤγαγεν Ἥρη</l><l n="732">ἵππους ὠκύποδας, μεμαυῖʼ ἔριδος καὶ ἀϋτῆς.</l><l n="733"><milestone ed="P" unit="para"/>αὐτὰρ Ἀθηναίη κούρη Διὸς αἰγιόχοιο</l><l n="734">πέπλον μὲν κατέχευεν ἑανὸν πατρὸς ἐπʼ οὔδει</l><l n="735">ποικίλον, ὅν ῥʼ αὐτὴ ποιήσατο καὶ κάμε χερσίν·</l><l n="736">ἣ δὲ χιτῶνʼ ἐνδῦσα Διὸς νεφεληγερέταο</l><l n="737">τεύχεσιν ἐς πόλεμον θωρήσσετο δακρυόεντα.</l><l n="738">ἀμφὶ δʼ ἄρʼ ὤμοισιν βάλετʼ αἰγίδα θυσσανόεσσαν</l><l n="739">δεινήν, ἣν περὶ μὲν πάντῃ Φόβος ἐστεφάνωται,</l><l n="740">ἐν δʼ Ἔρις, ἐν δʼ Ἀλκή, ἐν δὲ κρυόεσσα Ἰωκή,</l><l n="741">ἐν δέ τε Γοργείη κεφαλὴ δεινοῖο πελώρου</l><l n="742">δεινή τε σμερδνή τε, Διὸς τέρας αἰγιόχοιο.</l><l n="743">κρατὶ δʼ ἐπʼ ἀμφίφαλον κυνέην θέτο τετραφάληρον</l><l n="744">χρυσείην, ἑκατὸν πολίων πρυλέεσσʼ ἀραρυῖαν·</l><l n="745">ἐς δʼ ὄχεα φλόγεα ποσὶ βήσετο, λάζετο δʼ ἔγχος</l><l n="746">βριθὺ μέγα στιβαρόν, τῷ δάμνησι στίχας ἀνδρῶν</l><l n="747">ἡρώων, οἷσίν τε κοτέσσεται ὀβριμοπάτρη.</l><l n="748">Ἥρη δὲ μάστιγι θοῶς ἐπεμαίετʼ ἄρʼ ἵππους·</l><l n="749">αὐτόμαται δὲ πύλαι μύκον οὐρανοῦ ἃς ἔχον Ὧραι,</l><l n="750">τῇς ἐπιτέτραπται μέγας οὐρανὸς Οὔλυμπός τε</l><l n="751">ἠμὲν ἀνακλῖναι πυκινὸν νέφος ἠδʼ ἐπιθεῖναι.</l><l n="752">τῇ ῥα διʼ αὐτάων κεντρηνεκέας ἔχον ἵππους·</l><l n="753">εὗρον δὲ Κρονίωνα θεῶν ἄτερ ἥμενον ἄλλων</l><l n="754">ἀκροτάτῃ κορυφῇ πολυδειράδος Οὐλύμποιο.</l><l n="755">ἔνθʼ ἵππους στήσασα θεὰ λευκώλενος Ἥρη</l><l n="756">Ζῆνʼ ὕπατον Κρονίδην ἐξείρετο καὶ προσέειπε·</l><q><l n="757">Ζεῦ πάτερ οὐ νεμεσίζῃ Ἄρῃ τάδε καρτερὰ ἔργα</l><l n="758">ὁσσάτιόν τε καὶ οἷον ἀπώλεσε λαὸν Ἀχαιῶν</l><l n="759">μὰψ ἀτὰρ οὐ κατὰ κόσμον ἐμοὶ δʼ ἄχος, οἳ δὲ ἕκηλοι</l><l n="760">τέρπονται Κύπρίς τε καὶ ἀργυρότοξος Ἀπόλλων</l><l n="761">ἄφρονα τοῦτον ἀνέντες, ὃς οὔ τινα οἶδε θέμιστα;</l><l n="762">Ζεῦ πάτερ ἦ ῥά τί μοι κεχολώσεαι, αἴ κεν Ἄρηα</l><l n="763">λυγρῶς πεπληγυῖα μάχης ἐξαποδίωμαι;</l></q><milestone ed="p" n="764" unit="card"/><l n="764"><milestone ed="P" unit="para"/>τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·</l><q><l n="765">ἄγρει μάν οἱ ἔπορσον Ἀθηναίην ἀγελείην,</l><l n="766">ἥ ἑ μάλιστʼ εἴωθε κακῇς ὀδύνῃσι πελάζειν.</l></q><l n="767"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ λευκώλενος Ἥρη,</l><l n="768">μάστιξεν δʼ ἵππους· τὼ δʼ οὐκ ἀέκοντε πετέσθην</l><l n="769">μεσσηγὺς γαίης τε καὶ οὐρανοῦ ἀστερόεντος.</l><l n="770">ὅσσον δʼ ἠεροειδὲς ἀνὴρ ἴδεν ὀφθαλμοῖσιν</l><l n="771">ἥμενος ἐν σκοπιῇ, λεύσσων ἐπὶ οἴνοπα πόντον,</l><l n="772">τόσσον ἐπιθρῴσκουσι θεῶν ὑψηχέες ἵπποι.</l><l n="773">ἀλλʼ ὅτε δὴ Τροίην ἷξον ποταμώ τε ῥέοντε,</l><l n="774">ἧχι ῥοὰς Σιμόεις συμβάλλετον ἠδὲ Σκάμανδρος,</l><l n="775">ἔνθʼ ἵππους ἔστησε θεὰ λευκώλενος Ἥρη</l><l n="776">λύσασʼ ἐξ ὀχέων, περὶ δʼ ἠέρα πουλὺν ἔχευε·</l><l n="777">τοῖσιν δʼ ἀμβροσίην Σιμόεις ἀνέτειλε νέμεσθαι.</l><l n="778"><milestone ed="P" unit="para"/>αἳ δὲ βάτην τρήρωσι πελειάσιν ἴθμαθʼ ὁμοῖαι</l><l n="779">ἀνδράσιν Ἀργείοισιν ἀλεξέμεναι μεμαυῖαι·</l><l n="780">ἀλλʼ ὅτε δή ῥʼ ἵκανον ὅθι πλεῖστοι καὶ ἄριστοι</l><l n="781">ἕστασαν ἀμφὶ βίην Διομήδεος ἱπποδάμοιο</l><l n="782">εἰλόμενοι λείουσιν ἐοικότες ὠμοφάγοισιν</l><l n="783">ἢ συσὶ κάπροισιν, τῶν τε σθένος οὐκ ἀλαπαδνόν,</l><l n="784">ἔνθα στᾶσʼ ἤϋσε θεὰ λευκώλενος Ἥρη</l><l n="785">Στέντορι εἰσαμένη μεγαλήτορι χαλκεοφώνῳ,</l><l n="786">ὃς τόσον αὐδήσασχʼ ὅσον ἄλλοι πεντήκοντα·</l><q><l n="787">αἰδὼς Ἀργεῖοι κάκʼ ἐλέγχεα εἶδος ἀγητοί·</l><l n="788">ὄφρα μὲν ἐς πόλεμον πωλέσκετο δῖος Ἀχιλλεύς,</l><l n="789">οὐδέ ποτε Τρῶες πρὸ πυλάων Δαρδανιάων</l><l n="790">οἴχνεσκον· κείνου γὰρ ἐδείδισαν ὄβριμον ἔγχος·</l><l n="791">νῦν δὲ ἑκὰς πόλιος κοίλῃς ἐπὶ νηυσὶ μάχονται.</l><milestone ed="p" n="792" unit="card"/></q><l n="792"><milestone ed="P" unit="para"/>ὣς εἰποῦσʼ ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.</l><l n="793">Τυδεΐδῃ δʼ ἐπόρουσε θεὰ γλαυκῶπις Ἀθήνη·</l><l n="794">εὗρε δὲ τόν γε ἄνακτα παρʼ ἵπποισιν καὶ ὄχεσφιν</l><l n="795">ἕλκος ἀναψύχοντα τό μιν βάλε Πάνδαρος ἰῷ.</l><l n="796">ἱδρὼς γάρ μιν ἔτειρεν ὑπὸ πλατέος τελαμῶνος</l><l n="797">ἀσπίδος εὐκύκλου· τῷ τείρετο, κάμνε δὲ χεῖρα,</l><l n="798">ἂν δʼ ἴσχων τελαμῶνα κελαινεφὲς αἷμʼ ἀπομόργνυ.</l><l n="799">ἱππείου δὲ θεὰ ζυγοῦ ἥψατο φώνησέν τε·</l><q><l n="800">ἦ ὀλίγον οἷ παῖδα ἐοικότα γείνατο Τυδεύς.</l><l n="801">Τυδεύς τοι μικρὸς μὲν ἔην δέμας, ἀλλὰ μαχητής·</l><l n="802">καί ῥʼ ὅτε πέρ μιν ἐγὼ πολεμίζειν οὐκ εἴασκον</l><l n="803">οὐδʼ ἐκπαιφάσσειν, ὅτε τʼ ἤλυθε νόσφιν Ἀχαιῶν</l><l n="804">ἄγγελος ἐς Θήβας πολέας μετὰ Καδμείωνας·</l><l n="805">δαίνυσθαί μιν ἄνωγον ἐνὶ μεγάροισιν ἕκηλον·</l><l n="806">αὐτὰρ ὃ θυμὸν ἔχων ὃν καρτερὸν ὡς τὸ πάρος περ</l><l n="807">κούρους Καδμείων προκαλίζετο, πάντα δʼ ἐνίκα</l><l n="808">ῥηϊδίως· τοίη οἱ ἐγὼν ἐπιτάρροθος ἦα.</l><l n="809">σοὶ δʼ ἤτοι μὲν ἐγὼ παρά θʼ ἵσταμαι ἠδὲ φυλάσσω,</l><l n="810">καί σε προφρονέως κέλομαι Τρώεσσι μάχεσθαι·</l><l n="811">ἀλλά σευ ἢ κάματος πολυᾶϊξ γυῖα δέδυκεν</l><l n="812">ἤ νύ σέ που δέος ἴσχει ἀκήριον· οὐ σύ γʼ ἔπειτα</l><l n="813">Τυδέος ἔκγονός ἐσσι δαΐφρονος Οἰνεΐδαο.</l></q><l n="814"><milestone ed="P" unit="para"/>τὴν δʼ ἀπαμειβόμενος προσέφη κρατερὸς Διομήδης·</l><q><l n="815">γιγνώσκω σε θεὰ θύγατερ Διὸς αἰγιόχοιο·</l><l n="816">τώ τοι προφρονέως ἐρέω ἔπος οὐδʼ ἐπικεύσω.</l><l n="817">οὔτέ τί με δέος ἴσχει ἀκήριον οὔτέ τις ὄκνος,</l><l n="818">ἀλλʼ ἔτι σέων μέμνημαι ἐφετμέων ἃς ἐπέτειλας·</l><l n="819">οὔ μʼ εἴας μακάρεσσι θεοῖς ἀντικρὺ μάχεσθαι</l><l n="820">τοῖς ἄλλοις· ἀτὰρ εἴ κε Διὸς θυγάτηρ Ἀφροδίτη</l><l n="821">ἔλθῃσʼ ἐς πόλεμον, τήν γʼ οὐτάμεν ὀξέϊ χαλκῷ.</l><l n="822">τοὔνεκα νῦν αὐτός τʼ ἀναχάζομαι ἠδὲ καὶ ἄλλους</l><l n="823">Ἀργείους ἐκέλευσα ἀλήμεναι ἐνθάδε πάντας·</l><l n="824">γιγνώσκω γὰρ Ἄρηα μάχην ἀνὰ κοιρανέοντα.</l></q><l n="825"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη·</l><q><l n="826">Τυδεΐδη Διόμηδες ἐμῷ κεχαρισμένε θυμῷ</l><l n="827">μήτε σύ γʼ Ἄρηα τό γε δείδιθι μήτε τινʼ ἄλλον</l><l n="828">ἀθανάτων, τοίη τοι ἐγὼν ἐπιτάρροθός εἰμι·</l><l n="829">ἀλλʼ ἄγʼ ἐπʼ Ἄρηϊ πρώτῳ ἔχε μώνυχας ἵππους,</l><l n="830">τύψον δὲ σχεδίην μηδʼ ἅζεο θοῦρον Ἄρηα</l><l n="831">τοῦτον μαινόμενον, τυκτὸν κακόν, ἀλλοπρόσαλλον,</l><l n="832">ὃς πρῴην μὲν ἐμοί τε καὶ Ἥρῃ στεῦτʼ ἀγορεύων</l><l n="833">Τρωσὶ μαχήσεσθαι, ἀτὰρ Ἀργείοισιν ἀρήξειν,</l><l n="834">νῦν δὲ μετὰ Τρώεσσιν ὁμιλεῖ, τῶν δὲ λέλασται.</l><milestone ed="p" n="835" unit="card"/></q><l n="835"><milestone ed="P" unit="para"/>ὣς φαμένη Σθένελον μὲν ἀφʼ ἵππων ὦσε χαμᾶζε,</l><l n="836">χειρὶ πάλιν ἐρύσασʼ, ὃ δʼ ἄρʼ ἐμμαπέως ἀπόρουσεν·</l><l n="837">ἣ δʼ ἐς δίφρον ἔβαινε παραὶ Διομήδεα δῖον</l><l n="838">ἐμμεμαυῖα θεά· μέγα δʼ ἔβραχε φήγινος ἄξων</l><l n="839">βριθοσύνῃ· δεινὴν γὰρ ἄγεν θεὸν ἄνδρά τʼ ἄριστον.</l><l n="840">λάζετο δὲ μάστιγα καὶ ἡνία Παλλὰς Ἀθήνη·</l><l n="841">αὐτίκʼ ἐπʼ Ἄρηϊ πρώτῳ ἔχε μώνυχας ἵππους.</l><l n="842">ἤτοι ὃ μὲν Περίφαντα πελώριον ἐξενάριζεν</l><l n="843">Αἰτωλῶν ὄχʼ ἄριστον Ὀχησίου ἀγλαὸν υἱόν·</l><l n="844">τὸν μὲν Ἄρης ἐνάριζε μιαιφόνος· αὐτὰρ Ἀθήνη</l><l n="845">δῦνʼ Ἄϊδος κυνέην, μή μιν ἴδοι ὄβριμος Ἄρης.</l><l n="846"><milestone ed="P" unit="para"/>ὡς δὲ ἴδε βροτολοιγὸς Ἄρης Διομήδεα δῖον,</l><l n="847">ἤτοι ὃ μὲν Περίφαντα πελώριον αὐτόθʼ ἔασε</l><l n="848">κεῖσθαι ὅθι πρῶτον κτείνων ἐξαίνυτο θυμόν,</l><l n="849">αὐτὰρ ὃ βῆ ῥʼ ἰθὺς Διομήδεος ἱπποδάμοιο.</l><l n="850">οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες,</l><l n="851">πρόσθεν Ἄρης ὠρέξαθʼ ὑπὲρ ζυγὸν ἡνία θʼ ἵππων</l><l n="852">ἔγχεϊ χαλκείῳ μεμαὼς ἀπὸ θυμὸν ἑλέσθαι·</l><l n="853">καὶ τό γε χειρὶ λαβοῦσα θεὰ γλαυκῶπις Ἀθήνη</l><l n="854">ὦσεν ὑπὲκ δίφροιο ἐτώσιον ἀϊχθῆναι.</l><l n="855">δεύτερος αὖθʼ ὡρμᾶτο βοὴν ἀγαθὸς Διομήδης</l><l n="856">ἔγχεϊ χαλκείῳ· ἐπέρεισε δὲ Παλλὰς Ἀθήνη</l><l n="857">νείατον ἐς κενεῶνα ὅθι ζωννύσκετο μίτρῃ·</l><l n="858">τῇ ῥά μιν οὖτα τυχών, διὰ δὲ χρόα καλὸν ἔδαψεν,</l><l n="859">ἐκ δὲ δόρυ σπάσεν αὖτις· ὃ δʼ ἔβραχε χάλκεος Ἄρης</l><l n="860">ὅσσόν τʼ ἐννεάχιλοι ἐπίαχον ἢ δεκάχιλοι</l><l n="861">ἀνέρες ἐν πολέμῳ ἔριδα ξυνάγοντες Ἄρηος.</l><l n="862">τοὺς δʼ ἄρʼ ὑπὸ τρόμος εἷλεν Ἀχαιούς τε Τρῶάς τε</l><l n="863">δείσαντας· τόσον ἔβραχʼ Ἄρης ἆτος πολέμοιο.</l><milestone ed="p" n="864" unit="card"/><l n="864"><milestone ed="P" unit="para"/>οἵη δʼ ἐκ νεφέων ἐρεβεννὴ φαίνεται ἀὴρ</l><l n="865">καύματος ἐξ ἀνέμοιο δυσαέος ὀρνυμένοιο,</l><l n="866">τοῖος Τυδεΐδῃ Διομήδεϊ χάλκεος Ἄρης</l><l n="867">φαίνεθʼ ὁμοῦ νεφέεσσιν ἰὼν εἰς οὐρανὸν εὐρύν.</l><l n="868">καρπαλίμως δʼ ἵκανε θεῶν ἕδος αἰπὺν Ὄλυμπον,</l><l n="869">πὰρ δὲ Διὶ Κρονίωνι καθέζετο θυμὸν ἀχεύων,</l><l n="870">δεῖξεν δʼ ἄμβροτον αἷμα καταρρέον ἐξ ὠτειλῆς,</l><l n="871">καί ῥʼ ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="872">Ζεῦ πάτερ οὐ νεμεσίζῃ ὁρῶν τάδε καρτερὰ ἔργα;</l><l n="873">αἰεί τοι ῥίγιστα θεοὶ τετληότες εἰμὲν</l><l n="874">ἀλλήλων ἰότητι, χάριν ἄνδρεσσι φέροντες.</l><l n="875">σοὶ πάντες μαχόμεσθα· σὺ γὰρ τέκες ἄφρονα κούρην</l><l n="876">οὐλομένην, ᾗ τʼ αἰὲν ἀήσυλα ἔργα μέμηλεν.</l><l n="877">ἄλλοι μὲν γὰρ πάντες ὅσοι θεοί εἰσʼ ἐν Ὀλύμπῳ</l><l n="878">σοί τʼ ἐπιπείθονται καὶ δεδμήμεσθα ἕκαστος·</l><l n="879">ταύτην δʼ οὔτʼ ἔπεϊ προτιβάλλεαι οὔτέ τι ἔργῳ,</l><l n="880">ἀλλʼ ἀνιεῖς, ἐπεὶ αὐτὸς ἐγείναο παῖδʼ ἀΐδηλον·</l><l n="881">ἣ νῦν Τυδέος υἱὸν ὑπερφίαλον Διομήδεα</l><l n="882">μαργαίνειν ἀνέηκεν ἐπʼ ἀθανάτοισι θεοῖσι.</l><l n="883">Κύπριδα μὲν πρῶτον σχεδὸν οὔτασε χεῖρʼ ἐπὶ καρπῷ,</l><l n="884">αὐτὰρ ἔπειτʼ αὐτῷ μοι ἐπέσσυτο δαίμονι ἶσος·</l><l n="885">ἀλλά μʼ ὑπήνεικαν ταχέες πόδες· ἦ τέ κε δηρὸν</l><l n="886">αὐτοῦ πήματʼ ἔπασχον ἐν αἰνῇσιν νεκάδεσσιν,</l><l n="887">ἤ κε ζὼς ἀμενηνὸς ἔα χαλκοῖο τυπῇσι.</l></q><l n="888"><milestone ed="P" unit="para"/>τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη νεφεληγερέτα Ζεύς.</l><q><l n="889">μή τί μοι ἀλλοπρόσαλλε παρεζόμενος μινύριζε.</l><l n="890">ἔχθιστος δέ μοί ἐσσι θεῶν οἳ Ὄλυμπον ἔχουσιν·</l><l n="891">αἰεὶ γάρ τοι ἔρις τε φίλη πόλεμοί τε μάχαι τε.</l><l n="892">μητρός τοι μένος ἐστὶν ἀάσχετον οὐκ ἐπιεικτὸν</l><l n="893">Ἥρης· τὴν μὲν ἐγὼ σπουδῇ δάμνημʼ ἐπέεσσι·</l><l n="894">τώ σʼ ὀΐω κείνης τάδε πάσχειν ἐννεσίῃσιν.</l><l n="895">ἀλλʼ οὐ μάν σʼ ἔτι δηρὸν ἀνέξομαι ἄλγεʼ ἔχοντα·</l><l n="896">ἐκ γὰρ ἐμεῦ γένος ἐσσί, ἐμοὶ δέ σε γείνατο μήτηρ·</l><l n="897">εἰ δέ τευ ἐξ ἄλλου γε θεῶν γένευ ὧδʼ ἀΐδηλος</l><l n="898">καί κεν δὴ πάλαι ἦσθα ἐνέρτερος Οὐρανιώνων.</l><milestone ed="p" n="899" unit="card"/></q><l n="899"><milestone ed="P" unit="para"/>ὣς φάτο, καὶ Παιήονʼ ἀνώγειν ἰήσασθαι.</l><l n="900">τῷ δʼ ἐπὶ Παιήων ὀδυνήφατα φάρμακα πάσσων</l><l n="901">ἠκέσατʼ· οὐ μὲν γάρ τι καταθνητός γʼ ἐτέτυκτο.</l><l n="902">ὡς δʼ ὅτʼ ὀπὸς γάλα λευκὸν ἐπειγόμενος συνέπηξεν</l><l n="903">ὑγρὸν ἐόν, μάλα δʼ ὦκα περιτρέφεται κυκόωντι,</l><l n="904">ὣς ἄρα καρπαλίμως ἰήσατο θοῦρον Ἄρηα.</l><l n="905">τὸν δʼ Ἥβη λοῦσεν, χαρίεντα δὲ εἵματα ἕσσε·</l><l n="906">πὰρ δὲ Διὶ Κρονίωνι καθέζετο κύδεϊ γαίων.</l><l n="907"><milestone ed="P" unit="para"/>αἳ δʼ αὖτις πρὸς δῶμα Διὸς μεγάλοιο νέοντο</l><l n="908">Ἥρη τʼ Ἀργείη καὶ Ἀλαλκομενηῒς Ἀθήνη</l><l n="909">παύσασαι βροτολοιγὸν Ἄρηʼ ἀνδροκτασιάων.</l></div><div type="textpart" subtype="Book" n="6"><milestone ed="p" n="1" unit="card"/><l n="1"><milestone ed="P" unit="para"/>Τρώων δʼ οἰώθη καὶ Ἀχαιῶν φύλοπις αἰνή·</l><l n="2">πολλὰ δʼ ἄρʼ ἔνθα καὶ ἔνθʼ ἴθυσε μάχη πεδίοιο</l><l n="3">ἀλλήλων ἰθυνομένων χαλκήρεα δοῦρα</l><l n="4">μεσσηγὺς Σιμόεντος ἰδὲ Ξάνθοιο ῥοάων.</l><l n="5"><milestone ed="P" unit="para"/>Αἴας δὲ πρῶτος Τελαμώνιος ἕρκος Ἀχαιῶν</l><l n="6">Τρώων ῥῆξε φάλαγγα, φόως δʼ ἑτάροισιν ἔθηκεν,</l><l n="7">ἄνδρα βαλὼν ὃς ἄριστος ἐνὶ Θρῄκεσσι τέτυκτο</l><l n="8">υἱὸν Ἐϋσσώρου Ἀκάμαντʼ ἠΰν τε μέγαν τε.</l><l n="9">τόν ῥʼ ἔβαλε πρῶτος κόρυθος φάλον ἱπποδασείης,</l><l n="10">ἐν δὲ μετώπῳ πῆξε, πέρησε δʼ ἄρʼ ὀστέον εἴσω</l><l n="11">αἰχμὴ χαλκείη· τὸν δὲ σκότος ὄσσε κάλυψεν.</l><l n="12"><milestone ed="P" unit="para"/>Ἄξυλον δʼ ἄρʼ ἔπεφνε βοὴν ἀγαθὸς Διομήδης</l><l n="13">Τευθρανίδην, ὃς ἔναιεν ἐϋκτιμένῃ ἐν Ἀρίσβῃ</l><l n="14">ἀφνειὸς βιότοιο, φίλος δʼ ἦν ἀνθρώποισι.</l><l n="15">πάντας γὰρ φιλέεσκεν ὁδῷ ἔπι οἰκία ναίων.</l><l n="16">ἀλλά οἱ οὔ τις τῶν γε τότʼ ἤρκεσε λυγρὸν ὄλεθρον</l><l n="17">πρόσθεν ὑπαντιάσας, ἀλλʼ ἄμφω θυμὸν ἀπηύρα</l><l n="18">αὐτὸν καὶ θεράποντα Καλήσιον, ὅς ῥα τόθʼ ἵππων</l><l n="19">ἔσκεν ὑφηνίοχος· τὼ δʼ ἄμφω γαῖαν ἐδύτην.</l><l n="20"><milestone ed="P" unit="para"/>Δρῆσον δʼ Εὐρύαλος καὶ Ὀφέλτιον ἐξενάριξε·</l><l n="21">βῆ δὲ μετʼ Αἴσηπον καὶ Πήδασον, οὕς ποτε νύμφη</l><l n="22">νηῒς Ἀβαρβαρέη τέκʼ ἀμύμονι Βουκολίωνι.</l><l n="23">Βουκολίων δʼ ἦν υἱὸς ἀγαυοῦ Λαομέδοντος</l><l n="24">πρεσβύτατος γενεῇ, σκότιον δέ ἑ γείνατο μήτηρ·</l><l n="25">ποιμαίνων δʼ ἐπʼ ὄεσσι μίγη φιλότητι καὶ εὐνῇ,</l><l n="26">ἣ δʼ ὑποκυσαμένη διδυμάονε γείνατο παῖδε.</l><l n="27">καὶ μὲν τῶν ὑπέλυσε μένος καὶ φαίδιμα γυῖα</l><l n="28">Μηκιστηϊάδης καὶ ἀπʼ ὤμων τεύχεʼ ἐσύλα.</l><l n="29"><milestone ed="P" unit="para"/>Ἀστύαλον δʼ ἄρʼ ἔπεφνε μενεπτόλεμος Πολυποίτης·</l><l n="30">Πιδύτην δʼ Ὀδυσεὺς Περκώσιον ἐξενάριξεν</l><l n="31">ἔγχεϊ χαλκείῳ, Τεῦκρος δʼ Ἀρετάονα δῖον.</l><l n="32">Ἀντίλοχος δʼ Ἄβληρον ἐνήρατο δουρὶ φαεινῷ</l><l n="33">Νεστορίδης, Ἔλατον δὲ ἄναξ ἀνδρῶν Ἀγαμέμνων·</l><l n="34">ναῖε δὲ Σατνιόεντος ἐϋρρείταο παρʼ ὄχθας</l><l n="35">Πήδασον αἰπεινήν. Φύλακον δʼ ἕλε Λήϊτος ἥρως</l><l n="36">φεύγοντʼ· Εὐρύπυλος δὲ Μελάνθιον ἐξενάριξεν.</l><milestone ed="p" n="37" unit="card"/><l n="37"><milestone ed="P" unit="para"/>Ἄδρηστον δʼ ἄρʼ ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος</l><l n="38">ζωὸν ἕλʼ· ἵππω γάρ οἱ ἀτυζομένω πεδίοιο</l><l n="39">ὄζῳ ἔνι βλαφθέντε μυρικίνῳ ἀγκύλον ἅρμα</l><l n="40">ἄξαντʼ ἐν πρώτῳ ῥυμῷ αὐτὼ μὲν ἐβήτην</l><l n="41">πρὸς πόλιν, ᾗ περ οἱ ἄλλοι ἀτυζόμενοι φοβέοντο,</l><l n="42">αὐτὸς δʼ ἐκ δίφροιο παρὰ τροχὸν ἐξεκυλίσθη</l><l n="43">πρηνὴς ἐν κονίῃσιν ἐπὶ στόμα· πὰρ δέ οἱ ἔστη</l><l n="44">Ἀτρεΐδης Μενέλαος ἔχων δολιχόσκιον ἔγχος.</l><l n="45">Ἄδρηστος δʼ ἄρʼ ἔπειτα λαβὼν ἐλίσσετο γούνων·</l><q><l n="46">ζώγρει Ἀτρέος υἱέ, σὺ δʼ ἄξια δέξαι ἄποινα·</l><l n="47">πολλὰ δʼ ἐν ἀφνειοῦ πατρὸς κειμήλια κεῖται</l><l n="48">χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος,</l><l n="49">τῶν κέν τοι χαρίσαιτο πατὴρ ἀπερείσιʼ ἄποινα</l><l n="50">εἴ κεν ἐμὲ ζωὸν πεπύθοιτʼ ἐπὶ νηυσὶν Ἀχαιῶν.</l></q><l n="51"><milestone ed="P" unit="para"/>ὣς φάτο, τῷ δʼ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ἔπειθε·</l><l n="52">καὶ δή μιν τάχʼ ἔμελλε θοὰς ἐπὶ νῆας Ἀχαιῶν</l><l n="53">δώσειν ᾧ θεράποντι καταξέμεν· ἀλλʼ Ἀγαμέμνων</l><l n="54">ἀντίος ἦλθε θέων, καὶ ὁμοκλήσας ἔπος ηὔδα·</l><q><l n="55">ὦ πέπον ὦ Μενέλαε, τί ἢ δὲ σὺ κήδεαι οὕτως</l><l n="56">ἀνδρῶν; ἦ σοὶ ἄριστα πεποίηται κατὰ οἶκον</l><l n="57">πρὸς Τρώων; τῶν μή τις ὑπεκφύγοι αἰπὺν ὄλεθρον</l><l n="58">χεῖράς θʼ ἡμετέρας, μηδʼ ὅν τινα γαστέρι μήτηρ</l><l n="59">κοῦρον ἐόντα φέροι, μηδʼ ὃς φύγοι, ἀλλʼ ἅμα πάντες</l><l n="60">Ἰλίου ἐξαπολοίατʼ ἀκήδεστοι καὶ ἄφαντοι.</l></q><l n="61"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ἔτρεψεν ἀδελφειοῦ φρένας ἥρως</l><l n="62">αἴσιμα παρειπών· ὃ δʼ ἀπὸ ἕθεν ὤσατο χειρὶ</l><l n="63">ἥρωʼ Ἄδρηστον· τὸν δὲ κρείων Ἀγαμέμνων</l><l n="64">οὖτα κατὰ λαπάρην· ὃ δʼ ἀνετράπετʼ, Ἀτρεΐδης δὲ</l><l n="65">λὰξ ἐν στήθεσι βὰς ἐξέσπασε μείλινον ἔγχος.</l><l n="66"><milestone ed="P" unit="para"/>Νέστωρ δʼ Ἀργείοισιν ἐκέκλετο μακρὸν ἀΰσας·</l><q><l n="67">ὦ φίλοι ἥρωες Δαναοὶ θεράποντες Ἄρηος</l><l n="68">μή τις νῦν ἐνάρων ἐπιβαλλόμενος μετόπισθε</l><l n="69">μιμνέτω ὥς κε πλεῖστα φέρων ἐπὶ νῆας ἵκηται,</l><l n="70">ἀλλʼ ἄνδρας κτείνωμεν· ἔπειτα δὲ καὶ τὰ ἕκηλοι</l><l n="71">νεκροὺς ἂμ πεδίον συλήσετε τεθνηῶτας.</l><milestone ed="p" n="72" unit="card"/></q><l n="72"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.</l><l n="73">ἔνθά κεν αὖτε Τρῶες ἀρηϊφίλων ὑπʼ Ἀχαιῶν</l><l n="74">Ἴλιον εἰσανέβησαν ἀναλκείῃσι δαμέντες,</l><l n="75">εἰ μὴ ἄρʼ Αἰνείᾳ τε καὶ Ἕκτορι εἶπε παραστὰς</l><l n="76">Πριαμίδης Ἕλενος οἰωνοπόλων ὄχʼ ἄριστος·</l><q><l n="77">Αἰνεία τε καὶ Ἕκτορ, ἐπεὶ πόνος ὔμμι μάλιστα</l><l n="78">Τρώων καὶ Λυκίων ἐγκέκλιται, οὕνεκʼ ἄριστοι</l><l n="79">πᾶσαν ἐπʼ ἰθύν ἐστε μάχεσθαί τε φρονέειν τε,</l><l n="80">στῆτʼ αὐτοῦ, καὶ λαὸν ἐρυκάκετε πρὸ πυλάων</l><l n="81">πάντῃ ἐποιχόμενοι πρὶν αὖτʼ ἐν χερσὶ γυναικῶν</l><l n="82">φεύγοντας πεσέειν, δηΐοισι δὲ χάρμα γενέσθαι.</l><l n="83">αὐτὰρ ἐπεί κε φάλαγγας ἐποτρύνητον ἁπάσας,</l><l n="84">ἡμεῖς μὲν Δαναοῖσι μαχησόμεθʼ αὖθι μένοντες,</l><l n="85">καὶ μάλα τειρόμενοί περ· ἀναγκαίη γὰρ ἐπείγει·</l><l n="86">Ἕκτορ ἀτὰρ σὺ πόλιν δὲ μετέρχεο, εἰπὲ δʼ ἔπειτα</l><l n="87">μητέρι σῇ καὶ ἐμῇ· ἣ δὲ ξυνάγουσα γεραιὰς</l><l n="88">νηὸν Ἀθηναίης γλαυκώπιδος ἐν πόλει ἄκρῃ</l><l n="89">οἴξασα κληῗδι θύρας ἱεροῖο δόμοιο</l><l n="90">πέπλον, ὅς οἱ δοκέει χαριέστατος ἠδὲ μέγιστος</l><l n="91">εἶναι ἐνὶ μεγάρῳ καί οἱ πολὺ φίλτατος αὐτῇ,</l><l n="92">θεῖναι Ἀθηναίης ἐπὶ γούνασιν ἠϋκόμοιο,</l><l n="93">καί οἱ ὑποσχέσθαι δυοκαίδεκα βοῦς ἐνὶ νηῷ</l><l n="94">ἤνις ἠκέστας ἱερευσέμεν, αἴ κʼ ἐλεήσῃ</l><l n="95">ἄστύ τε καὶ Τρώων ἀλόχους καὶ νήπια τέκνα,</l><l n="96">ὥς κεν Τυδέος υἱὸν ἀπόσχῃ Ἰλίου ἱρῆς</l><l n="97">ἄγριον αἰχμητὴν κρατερὸν μήστωρα φόβοιο,</l><l n="98">ὃν δὴ ἐγὼ κάρτιστον Ἀχαιῶν φημι γενέσθαι.</l><l n="99">οὐδʼ Ἀχιλῆά ποθʼ ὧδέ γʼ ἐδείδιμεν ὄρχαμον ἀνδρῶν,</l><l n="100">ὅν πέρ φασι θεᾶς ἐξέμμεναι· ἀλλʼ ὅδε λίην</l><l n="101">μαίνεται, οὐδέ τίς οἱ δύναται μένος ἰσοφαρίζειν.</l></q><l n="102"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, Ἕκτωρ δʼ οὔ τι κασιγνήτῳ ἀπίθησεν.</l><l n="103">αὐτίκα δʼ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε,</l><l n="104">πάλλων δʼ ὀξέα δοῦρα κατὰ στρατὸν ᾤχετο πάντῃ</l><l n="105">ὀτρύνων μαχέσασθαι, ἔγειρε δὲ φύλοπιν αἰνήν.</l><l n="106">οἳ δʼ ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν·</l><l n="107">Ἀργεῖοι δʼ ὑπεχώρησαν, λῆξαν δὲ φόνοιο,</l><l n="108">φὰν δέ τινʼ ἀθανάτων ἐξ οὐρανοῦ ἀστερόεντος</l><l n="109">Τρωσὶν ἀλεξήσοντα κατελθέμεν, ὡς ἐλέλιχθεν.</l><l n="110">Ἕκτωρ δὲ Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας·</l><q><l n="111">Τρῶες ὑπέρθυμοι τηλεκλειτοί τʼ ἐπίκουροι</l><l n="112">ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς,</l><l n="113">ὄφρʼ ἂν ἐγὼ βείω προτὶ Ἴλιον, ἠδὲ γέρουσιν</l><l n="114">εἴπω βουλευτῇσι καὶ ἡμετέρῃς ἀλόχοισι</l><l n="115">δαίμοσιν ἀρήσασθαι, ὑποσχέσθαι δʼ ἑκατόμβας.</l><milestone ed="p" n="116" unit="card"/></q><l n="116"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσας ἀπέβη κορυθαίολος Ἕκτωρ·</l><l n="117">ἀμφὶ δέ μιν σφυρὰ τύπτε καὶ αὐχένα δέρμα κελαινὸν</l><l n="118">ἄντυξ ἣ πυμάτη θέεν ἀσπίδος ὀμφαλοέσσης.</l><l n="119"><milestone ed="P" unit="para"/>Γλαῦκος δʼ Ἱππολόχοιο πάϊς καὶ Τυδέος υἱὸς</l><l n="120">ἐς μέσον ἀμφοτέρων συνίτην μεμαῶτε μάχεσθαι.</l><l n="121">οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντε,</l><l n="122">τὸν πρότερος προσέειπε βοὴν ἀγαθὸς Διομήδης·</l><q><l n="123">τίς δὲ σύ ἐσσι φέριστε καταθνητῶν ἀνθρώπων;</l><l n="124">οὐ μὲν γάρ ποτʼ ὄπωπα μάχῃ ἔνι κυδιανείρῃ</l><l n="125">τὸ πρίν· ἀτὰρ μὲν νῦν γε πολὺ προβέβηκας ἁπάντων</l><l n="126">σῷ θάρσει, ὅ τʼ ἐμὸν δολιχόσκιον ἔγχος ἔμεινας·</l><l n="127">δυστήνων δέ τε παῖδες ἐμῷ μένει ἀντιόωσιν.</l><l n="128">εἰ δέ τις ἀθανάτων γε κατʼ οὐρανοῦ εἰλήλουθας,</l><l n="129">οὐκ ἂν ἔγωγε θεοῖσιν ἐπουρανίοισι μαχοίμην.</l><l n="130">οὐδὲ γὰρ οὐδὲ Δρύαντος υἱὸς κρατερὸς Λυκόοργος</l><l n="131">δὴν ἦν, ὅς ῥα θεοῖσιν ἐπουρανίοισιν ἔριζεν·</l><l n="132">ὅς ποτε μαινομένοιο Διωνύσοιο τιθήνας</l><l n="133">σεῦε κατʼ ἠγάθεον Νυσήϊον· αἳ δʼ ἅμα πᾶσαι</l><l n="134">θύσθλα χαμαὶ κατέχευαν ὑπʼ ἀνδροφόνοιο Λυκούργου</l><l n="135">θεινόμεναι βουπλῆγι· Διώνυσος δὲ φοβηθεὶς</l><l n="136">δύσεθʼ ἁλὸς κατὰ κῦμα, Θέτις δʼ ὑπεδέξατο κόλπῳ</l><l n="137">δειδιότα· κρατερὸς γὰρ ἔχε τρόμος ἀνδρὸς ὁμοκλῇ.</l><l n="138">τῷ μὲν ἔπειτʼ ὀδύσαντο θεοὶ ῥεῖα ζώοντες,</l><l n="139">καί μιν τυφλὸν ἔθηκε Κρόνου πάϊς· οὐδʼ ἄρʼ ἔτι δὴν</l><l n="140">ἦν, ἐπεὶ ἀθανάτοισιν ἀπήχθετο πᾶσι θεοῖσιν·</l><l n="141">οὐδʼ ἂν ἐγὼ μακάρεσσι θεοῖς ἐθέλοιμι μάχεσθαι.</l><l n="142">εἰ δέ τίς ἐσσι βροτῶν οἳ ἀρούρης καρπὸν ἔδουσιν,</l><l n="143">ἆσσον ἴθʼ ὥς κεν θᾶσσον ὀλέθρου πείραθʼ ἵκηαι.</l></q><l n="144"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖθʼ Ἱππολόχοιο προσηύδα φαίδιμος υἱός·</l><q><l n="145">Τυδεΐδη μεγάθυμε τί ἢ γενεὴν ἐρεείνεις;</l><l n="146">οἵη περ φύλλων γενεὴ τοίη δὲ καὶ ἀνδρῶν.</l><l n="147">φύλλα τὰ μέν τʼ ἄνεμος χαμάδις χέει, ἄλλα δέ θʼ ὕλη</l><l n="148">τηλεθόωσα φύει, ἔαρος δʼ ἐπιγίγνεται ὥρη·</l><l n="149">ὣς ἀνδρῶν γενεὴ ἣ μὲν φύει ἣ δʼ ἀπολήγει.</l><l n="150">εἰ δʼ ἐθέλεις καὶ ταῦτα δαήμεναι ὄφρʼ ἐῢ εἰδῇς</l><l n="151">ἡμετέρην γενεήν, πολλοὶ δέ μιν ἄνδρες ἴσασιν·</l><l n="152">ἔστι πόλις Ἐφύρη μυχῷ Ἄργεος ἱπποβότοιο,</l><l n="153">ἔνθα δὲ Σίσυφος ἔσκεν, ὃ κέρδιστος γένετʼ ἀνδρῶν,</l><l n="154">Σίσυφος Αἰολίδης· ὃ δʼ ἄρα Γλαῦκον τέκεθʼ υἱόν,</l><l n="155">αὐτὰρ Γλαῦκος τίκτεν ἀμύμονα Βελλεροφόντην·</l><milestone ed="p" n="156" unit="card"/><l n="156">τῷ δὲ θεοὶ κάλλός τε καὶ ἠνορέην ἐρατεινὴν</l><l n="157">ὤπασαν· αὐτάρ οἱ Προῖτος κακὰ μήσατο θυμῷ,</l><l n="158">ὅς ῥʼ ἐκ δήμου ἔλασσεν, ἐπεὶ πολὺ φέρτερος ἦεν,</l><l n="159">Ἀργείων· Ζεὺς γάρ οἱ ὑπὸ σκήπτρῳ ἐδάμασσε.</l><l n="160">τῷ δὲ γυνὴ Προίτου ἐπεμήνατο δῖʼ Ἄντεια</l><l n="161">κρυπταδίῃ φιλότητι μιγήμεναι· ἀλλὰ τὸν οὔ τι</l><l n="162">πεῖθʼ ἀγαθὰ φρονέοντα δαΐφρονα Βελλεροφόντην.</l><l n="163">ἣ δὲ ψευσαμένη Προῖτον βασιλῆα προσηύδα·</l><q><l n="164">τεθναίης ὦ Προῖτʼ, ἢ κάκτανε Βελλεροφόντην,</l><l n="165">ὅς μʼ ἔθελεν φιλότητι μιγήμεναι οὐκ ἐθελούσῃ.</l></q><l n="166">ὣς φάτο, τὸν δὲ ἄνακτα χόλος λάβεν οἷον ἄκουσε·</l><l n="167">κτεῖναι μέν ῥʼ ἀλέεινε, σεβάσσατο γὰρ τό γε θυμῷ,</l><l n="168">πέμπε δέ μιν Λυκίην δέ, πόρεν δʼ ὅ γε σήματα λυγρὰ</l><l n="169">γράψας ἐν πίνακι πτυκτῷ θυμοφθόρα πολλά,</l><l n="170">δεῖξαι δʼ ἠνώγειν ᾧ πενθερῷ ὄφρʼ ἀπόλοιτο.</l><l n="171">αὐτὰρ ὁ βῆ Λυκίην δὲ θεῶν ὑπʼ ἀμύμονι πομπῇ.</l><l n="172">ἀλλʼ ὅτε δὴ Λυκίην ἷξε Ξάνθόν τε ῥέοντα,</l><l n="173">προφρονέως μιν τῖεν ἄναξ Λυκίης εὐρείης·</l><l n="174">ἐννῆμαρ ξείνισσε καὶ ἐννέα βοῦς ἱέρευσεν.</l><l n="175">ἀλλʼ ὅτε δὴ δεκάτη ἐφάνη ῥοδοδάκτυλος Ἠὼς</l><l n="176">καὶ τότε μιν ἐρέεινε καὶ ᾔτεε σῆμα ἰδέσθαι</l><l n="177">ὅττί ῥά οἱ γαμβροῖο πάρα Προίτοιο φέροιτο.</l><l n="178">αὐτὰρ ἐπεὶ δὴ σῆμα κακὸν παρεδέξατο γαμβροῦ,</l><l n="179">πρῶτον μέν ῥα Χίμαιραν ἀμαιμακέτην ἐκέλευσε</l><l n="180">πεφνέμεν· ἣ δʼ ἄρʼ ἔην θεῖον γένος οὐδʼ ἀνθρώπων,</l><l n="181">πρόσθε λέων, ὄπιθεν δὲ δράκων, μέσση δὲ χίμαιρα,</l><l n="182">δεινὸν ἀποπνείουσα πυρὸς μένος αἰθομένοιο,</l><l n="183">καὶ τὴν μὲν κατέπεφνε θεῶν τεράεσσι πιθήσας.</l><l n="184">δεύτερον αὖ Σολύμοισι μαχέσσατο κυδαλίμοισι·</l><l n="185">καρτίστην δὴ τήν γε μάχην φάτο δύμεναι ἀνδρῶν.</l><l n="186">τὸ τρίτον αὖ κατέπεφνεν Ἀμαζόνας ἀντιανείρας.</l><l n="187">τῷ δʼ ἄρʼ ἀνερχομένῳ πυκινὸν δόλον ἄλλον ὕφαινε·</l><l n="188">κρίνας ἐκ Λυκίης εὐρείης φῶτας ἀρίστους</l><l n="189">εἷσε λόχον· τοὶ δʼ οὔ τι πάλιν οἶκον δὲ νέοντο·</l><l n="190">πάντας γὰρ κατέπεφνεν ἀμύμων Βελλεροφόντης.</l><milestone ed="p" n="191" unit="card"/><l n="191">ἀλλʼ ὅτε δὴ γίγνωσκε θεοῦ γόνον ἠῢν ἐόντα</l><l n="192">αὐτοῦ μιν κατέρυκε, δίδου δʼ ὅ γε θυγατέρα ἥν,</l><l n="193">δῶκε δέ οἱ τιμῆς βασιληΐδος ἥμισυ πάσης·</l><l n="194">καὶ μέν οἱ Λύκιοι τέμενος τάμον ἔξοχον ἄλλων</l><l n="195">καλὸν φυταλιῆς καὶ ἀρούρης, ὄφρα νέμοιτο.</l><l n="196">ἣ δʼ ἔτεκε τρία τέκνα δαΐφρονι Βελλεροφόντῃ</l><l n="197">Ἴσανδρόν τε καὶ Ἱππόλοχον καὶ Λαοδάμειαν.</l><l n="198">Λαοδαμείῃ μὲν παρελέξατο μητίετα Ζεύς,</l><l n="199">ἣ δʼ ἔτεκʼ ἀντίθεον Σαρπηδόνα χαλκοκορυστήν.</l><l n="200">ἀλλʼ ὅτε δὴ καὶ κεῖνος ἀπήχθετο πᾶσι θεοῖσιν,</l><l n="201">ἤτοι ὃ κὰπ πεδίον τὸ Ἀλήϊον οἶος ἀλᾶτο</l><l n="202">ὃν θυμὸν κατέδων, πάτον ἀνθρώπων ἀλεείνων·</l><l n="203">Ἴσανδρον δέ οἱ υἱὸν Ἄρης ἆτος πολέμοιο</l><l n="204">μαρνάμενον Σολύμοισι κατέκτανε κυδαλίμοισι·</l><l n="205">τὴν δὲ χολωσαμένη χρυσήνιος Ἄρτεμις ἔκτα.</l><l n="206">Ἱππόλοχος δέ μʼ ἔτικτε, καὶ ἐκ τοῦ φημι γενέσθαι·</l><l n="207">πέμπε δέ μʼ ἐς Τροίην, καί μοι μάλα πόλλʼ ἐπέτελλεν</l><l n="208">αἰὲν ἀριστεύειν καὶ ὑπείροχον ἔμμεναι ἄλλων,</l><l n="209">μηδὲ γένος πατέρων αἰσχυνέμεν, οἳ μέγʼ ἄριστοι</l><l n="210">ἔν τʼ Ἐφύρῃ ἐγένοντο καὶ ἐν Λυκίῃ εὐρείῃ.</l><l n="211">ταύτης τοι γενεῆς τε καὶ αἵματος εὔχομαι εἶναι.</l></q><l n="212"><milestone ed="P" unit="para"/>ὣς φάτο, γήθησεν δὲ βοὴν ἀγαθὸς Διομήδης·</l><l n="213">ἔγχος μὲν κατέπηξεν ἐπὶ χθονὶ πουλυβοτείρῃ,</l><l n="214">αὐτὰρ ὃ μειλιχίοισι προσηύδα ποιμένα λαῶν·</l><q><l n="215">ἦ ῥά νύ μοι ξεῖνος πατρώϊός ἐσσι παλαιός·</l><l n="216">Οἰνεὺς γάρ ποτε δῖος ἀμύμονα Βελλεροφόντην</l><l n="217">ξείνισʼ ἐνὶ μεγάροισιν ἐείκοσιν ἤματʼ ἐρύξας·</l><l n="218">οἳ δὲ καὶ ἀλλήλοισι πόρον ξεινήϊα καλά·</l><l n="219">Οἰνεὺς μὲν ζωστῆρα δίδου φοίνικι φαεινόν,</l><l n="220">Βελλεροφόντης δὲ χρύσεον δέπας ἀμφικύπελλον</l><l n="221">καί μιν ἐγὼ κατέλειπον ἰὼν ἐν δώμασʼ ἐμοῖσι.</l><l n="222">Τυδέα δʼ οὐ μέμνημαι, ἐπεί μʼ ἔτι τυτθὸν ἐόντα</l><l n="223">κάλλιφʼ, ὅτʼ ἐν Θήβῃσιν ἀπώλετο λαὸς Ἀχαιῶν.</l><l n="224">τὼ νῦν σοὶ μὲν ἐγὼ ξεῖνος φίλος Ἄργεϊ μέσσῳ</l><l n="225">εἰμί, σὺ δʼ ἐν Λυκίῃ ὅτε κεν τῶν δῆμον ἵκωμαι.</l><l n="226">ἔγχεα δʼ ἀλλήλων ἀλεώμεθα καὶ διʼ ὁμίλου·</l><l n="227">πολλοὶ μὲν γὰρ ἐμοὶ Τρῶες κλειτοί τʼ ἐπίκουροι</l><l n="228">κτείνειν ὅν κε θεός γε πόρῃ καὶ ποσσὶ κιχείω,</l><l n="229">πολλοὶ δʼ αὖ σοὶ Ἀχαιοὶ ἐναιρέμεν ὅν κε δύνηαι.</l><l n="230">τεύχεα δʼ ἀλλήλοις ἐπαμείψομεν, ὄφρα καὶ οἵδε</l><l n="231">γνῶσιν ὅτι ξεῖνοι πατρώϊοι εὐχόμεθʼ εἶναι.</l><milestone ed="p" n="232" unit="card"/></q><l n="232"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσαντε καθʼ ἵππων ἀΐξαντε</l><l n="233">χεῖράς τʼ ἀλλήλων λαβέτην καὶ πιστώσαντο·</l><l n="234">ἔνθʼ αὖτε Γλαύκῳ Κρονίδης φρένας ἐξέλετο Ζεύς,</l><l n="235">ὃς πρὸς Τυδεΐδην Διομήδεα τεύχεʼ ἄμειβε</l><l n="236">χρύσεα χαλκείων, ἑκατόμβοιʼ ἐννεαβοίων.</l><l n="237"><milestone ed="P" unit="para"/>Ἕκτωρ δʼ ὡς Σκαιάς τε πύλας καὶ φηγὸν ἵκανεν,</l><l n="238">ἀμφʼ ἄρα μιν Τρώων ἄλοχοι θέον ἠδὲ θύγατρες</l><l n="239">εἰρόμεναι παῖδάς τε κασιγνήτους τε ἔτας τε</l><l n="240">καὶ πόσιας· ὃ δʼ ἔπειτα θεοῖς εὔχεσθαι ἀνώγει</l><l n="241">πάσας ἑξείης· πολλῇσι δὲ κήδεʼ ἐφῆπτο.</l><l n="242"><milestone ed="P" unit="para"/>ἀλλʼ ὅτε δὴ Πριάμοιο δόμον περικαλλέʼ ἵκανε</l><l n="243">ξεστῇς αἰθούσῃσι τετυγμένον· αὐτὰρ ἐν αὐτῷ</l><l n="244">πεντήκοντʼ ἔνεσαν θάλαμοι ξεστοῖο λίθοιο</l><l n="245">πλησίον ἀλλήλων δεδμημένοι, ἔνθα δὲ παῖδες</l><l n="246">κοιμῶντο Πριάμοιο παρὰ μνηστῇς ἀλόχοισι,</l><l n="247">κουράων δʼ ἑτέρωθεν ἐναντίοι ἔνδοθεν αὐλῆς</l><l n="248">δώδεκʼ ἔσαν τέγεοι θάλαμοι ξεστοῖο λίθοιο</l><l n="249">πλησίον ἀλλήλων δεδμημένοι, ἔνθα δὲ γαμβροὶ</l><l n="250">κοιμῶντο Πριάμοιο παρʼ αἰδοίῃς ἀλόχοισιν·</l><l n="251">ἔνθά οἱ ἠπιόδωρος ἐναντίη ἤλυθε μήτηρ</l><l n="252">Λαοδίκην ἐσάγουσα θυγατρῶν εἶδος ἀρίστην·</l><l n="253">ἔν τʼ ἄρα οἱ φῦ χειρὶ ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·</l><q><l n="254">τέκνον τίπτε λιπὼν πόλεμον θρασὺν εἰλήλουθας;</l><l n="255">ἦ μάλα δὴ τείρουσι δυσώνυμοι υἷες Ἀχαιῶν</l><l n="256">μαρνάμενοι περὶ ἄστυ· σὲ δʼ ἐνθάδε θυμὸς ἀνῆκεν</l><l n="257">ἐλθόντʼ ἐξ ἄκρης πόλιος Διὶ χεῖρας ἀνασχεῖν.</l><l n="258">ἀλλὰ μένʼ ὄφρά κέ τοι μελιηδέα οἶνον ἐνείκω,</l><l n="259">ὡς σπείσῃς Διὶ πατρὶ καὶ ἄλλοις ἀθανάτοισι</l><l n="260">πρῶτον, ἔπειτα δὲ καὐτὸς ὀνήσεαι αἴ κε πίῃσθα.</l><l n="261">ἀνδρὶ δὲ κεκμηῶτι μένος μέγα οἶνος ἀέξει,</l><l n="262">ὡς τύνη κέκμηκας ἀμύνων σοῖσιν ἔτῃσι.</l><milestone ed="p" n="263" unit="card"/></q><l n="263"><milestone ed="P" unit="para"/>τὴν δʼ ἠμείβετʼ ἔπειτα μέγας κορυθαίολος Ἕκτωρ·</l><q><l n="264">μή μοι οἶνον ἄειρε μελίφρονα πότνια μῆτερ,</l><l n="265">μή μʼ ἀπογυιώσῃς μένεος, ἀλκῆς τε λάθωμαι·</l><l n="266">χερσὶ δʼ ἀνίπτοισιν Διὶ λείβειν αἴθοπα οἶνον</l><l n="267">ἅζομαι· οὐδέ πῃ ἔστι κελαινεφέϊ Κρονίωνι</l><l n="268">αἵματι καὶ λύθρῳ πεπαλαγμένον εὐχετάασθαι.</l><l n="269">ἀλλὰ σὺ μὲν πρὸς νηὸν Ἀθηναίης ἀγελείης</l><l n="270">ἔρχεο σὺν θυέεσσιν ἀολλίσσασα γεραιάς·</l><l n="271">πέπλον δʼ, ὅς τίς τοι χαριέστατος ἠδὲ μέγιστος</l><l n="272">ἔστιν ἐνὶ μεγάρῳ καί τοι πολὺ φίλτατος αὐτῇ,</l><l n="273">τὸν θὲς Ἀθηναίης ἐπὶ γούνασιν ἠϋκόμοιο,</l><l n="274">καί οἱ ὑποσχέσθαι δυοκαίδεκα βοῦς ἐνὶ νηῷ</l><l n="275">ἤνις ἠκέστας ἱερευσέμεν, αἴ κʼ ἐλεήσῃ</l><l n="276">ἄστύ τε καὶ Τρώων ἀλόχους καὶ νήπια τέκνα,</l><l n="277">αἴ κεν Τυδέος υἱὸν ἀπόσχῃ Ἰλίου ἱρῆς</l><l n="278">ἄγριον αἰχμητὴν κρατερὸν μήστωρα φόβοιο.</l><l n="279">ἀλλὰ σὺ μὲν πρὸς νηὸν Ἀθηναίης ἀγελείης</l><l n="280">ἔρχευ, ἐγὼ δὲ Πάριν μετελεύσομαι ὄφρα καλέσσω</l><l n="281">αἴ κʼ ἐθέλῃσʼ εἰπόντος ἀκουέμεν· ὥς κέ οἱ αὖθι</l><l n="282">γαῖα χάνοι· μέγα γάρ μιν Ὀλύμπιος ἔτρεφε πῆμα</l><l n="283">Τρωσί τε καὶ Πριάμῳ μεγαλήτορι τοῖό τε παισίν.</l><l n="284">εἰ κεῖνόν γε ἴδοιμι κατελθόντʼ Ἄϊδος εἴσω</l><l n="285">φαίην κε φρένʼ ἀτέρπου ὀϊζύος ἐκλελαθέσθαι.</l></q><l n="286"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, ἣ δὲ μολοῦσα ποτὶ μέγαρʼ ἀμφιπόλοισι</l><l n="287">κέκλετο· ταὶ δʼ ἄρʼ ἀόλλισσαν κατὰ ἄστυ γεραιάς.</l><l n="288">αὐτὴ δʼ ἐς θάλαμον κατεβήσετο κηώεντα,</l><l n="289">ἔνθʼ ἔσάν οἱ πέπλοι παμποίκιλα ἔργα γυναικῶν</l><l n="290">Σιδονίων, τὰς αὐτὸς Ἀλέξανδρος θεοειδὴς</l><l n="291">ἤγαγε Σιδονίηθεν ἐπιπλὼς εὐρέα πόντον,</l><l n="292">τὴν ὁδὸν ἣν Ἑλένην περ ἀνήγαγεν εὐπατέρειαν·</l><l n="293">τῶν ἕνʼ ἀειραμένη Ἑκάβη φέρε δῶρον Ἀθήνῃ,</l><l n="294">ὃς κάλλιστος ἔην ποικίλμασιν ἠδὲ μέγιστος,</l><l n="295">ἀστὴρ δʼ ὣς ἀπέλαμπεν· ἔκειτο δὲ νείατος ἄλλων.</l><l n="296">βῆ δʼ ἰέναι, πολλαὶ δὲ μετεσσεύοντο γεραιαί.</l><milestone ed="p" n="297" unit="card"/><l n="297"><milestone ed="P" unit="para"/>αἱ δʼ ὅτε νηὸν ἵκανον Ἀθήνης ἐν πόλει ἄκρῃ,</l><l n="298">τῇσι θύρας ὤϊξε Θεανὼ καλλιπάρῃος</l><l n="299">Κισσηῒς ἄλοχος Ἀντήνορος ἱπποδάμοιο·</l><l n="300">τὴν γὰρ Τρῶες ἔθηκαν Ἀθηναίης ἱέρειαν.</l><l n="301">αἳ δʼ ὀλολυγῇ πᾶσαι Ἀθήνῃ χεῖρας ἀνέσχον·</l><l n="302">ἣ δʼ ἄρα πέπλον ἑλοῦσα Θεανὼ καλλιπάρῃος</l><l n="303">θῆκεν Ἀθηναίης ἐπὶ γούνασιν ἠϋκόμοιο,</l><l n="304">εὐχομένη δʼ ἠρᾶτο Διὸς κούρῃ μεγάλοιο·</l><q><l n="305">πότνιʼ Ἀθηναίη ἐρυσίπτολι δῖα θεάων</l><l n="306">ἆξον δὴ ἔγχος Διομήδεος, ἠδὲ καὶ αὐτὸν</l><l n="307">πρηνέα δὸς πεσέειν Σκαιῶν προπάροιθε πυλάων,</l><l n="308">ὄφρά τοι αὐτίκα νῦν δυοκαίδεκα βοῦς ἐνὶ νηῷ</l><l n="309">ἤνις ἠκέστας ἱερεύσομεν, αἴ κʼ ἐλεήσῃς</l><l n="310">ἄστύ τε καὶ Τρώων ἀλόχους καὶ νήπια τέκνα.</l></q><l n="311"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ εὐχομένη, ἀνένευε δὲ Παλλὰς Ἀθήνη.</l><l n="312">ὣς αἳ μέν ῥʼ εὔχοντο Διὸς κούρῃ μεγάλοιο,</l><l n="313">Ἕκτωρ δὲ πρὸς δώματʼ Ἀλεξάνδροιο βεβήκει</l><l n="314">καλά, τά ῥʼ αὐτὸς ἔτευξε σὺν ἀνδράσιν οἳ τότʼ ἄριστοι</l><l n="315">ἦσαν ἐνὶ Τροίῃ ἐριβώλακι τέκτονες ἄνδρες,</l><l n="316">οἵ οἱ ἐποίησαν θάλαμον καὶ δῶμα καὶ αὐλὴν</l><l n="317">ἐγγύθι τε Πριάμοιο καὶ Ἕκτορος ἐν πόλει ἄκρῃ.</l><l n="318">ἔνθʼ Ἕκτωρ εἰσῆλθε Διῒ φίλος, ἐν δʼ ἄρα χειρὶ</l><l n="319">ἔγχος ἔχʼ ἑνδεκάπηχυ· πάροιθε δὲ λάμπετο δουρὸς</l><l n="320">αἰχμὴ χαλκείη, περὶ δὲ χρύσεος θέε πόρκης.</l><l n="321">τὸν δʼ εὗρʼ ἐν θαλάμῳ περικαλλέα τεύχεʼ ἕποντα</l><l n="322">ἀσπίδα καὶ θώρηκα, καὶ ἀγκύλα τόξʼ ἁφόωντα·</l><l n="323">Ἀργείη δʼ Ἑλένη μετʼ ἄρα δμῳῇσι γυναιξὶν</l><l n="324">ἧστο καὶ ἀμφιπόλοισι περικλυτὰ ἔργα κέλευε.</l><l n="325">τὸν δʼ Ἕκτωρ νείκεσσεν ἰδὼν αἰσχροῖς ἐπέεσσι·</l><q><l n="326">δαιμόνιʼ οὐ μὲν καλὰ χόλον τόνδʼ ἔνθεο θυμῷ,</l><l n="327">λαοὶ μὲν φθινύθουσι περὶ πτόλιν αἰπύ τε τεῖχος</l><l n="328">μαρνάμενοι· σέο δʼ εἵνεκʼ ἀϋτή τε πτόλεμός τε</l><l n="329">ἄστυ τόδʼ ἀμφιδέδηε· σὺ δʼ ἂν μαχέσαιο καὶ ἄλλῳ,</l><l n="330">ὅν τινά που μεθιέντα ἴδοις στυγεροῦ πολέμοιο.</l><l n="331">ἀλλʼ ἄνα μὴ τάχα ἄστυ πυρὸς δηΐοιο θέρηται.</l></q><milestone ed="p" n="332" unit="card"/><l n="332"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτε προσέειπεν Ἀλέξανδρος θεοειδής·</l><q><l n="333">Ἕκτορ ἐπεί με κατʼ αἶσαν ἐνείκεσας οὐδʼ ὑπὲρ αἶσαν,</l><l n="334">τοὔνεκά τοι ἐρέω· σὺ δὲ σύνθεο καί μευ ἄκουσον·</l><l n="335">οὔ τοι ἐγὼ Τρώων τόσσον χόλῳ οὐδὲ νεμέσσι</l><l n="336">ἥμην ἐν θαλάμῳ, ἔθελον δʼ ἄχεϊ προτραπέσθαι.</l><l n="337">νῦν δέ με παρειποῦσʼ ἄλοχος μαλακοῖς ἐπέεσσιν</l><l n="338">ὅρμησʼ ἐς πόλεμον· δοκέει δέ μοι ὧδε καὶ αὐτῷ</l><l n="339">λώϊον ἔσσεσθαι· νίκη δʼ ἐπαμείβεται ἄνδρας.</l><l n="340">ἀλλʼ ἄγε νῦν ἐπίμεινον, Ἀρήϊα τεύχεα δύω·</l><l n="341">ἢ ἴθʼ, ἐγὼ δὲ μέτειμι· κιχήσεσθαι δέ σʼ ὀΐω.</l></q><l n="342"><milestone ed="P" unit="para"/>ὣς φάτο, τὸν δʼ οὔ τι προσέφη κορυθαίολος Ἕκτωρ·</l><l n="343">τὸν δʼ Ἑλένη μύθοισι προσηύδα μειλιχίοισι·</l><q><l n="344">δᾶερ ἐμεῖο κυνὸς κακομηχάνου ὀκρυοέσσης,</l><l n="345">ὥς μʼ ὄφελʼ ἤματι τῷ ὅτε με πρῶτον τέκε μήτηρ</l><l n="346">οἴχεσθαι προφέρουσα κακὴ ἀνέμοιο θύελλα</l><l n="347">εἰς ὄρος ἢ εἰς κῦμα πολυφλοίσβοιο θαλάσσης,</l><l n="348">ἔνθά με κῦμʼ ἀπόερσε πάρος τάδε ἔργα γενέσθαι.</l><l n="349">αὐτὰρ ἐπεὶ τάδε γʼ ὧδε θεοὶ κακὰ τεκμήραντο,</l><l n="350">ἀνδρὸς ἔπειτʼ ὤφελλον ἀμείνονος εἶναι ἄκοιτις,</l><l n="351">ὃς ᾔδη νέμεσίν τε καὶ αἴσχεα πόλλʼ ἀνθρώπων.</l><l n="352">τούτῳ δʼ οὔτʼ ἂρ νῦν φρένες ἔμπεδοι οὔτʼ ἄρʼ ὀπίσσω</l><l n="353">ἔσσονται· τὼ καί μιν ἐπαυρήσεσθαι ὀΐω.</l><l n="354">ἀλλʼ ἄγε νῦν εἴσελθε καὶ ἕζεο τῷδʼ ἐπὶ δίφρῳ</l><l n="355">δᾶερ, ἐπεί σε μάλιστα πόνος φρένας ἀμφιβέβηκεν</l><l n="356">εἵνεκʼ ἐμεῖο κυνὸς καὶ Ἀλεξάνδρου ἕνεκʼ ἄτης,</l><l n="357">οἷσιν ἐπὶ Ζεὺς θῆκε κακὸν μόρον, ὡς καὶ ὀπίσσω</l><l n="358">ἀνθρώποισι πελώμεθʼ ἀοίδιμοι ἐσσομένοισι.</l></q><l n="359"><milestone ed="P" unit="para"/>τὴν δʼ ἠμείβετʼ ἔπειτα μέγας κορυθαίολος Ἕκτωρ</l><q><l n="360">μή με κάθιζʼ Ἑλένη φιλέουσά περ· οὐδέ με πείσεις·</l><l n="361">ἤδη γάρ μοι θυμὸς ἐπέσσυται ὄφρʼ ἐπαμύνω</l><l n="362">Τρώεσσʼ, οἳ μέγʼ ἐμεῖο ποθὴν ἀπεόντος ἔχουσιν.</l><l n="363">ἀλλὰ σύ γʼ ὄρνυθι τοῦτον, ἐπειγέσθω δὲ καὶ αὐτός,</l><l n="364">ὥς κεν ἔμʼ ἔντοσθεν πόλιος καταμάρψῃ ἐόντα.</l><l n="365">καὶ γὰρ ἐγὼν οἶκον δὲ ἐλεύσομαι ὄφρα ἴδωμαι</l><l n="366">οἰκῆας ἄλοχόν τε φίλην καὶ νήπιον υἱόν.</l><l n="367">οὐ γὰρ οἶδʼ εἰ ἔτι σφιν ὑπότροπος ἵξομαι αὖτις,</l><l n="368">ἦ ἤδη μʼ ὑπὸ χερσὶ θεοὶ δαμόωσιν Ἀχαιῶν.</l><milestone ed="p" n="369" unit="card"/></q><l n="369"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσας ἀπέβη κορυθαίολος Ἕκτωρ·</l><l n="370">αἶψα δʼ ἔπειθʼ ἵκανε δόμους εὖ ναιετάοντας,</l><l n="371">οὐδʼ εὗρʼ Ἀνδρομάχην λευκώλενον ἐν μεγάροισιν,</l><l n="372">ἀλλʼ ἥ γε ξὺν παιδὶ καὶ ἀμφιπόλῳ ἐϋπέπλῳ</l><l n="373">πύργῳ ἐφεστήκει γοόωσά τε μυρομένη τε.</l><l n="374">Ἕκτωρ δʼ ὡς οὐκ ἔνδον ἀμύμονα τέτμεν ἄκοιτιν</l><l n="375">ἔστη ἐπʼ οὐδὸν ἰών, μετὰ δὲ δμῳῇσιν ἔειπεν·</l><q><l n="376">εἰ δʼ ἄγε μοι δμῳαὶ νημερτέα μυθήσασθε·</l><l n="377">πῇ ἔβη Ἀνδρομάχη λευκώλενος ἐκ μεγάροιο;</l><l n="378">ἠέ πῃ ἐς γαλόων ἢ εἰνατέρων ἐϋπέπλων</l><l n="379">ἢ ἐς Ἀθηναίης ἐξοίχεται, ἔνθά περ ἄλλαι</l><l n="380">Τρῳαὶ ἐϋπλόκαμοι δεινὴν θεὸν ἱλάσκονται;</l></q><l n="381"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτʼ ὀτρηρὴ ταμίη πρὸς μῦθον ἔειπεν·</l><q><l n="382">Ἕκτορ ἐπεὶ μάλʼ ἄνωγας ἀληθέα μυθήσασθαι,</l></q></div></div></body></text></TEI>