<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="5"><l n="616">νειαίρῃ δʼ ἐν γαστρὶ πάγη δολιχόσκιον ἔγχος,</l><l n="617">δούπησεν δὲ πεσών· ὃ δʼ ἐπέδραμε φαίδιμος Αἴας</l><l n="618">τεύχεα συλήσων· Τρῶες δʼ ἐπὶ δούρατʼ ἔχευαν</l><l n="619">ὀξέα παμφανόωντα· σάκος δʼ ἀνεδέξατο πολλά.</l><l n="620">αὐτὰρ ὃ λὰξ προσβὰς ἐκ νεκροῦ χάλκεον ἔγχος</l><l n="621">ἐσπάσατʼ· οὐδʼ ἄρʼ ἔτʼ ἄλλα δυνήσατο τεύχεα καλὰ</l><l n="622">ὤμοιιν ἀφελέσθαι· ἐπείγετο γὰρ βελέεσσι.</l><l n="623">δεῖσε δʼ ὅ γʼ ἀμφίβασιν κρατερὴν Τρώων ἀγερώχων,</l><l n="624">οἳ πολλοί τε καὶ ἐσθλοὶ ἐφέστασαν ἔγχεʼ ἔχοντες,</l><l n="625">οἵ ἑ μέγαν περ ἐόντα καὶ ἴφθιμον καὶ ἀγαυὸν</l><l n="626">ὦσαν ἀπὸ σφείων· ὃ δὲ χασσάμενος πελεμίχθη.</l><milestone ed="p" n="627" unit="card"/><l n="627"><milestone ed="P" unit="para"/>ὣς οἳ μὲν πονέοντο κατὰ κρατερὴν ὑσμίνην·</l><l n="628">Τληπόλεμον δʼ Ἡρακλεΐδην ἠΰν τε μέγαν τε</l><l n="629">ὦρσεν ἐπʼ ἀντιθέῳ Σαρπηδόνι μοῖρα κραταιή.</l><l n="630">οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες</l><l n="631">υἱός θʼ υἱωνός τε Διὸς νεφεληγερέταο,</l><l n="632">τὸν καὶ Τληπόλεμος πρότερος πρὸς μῦθον ἔειπε·</l><q><l n="633">Σαρπῆδον Λυκίων βουληφόρε, τίς τοι ἀνάγκη</l><l n="634">πτώσσειν ἐνθάδʼ ἐόντι μάχης ἀδαήμονι φωτί;</l><l n="635">ψευδόμενοι δέ σέ φασι Διὸς γόνον αἰγιόχοιο</l><l n="636">εἶναι, ἐπεὶ πολλὸν κείνων ἐπιδεύεαι ἀνδρῶν</l><l n="637">οἳ Διὸς ἐξεγένοντο ἐπὶ προτέρων ἀνθρώπων·</l><l n="638">ἀλλʼ οἷόν τινά φασι βίην Ἡρακληείην</l><l n="639">εἶναι, ἐμὸν πατέρα θρασυμέμνονα θυμολέοντα·</l><l n="640">ὅς ποτε δεῦρʼ ἐλθὼν ἕνεχʼ ἵππων Λαομέδοντος</l><l n="641">ἓξ οἴῃς σὺν νηυσὶ καὶ ἀνδράσι παυροτέροισιν</l><l n="642">Ἰλίου ἐξαλάπαξε πόλιν, χήρωσε δʼ ἀγυιάς·</l><l n="643">σοὶ δὲ κακὸς μὲν θυμός, ἀποφθινύθουσι δὲ λαοί.</l><l n="644">οὐδέ τί σε Τρώεσσιν ὀΐομαι ἄλκαρ ἔσεσθαι</l><l n="645">ἐλθόντʼ ἐκ Λυκίης, οὐδʼ εἰ μάλα καρτερός ἐσσι,</l><l n="646">ἀλλʼ ὑπʼ ἐμοὶ δμηθέντα πύλας Ἀΐδαο περήσειν.</l></q><l n="647"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖ Σαρπηδὼν Λυκίων ἀγὸς ἀντίον ηὔδα·</l><q><l n="648">Τληπόλεμʼ ἤτοι κεῖνος ἀπώλεσεν Ἴλιον ἱρὴν</l><l n="649">ἀνέρος ἀφραδίῃσιν ἀγαυοῦ Λαομέδοντος,</l><l n="650">ὅς ῥά μιν εὖ ἕρξαντα κακῷ ἠνίπαπε μύθῳ,</l><l n="651">οὐδʼ ἀπέδωχʼ ἵππους, ὧν εἵνεκα τηλόθεν ἦλθε.</l><l n="652">σοὶ δʼ ἐγὼ ἐνθάδε φημὶ φόνον καὶ κῆρα μέλαιναν</l><l n="653">ἐξ ἐμέθεν τεύξεσθαι, ἐμῷ δʼ ὑπὸ δουρὶ δαμέντα</l><l n="654">εὖχος ἐμοὶ δώσειν, ψυχὴν δʼ Ἄϊδι κλυτοπώλῳ.</l></q><l n="655"><milestone ed="P" unit="para"/>ὣς φάτο Σαρπηδών, ὃ δʼ ἀνέσχετο μείλινον ἔγχος</l><l n="656">Τληπόλεμος· καὶ τῶν μὲν ἁμαρτῇ δούρατα μακρὰ</l><l n="657">ἐκ χειρῶν ἤϊξαν· ὃ μὲν βάλεν αὐχένα μέσσον</l><l n="658">Σαρπηδών, αἰχμὴ δὲ διαμπερὲς ἦλθʼ ἀλεγεινή·</l><l n="659">τὸν δὲ κατʼ ὀφθαλμῶν ἐρεβεννὴ νὺξ ἐκάλυψε.</l><l n="660">Τληπόλεμος δʼ ἄρα μηρὸν ἀριστερὸν ἔγχεϊ μακρῷ</l><l n="661">βεβλήκειν, αἰχμὴ δὲ διέσσυτο μαιμώωσα</l><l n="662">ὀστέω ἐγχριμφθεῖσα, πατὴρ δʼ ἔτι λοιγὸν ἄμυνεν.</l><l n="663"><milestone ed="P" unit="para"/>οἳ μὲν ἄρʼ ἀντίθεον Σαρπηδόνα δῖοι ἑταῖροι</l><l n="664">ἐξέφερον πολέμοιο· βάρυνε δέ μιν δόρυ μακρὸν</l><l n="665">ἑλκόμενον· τὸ μὲν οὔ τις ἐπεφράσατʼ οὐδὲ νόησε</l><l n="666">μηροῦ ἐξερύσαι δόρυ μείλινον ὄφρʼ ἐπιβαίη</l><l n="667">σπευδόντων· τοῖον γὰρ ἔχον πόνον ἀμφιέποντες.</l><milestone ed="p" n="668" unit="card"/><l n="668"><milestone ed="P" unit="para"/>Τληπόλεμον δʼ ἑτέρωθεν ἐϋκνήμιδες Ἀχαιοὶ</l><l n="669">ἐξέφερον πολέμοιο· νόησε δὲ δῖος Ὀδυσσεὺς</l><l n="670">τλήμονα θυμὸν ἔχων, μαίμησε δέ οἱ φίλον ἦτορ·</l><l n="671">μερμήριξε δʼ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν</l><l n="672">ἢ προτέρω Διὸς υἱὸν ἐριγδούποιο διώκοι,</l><l n="673">ἦ ὅ γε τῶν πλεόνων Λυκίων ἀπὸ θυμὸν ἕλοιτο.</l><l n="674">οὐδʼ ἄρʼ Ὀδυσσῆϊ μεγαλήτορι μόρσιμον ἦεν</l><l n="675">ἴφθιμον Διὸς υἱὸν ἀποκτάμεν ὀξέϊ χαλκῷ·</l><l n="676">τώ ῥα κατὰ πληθὺν Λυκίων τράπε θυμὸν Ἀθήνη.</l><l n="677">ἔνθʼ ὅ γε Κοίρανον εἷλεν Ἀλάστορά τε Χρομίον τε</l><l n="678">Ἄλκανδρόν θʼ Ἅλιόν τε Νοήμονά τε Πρύτανίν τε.</l><l n="679">καί νύ κʼ ἔτι πλέονας Λυκίων κτάνε δῖος Ὀδυσσεὺς</l><l n="680">εἰ μὴ ἄρʼ ὀξὺ νόησε μέγας κορυθαίολος Ἕκτωρ·</l><l n="681">βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ</l><l n="682">δεῖμα φέρων Δαναοῖσι· χάρη δʼ ἄρα οἱ προσιόντι</l><l n="683">Σαρπηδὼν Διὸς υἱός, ἔπος δʼ ὀλοφυδνὸν ἔειπε·</l><q><l n="684">Πριαμίδη, μὴ δή με ἕλωρ Δαναοῖσιν ἐάσῃς</l><l n="685">κεῖσθαι, ἀλλʼ ἐπάμυνον· ἔπειτά με καὶ λίποι αἰὼν</l><l n="686">ἐν πόλει ὑμετέρῃ, ἐπεὶ οὐκ ἄρʼ ἔμελλον ἔγωγε</l><l n="687">νοστήσας οἶκον δὲ φίλην ἐς πατρίδα γαῖαν</l><l n="688">εὐφρανέειν ἄλοχόν τε φίλην καὶ νήπιον υἱόν.</l></q><l n="689"><milestone ed="P" unit="para"/>ὣς φάτο, τὸν δʼ οὔ τι προσέφη κορυθαίολος Ἕκτωρ,</l><l n="690">ἀλλὰ παρήϊξεν λελιημένος ὄφρα τάχιστα</l><l n="691">ὤσαιτʼ Ἀργείους, πολέων δʼ ἀπὸ θυμὸν ἕλοιτο.</l><l n="692">οἳ μὲν ἄρʼ ἀντίθεον Σαρπηδόνα δῖοι ἑταῖροι</l><l n="693">εἷσαν ὑπʼ αἰγιόχοιο Διὸς περικαλλέϊ φηγῷ·</l><l n="694">ἐκ δʼ ἄρα οἱ μηροῦ δόρυ μείλινον ὦσε θύραζε</l><l n="695">ἴφθιμος Πελάγων, ὅς οἱ φίλος ἦεν ἑταῖρος.</l><l n="696">τὸν δʼ ἔλιπε ψυχή, κατὰ δʼ ὀφθαλμῶν κέχυτʼ ἀχλύς·</l><l n="697">αὖτις δʼ ἐμπνύνθη, περὶ δὲ πνοιὴ Βορέαο</l><l n="698">ζώγρει ἐπιπνείουσα κακῶς κεκαφηότα θυμόν.</l><l n="699"><milestone ed="P" unit="para"/>Ἀργεῖοι δʼ ὑπʼ Ἄρηϊ καὶ Ἕκτορι χαλκοκορυστῇ</l><l n="700">οὔτε ποτὲ προτρέποντο μελαινάων ἐπὶ νηῶν</l><l n="701">οὔτε ποτʼ ἀντεφέροντο μάχῃ, ἀλλʼ αἰὲν ὀπίσσω</l><l n="702">χάζονθʼ, ὡς ἐπύθοντο μετὰ Τρώεσσιν Ἄρηα.</l><l n="703"><milestone ed="P" unit="para"/>ἔνθα τίνα πρῶτον τίνα δʼ ὕστατον ἐξενάριξαν</l><l n="704">Ἕκτωρ τε Πριάμοιο πάϊς καὶ χάλκεος Ἄρης;</l><l n="705">ἀντίθεον Τεύθραντʼ, ἐπὶ δὲ πλήξιππον Ὀρέστην,</l><l n="706">Τρῆχόν τʼ αἰχμητὴν Αἰτώλιον Οἰνόμαόν τε,</l><l n="707">Οἰνοπίδην θʼ Ἕλενον καὶ Ὀρέσβιον αἰολομίτρην,</l><l n="708">ὅς ῥʼ ἐν Ὕλῃ ναίεσκε μέγα πλούτοιο μεμηλώς,</l><l n="709">λίμνῃ κεκλιμένος Κηφισίδι· πὰρ δέ οἱ ἄλλοι</l><l n="710">ναῖον Βοιωτοὶ μάλα πίονα δῆμον ἔχοντες.</l><milestone ed="p" n="711" unit="card"/><l n="711"><milestone ed="P" unit="para"/>τοὺς δʼ ὡς οὖν ἐνόησε θεὰ λευκώλενος Ἥρη</l><l n="712">Ἀργείους ὀλέκοντας ἐνὶ κρατερῇ ὑσμίνῃ,</l><l n="713">αὐτίκʼ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="714">ὢ πόποι αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη,</l><l n="715">ἦ ῥʼ ἅλιον τὸν μῦθον ὑπέστημεν Μενελάῳ</l><l n="716">Ἴλιον ἐκπέρσαντʼ εὐτείχεον ἀπονέεσθαι,</l><l n="717">εἰ οὕτω μαίνεσθαι ἐάσομεν οὖλον Ἄρηα.</l><l n="718">ἀλλʼ ἄγε δὴ καὶ νῶϊ μεδώμεθα θούριδος ἀλκῆς.</l></q><l n="719"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ γλαυκῶπις Ἀθήνη.</l><l n="720">ἣ μὲν ἐποιχομένη χρυσάμπυκας ἔντυεν ἵππους</l><l n="721">Ἥρη πρέσβα θεὰ θυγάτηρ μεγάλοιο Κρόνοιο·</l><l n="722">Ἥβη δʼ ἀμφʼ ὀχέεσσι θοῶς βάλε καμπύλα κύκλα</l><l n="723">χάλκεα ὀκτάκνημα σιδηρέῳ ἄξονι ἀμφίς.</l><l n="724">τῶν ἤτοι χρυσέη ἴτυς ἄφθιτος, αὐτὰρ ὕπερθε</l><l n="725">χάλκεʼ ἐπίσσωτρα προσαρηρότα, θαῦμα ἰδέσθαι·</l><l n="726">πλῆμναι δʼ ἀργύρου εἰσὶ περίδρομοι ἀμφοτέρωθεν·</l><l n="727">δίφρος δὲ χρυσέοισι καὶ ἀργυρέοισιν ἱμᾶσιν</l><l n="728">ἐντέταται, δοιαὶ δὲ περίδρομοι ἄντυγές εἰσι.</l><l n="729">τοῦ δʼ ἐξ ἀργύρεος ῥυμὸς πέλεν· αὐτὰρ ἐπʼ ἄκρῳ</l><l n="730">δῆσε χρύσειον καλὸν ζυγόν, ἐν δὲ λέπαδνα</l><l n="731">κάλʼ ἔβαλε χρύσειʼ· ὑπὸ δὲ ζυγὸν ἤγαγεν Ἥρη</l><l n="732">ἵππους ὠκύποδας, μεμαυῖʼ ἔριδος καὶ ἀϋτῆς.</l><l n="733"><milestone ed="P" unit="para"/>αὐτὰρ Ἀθηναίη κούρη Διὸς αἰγιόχοιο</l><l n="734">πέπλον μὲν κατέχευεν ἑανὸν πατρὸς ἐπʼ οὔδει</l><l n="735">ποικίλον, ὅν ῥʼ αὐτὴ ποιήσατο καὶ κάμε χερσίν·</l><l n="736">ἣ δὲ χιτῶνʼ ἐνδῦσα Διὸς νεφεληγερέταο</l><l n="737">τεύχεσιν ἐς πόλεμον θωρήσσετο δακρυόεντα.</l><l n="738">ἀμφὶ δʼ ἄρʼ ὤμοισιν βάλετʼ αἰγίδα θυσσανόεσσαν</l><l n="739">δεινήν, ἣν περὶ μὲν πάντῃ Φόβος ἐστεφάνωται,</l><l n="740">ἐν δʼ Ἔρις, ἐν δʼ Ἀλκή, ἐν δὲ κρυόεσσα Ἰωκή,</l><l n="741">ἐν δέ τε Γοργείη κεφαλὴ δεινοῖο πελώρου</l><l n="742">δεινή τε σμερδνή τε, Διὸς τέρας αἰγιόχοιο.</l><l n="743">κρατὶ δʼ ἐπʼ ἀμφίφαλον κυνέην θέτο τετραφάληρον</l><l n="744">χρυσείην, ἑκατὸν πολίων πρυλέεσσʼ ἀραρυῖαν·</l><l n="745">ἐς δʼ ὄχεα φλόγεα ποσὶ βήσετο, λάζετο δʼ ἔγχος</l><l n="746">βριθὺ μέγα στιβαρόν, τῷ δάμνησι στίχας ἀνδρῶν</l><l n="747">ἡρώων, οἷσίν τε κοτέσσεται ὀβριμοπάτρη.</l><l n="748">Ἥρη δὲ μάστιγι θοῶς ἐπεμαίετʼ ἄρʼ ἵππους·</l><l n="749">αὐτόμαται δὲ πύλαι μύκον οὐρανοῦ ἃς ἔχον Ὧραι,</l><l n="750">τῇς ἐπιτέτραπται μέγας οὐρανὸς Οὔλυμπός τε</l><l n="751">ἠμὲν ἀνακλῖναι πυκινὸν νέφος ἠδʼ ἐπιθεῖναι.</l><l n="752">τῇ ῥα διʼ αὐτάων κεντρηνεκέας ἔχον ἵππους·</l><l n="753">εὗρον δὲ Κρονίωνα θεῶν ἄτερ ἥμενον ἄλλων</l><l n="754">ἀκροτάτῃ κορυφῇ πολυδειράδος Οὐλύμποιο.</l><l n="755">ἔνθʼ ἵππους στήσασα θεὰ λευκώλενος Ἥρη</l><l n="756">Ζῆνʼ ὕπατον Κρονίδην ἐξείρετο καὶ προσέειπε·</l><q><l n="757">Ζεῦ πάτερ οὐ νεμεσίζῃ Ἄρῃ τάδε καρτερὰ ἔργα</l><l n="758">ὁσσάτιόν τε καὶ οἷον ἀπώλεσε λαὸν Ἀχαιῶν</l><l n="759">μὰψ ἀτὰρ οὐ κατὰ κόσμον ἐμοὶ δʼ ἄχος, οἳ δὲ ἕκηλοι</l><l n="760">τέρπονται Κύπρίς τε καὶ ἀργυρότοξος Ἀπόλλων</l><l n="761">ἄφρονα τοῦτον ἀνέντες, ὃς οὔ τινα οἶδε θέμιστα;</l><l n="762">Ζεῦ πάτερ ἦ ῥά τί μοι κεχολώσεαι, αἴ κεν Ἄρηα</l><l n="763">λυγρῶς πεπληγυῖα μάχης ἐξαποδίωμαι;</l></q><milestone ed="p" n="764" unit="card"/><l n="764"><milestone ed="P" unit="para"/>τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·</l><q><l n="765">ἄγρει μάν οἱ ἔπορσον Ἀθηναίην ἀγελείην,</l><l n="766">ἥ ἑ μάλιστʼ εἴωθε κακῇς ὀδύνῃσι πελάζειν.</l></q><l n="767"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ λευκώλενος Ἥρη,</l><l n="768">μάστιξεν δʼ ἵππους· τὼ δʼ οὐκ ἀέκοντε πετέσθην</l><l n="769">μεσσηγὺς γαίης τε καὶ οὐρανοῦ ἀστερόεντος.</l><l n="770">ὅσσον δʼ ἠεροειδὲς ἀνὴρ ἴδεν ὀφθαλμοῖσιν</l><l n="771">ἥμενος ἐν σκοπιῇ, λεύσσων ἐπὶ οἴνοπα πόντον,</l><l n="772">τόσσον ἐπιθρῴσκουσι θεῶν ὑψηχέες ἵπποι.</l><l n="773">ἀλλʼ ὅτε δὴ Τροίην ἷξον ποταμώ τε ῥέοντε,</l><l n="774">ἧχι ῥοὰς Σιμόεις συμβάλλετον ἠδὲ Σκάμανδρος,</l><l n="775">ἔνθʼ ἵππους ἔστησε θεὰ λευκώλενος Ἥρη</l><l n="776">λύσασʼ ἐξ ὀχέων, περὶ δʼ ἠέρα πουλὺν ἔχευε·</l><l n="777">τοῖσιν δʼ ἀμβροσίην Σιμόεις ἀνέτειλε νέμεσθαι.</l><l n="778"><milestone ed="P" unit="para"/>αἳ δὲ βάτην τρήρωσι πελειάσιν ἴθμαθʼ ὁμοῖαι</l><l n="779">ἀνδράσιν Ἀργείοισιν ἀλεξέμεναι μεμαυῖαι·</l><l n="780">ἀλλʼ ὅτε δή ῥʼ ἵκανον ὅθι πλεῖστοι καὶ ἄριστοι</l><l n="781">ἕστασαν ἀμφὶ βίην Διομήδεος ἱπποδάμοιο</l><l n="782">εἰλόμενοι λείουσιν ἐοικότες ὠμοφάγοισιν</l><l n="783">ἢ συσὶ κάπροισιν, τῶν τε σθένος οὐκ ἀλαπαδνόν,</l><l n="784">ἔνθα στᾶσʼ ἤϋσε θεὰ λευκώλενος Ἥρη</l><l n="785">Στέντορι εἰσαμένη μεγαλήτορι χαλκεοφώνῳ,</l><l n="786">ὃς τόσον αὐδήσασχʼ ὅσον ἄλλοι πεντήκοντα·</l><q><l n="787">αἰδὼς Ἀργεῖοι κάκʼ ἐλέγχεα εἶδος ἀγητοί·</l><l n="788">ὄφρα μὲν ἐς πόλεμον πωλέσκετο δῖος Ἀχιλλεύς,</l><l n="789">οὐδέ ποτε Τρῶες πρὸ πυλάων Δαρδανιάων</l><l n="790">οἴχνεσκον· κείνου γὰρ ἐδείδισαν ὄβριμον ἔγχος·</l><l n="791">νῦν δὲ ἑκὰς πόλιος κοίλῃς ἐπὶ νηυσὶ μάχονται.</l><milestone ed="p" n="792" unit="card"/></q><l n="792"><milestone ed="P" unit="para"/>ὣς εἰποῦσʼ ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.</l><l n="793">Τυδεΐδῃ δʼ ἐπόρουσε θεὰ γλαυκῶπις Ἀθήνη·</l><l n="794">εὗρε δὲ τόν γε ἄνακτα παρʼ ἵπποισιν καὶ ὄχεσφιν</l><l n="795">ἕλκος ἀναψύχοντα τό μιν βάλε Πάνδαρος ἰῷ.</l><l n="796">ἱδρὼς γάρ μιν ἔτειρεν ὑπὸ πλατέος τελαμῶνος</l><l n="797">ἀσπίδος εὐκύκλου· τῷ τείρετο, κάμνε δὲ χεῖρα,</l><l n="798">ἂν δʼ ἴσχων τελαμῶνα κελαινεφὲς αἷμʼ ἀπομόργνυ.</l><l n="799">ἱππείου δὲ θεὰ ζυγοῦ ἥψατο φώνησέν τε·</l><q><l n="800">ἦ ὀλίγον οἷ παῖδα ἐοικότα γείνατο Τυδεύς.</l><l n="801">Τυδεύς τοι μικρὸς μὲν ἔην δέμας, ἀλλὰ μαχητής·</l><l n="802">καί ῥʼ ὅτε πέρ μιν ἐγὼ πολεμίζειν οὐκ εἴασκον</l><l n="803">οὐδʼ ἐκπαιφάσσειν, ὅτε τʼ ἤλυθε νόσφιν Ἀχαιῶν</l><l n="804">ἄγγελος ἐς Θήβας πολέας μετὰ Καδμείωνας·</l><l n="805">δαίνυσθαί μιν ἄνωγον ἐνὶ μεγάροισιν ἕκηλον·</l><l n="806">αὐτὰρ ὃ θυμὸν ἔχων ὃν καρτερὸν ὡς τὸ πάρος περ</l><l n="807">κούρους Καδμείων προκαλίζετο, πάντα δʼ ἐνίκα</l><l n="808">ῥηϊδίως· τοίη οἱ ἐγὼν ἐπιτάρροθος ἦα.</l><l n="809">σοὶ δʼ ἤτοι μὲν ἐγὼ παρά θʼ ἵσταμαι ἠδὲ φυλάσσω,</l><l n="810">καί σε προφρονέως κέλομαι Τρώεσσι μάχεσθαι·</l><l n="811">ἀλλά σευ ἢ κάματος πολυᾶϊξ γυῖα δέδυκεν</l><l n="812">ἤ νύ σέ που δέος ἴσχει ἀκήριον· οὐ σύ γʼ ἔπειτα</l><l n="813">Τυδέος ἔκγονός ἐσσι δαΐφρονος Οἰνεΐδαο.</l></q><l n="814"><milestone ed="P" unit="para"/>τὴν δʼ ἀπαμειβόμενος προσέφη κρατερὸς Διομήδης·</l><q><l n="815">γιγνώσκω σε θεὰ θύγατερ Διὸς αἰγιόχοιο·</l><l n="816">τώ τοι προφρονέως ἐρέω ἔπος οὐδʼ ἐπικεύσω.</l><l n="817">οὔτέ τί με δέος ἴσχει ἀκήριον οὔτέ τις ὄκνος,</l><l n="818">ἀλλʼ ἔτι σέων μέμνημαι ἐφετμέων ἃς ἐπέτειλας·</l><l n="819">οὔ μʼ εἴας μακάρεσσι θεοῖς ἀντικρὺ μάχεσθαι</l><l n="820">τοῖς ἄλλοις· ἀτὰρ εἴ κε Διὸς θυγάτηρ Ἀφροδίτη</l><l n="821">ἔλθῃσʼ ἐς πόλεμον, τήν γʼ οὐτάμεν ὀξέϊ χαλκῷ.</l><l n="822">τοὔνεκα νῦν αὐτός τʼ ἀναχάζομαι ἠδὲ καὶ ἄλλους</l><l n="823">Ἀργείους ἐκέλευσα ἀλήμεναι ἐνθάδε πάντας·</l><l n="824">γιγνώσκω γὰρ Ἄρηα μάχην ἀνὰ κοιρανέοντα.</l></q><l n="825"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη·</l><q><l n="826">Τυδεΐδη Διόμηδες ἐμῷ κεχαρισμένε θυμῷ</l><l n="827">μήτε σύ γʼ Ἄρηα τό γε δείδιθι μήτε τινʼ ἄλλον</l><l n="828">ἀθανάτων, τοίη τοι ἐγὼν ἐπιτάρροθός εἰμι·</l><l n="829">ἀλλʼ ἄγʼ ἐπʼ Ἄρηϊ πρώτῳ ἔχε μώνυχας ἵππους,</l><l n="830">τύψον δὲ σχεδίην μηδʼ ἅζεο θοῦρον Ἄρηα</l><l n="831">τοῦτον μαινόμενον, τυκτὸν κακόν, ἀλλοπρόσαλλον,</l><l n="832">ὃς πρῴην μὲν ἐμοί τε καὶ Ἥρῃ στεῦτʼ ἀγορεύων</l><l n="833">Τρωσὶ μαχήσεσθαι, ἀτὰρ Ἀργείοισιν ἀρήξειν,</l><l n="834">νῦν δὲ μετὰ Τρώεσσιν ὁμιλεῖ, τῶν δὲ λέλασται.</l><milestone ed="p" n="835" unit="card"/></q><l n="835"><milestone ed="P" unit="para"/>ὣς φαμένη Σθένελον μὲν ἀφʼ ἵππων ὦσε χαμᾶζε,</l><l n="836">χειρὶ πάλιν ἐρύσασʼ, ὃ δʼ ἄρʼ ἐμμαπέως ἀπόρουσεν·</l><l n="837">ἣ δʼ ἐς δίφρον ἔβαινε παραὶ Διομήδεα δῖον</l><l n="838">ἐμμεμαυῖα θεά· μέγα δʼ ἔβραχε φήγινος ἄξων</l><l n="839">βριθοσύνῃ· δεινὴν γὰρ ἄγεν θεὸν ἄνδρά τʼ ἄριστον.</l><l n="840">λάζετο δὲ μάστιγα καὶ ἡνία Παλλὰς Ἀθήνη·</l><l n="841">αὐτίκʼ ἐπʼ Ἄρηϊ πρώτῳ ἔχε μώνυχας ἵππους.</l><l n="842">ἤτοι ὃ μὲν Περίφαντα πελώριον ἐξενάριζεν</l><l n="843">Αἰτωλῶν ὄχʼ ἄριστον Ὀχησίου ἀγλαὸν υἱόν·</l><l n="844">τὸν μὲν Ἄρης ἐνάριζε μιαιφόνος· αὐτὰρ Ἀθήνη</l><l n="845">δῦνʼ Ἄϊδος κυνέην, μή μιν ἴδοι ὄβριμος Ἄρης.</l><l n="846"><milestone ed="P" unit="para"/>ὡς δὲ ἴδε βροτολοιγὸς Ἄρης Διομήδεα δῖον,</l><l n="847">ἤτοι ὃ μὲν Περίφαντα πελώριον αὐτόθʼ ἔασε</l><l n="848">κεῖσθαι ὅθι πρῶτον κτείνων ἐξαίνυτο θυμόν,</l><l n="849">αὐτὰρ ὃ βῆ ῥʼ ἰθὺς Διομήδεος ἱπποδάμοιο.</l><l n="850">οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες,</l><l n="851">πρόσθεν Ἄρης ὠρέξαθʼ ὑπὲρ ζυγὸν ἡνία θʼ ἵππων</l><l n="852">ἔγχεϊ χαλκείῳ μεμαὼς ἀπὸ θυμὸν ἑλέσθαι·</l><l n="853">καὶ τό γε χειρὶ λαβοῦσα θεὰ γλαυκῶπις Ἀθήνη</l><l n="854">ὦσεν ὑπὲκ δίφροιο ἐτώσιον ἀϊχθῆναι.</l><l n="855">δεύτερος αὖθʼ ὡρμᾶτο βοὴν ἀγαθὸς Διομήδης</l><l n="856">ἔγχεϊ χαλκείῳ· ἐπέρεισε δὲ Παλλὰς Ἀθήνη</l><l n="857">νείατον ἐς κενεῶνα ὅθι ζωννύσκετο μίτρῃ·</l><l n="858">τῇ ῥά μιν οὖτα τυχών, διὰ δὲ χρόα καλὸν ἔδαψεν,</l><l n="859">ἐκ δὲ δόρυ σπάσεν αὖτις· ὃ δʼ ἔβραχε χάλκεος Ἄρης</l><l n="860">ὅσσόν τʼ ἐννεάχιλοι ἐπίαχον ἢ δεκάχιλοι</l><l n="861">ἀνέρες ἐν πολέμῳ ἔριδα ξυνάγοντες Ἄρηος.</l><l n="862">τοὺς δʼ ἄρʼ ὑπὸ τρόμος εἷλεν Ἀχαιούς τε Τρῶάς τε</l><l n="863">δείσαντας· τόσον ἔβραχʼ Ἄρης ἆτος πολέμοιο.</l><milestone ed="p" n="864" unit="card"/><l n="864"><milestone ed="P" unit="para"/>οἵη δʼ ἐκ νεφέων ἐρεβεννὴ φαίνεται ἀὴρ</l><l n="865">καύματος ἐξ ἀνέμοιο δυσαέος ὀρνυμένοιο,</l><l n="866">τοῖος Τυδεΐδῃ Διομήδεϊ χάλκεος Ἄρης</l><l n="867">φαίνεθʼ ὁμοῦ νεφέεσσιν ἰὼν εἰς οὐρανὸν εὐρύν.</l><l n="868">καρπαλίμως δʼ ἵκανε θεῶν ἕδος αἰπὺν Ὄλυμπον,</l><l n="869">πὰρ δὲ Διὶ Κρονίωνι καθέζετο θυμὸν ἀχεύων,</l><l n="870">δεῖξεν δʼ ἄμβροτον αἷμα καταρρέον ἐξ ὠτειλῆς,</l><l n="871">καί ῥʼ ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="872">Ζεῦ πάτερ οὐ νεμεσίζῃ ὁρῶν τάδε καρτερὰ ἔργα;</l><l n="873">αἰεί τοι ῥίγιστα θεοὶ τετληότες εἰμὲν</l><l n="874">ἀλλήλων ἰότητι, χάριν ἄνδρεσσι φέροντες.</l><l n="875">σοὶ πάντες μαχόμεσθα· σὺ γὰρ τέκες ἄφρονα κούρην</l><l n="876">οὐλομένην, ᾗ τʼ αἰὲν ἀήσυλα ἔργα μέμηλεν.</l><l n="877">ἄλλοι μὲν γὰρ πάντες ὅσοι θεοί εἰσʼ ἐν Ὀλύμπῳ</l><l n="878">σοί τʼ ἐπιπείθονται καὶ δεδμήμεσθα ἕκαστος·</l><l n="879">ταύτην δʼ οὔτʼ ἔπεϊ προτιβάλλεαι οὔτέ τι ἔργῳ,</l><l n="880">ἀλλʼ ἀνιεῖς, ἐπεὶ αὐτὸς ἐγείναο παῖδʼ ἀΐδηλον·</l><l n="881">ἣ νῦν Τυδέος υἱὸν ὑπερφίαλον Διομήδεα</l><l n="882">μαργαίνειν ἀνέηκεν ἐπʼ ἀθανάτοισι θεοῖσι.</l><l n="883">Κύπριδα μὲν πρῶτον σχεδὸν οὔτασε χεῖρʼ ἐπὶ καρπῷ,</l><l n="884">αὐτὰρ ἔπειτʼ αὐτῷ μοι ἐπέσσυτο δαίμονι ἶσος·</l><l n="885">ἀλλά μʼ ὑπήνεικαν ταχέες πόδες· ἦ τέ κε δηρὸν</l><l n="886">αὐτοῦ πήματʼ ἔπασχον ἐν αἰνῇσιν νεκάδεσσιν,</l><l n="887">ἤ κε ζὼς ἀμενηνὸς ἔα χαλκοῖο τυπῇσι.</l></q><l n="888"><milestone ed="P" unit="para"/>τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη νεφεληγερέτα Ζεύς.</l><q><l n="889">μή τί μοι ἀλλοπρόσαλλε παρεζόμενος μινύριζε.</l><l n="890">ἔχθιστος δέ μοί ἐσσι θεῶν οἳ Ὄλυμπον ἔχουσιν·</l><l n="891">αἰεὶ γάρ τοι ἔρις τε φίλη πόλεμοί τε μάχαι τε.</l><l n="892">μητρός τοι μένος ἐστὶν ἀάσχετον οὐκ ἐπιεικτὸν</l><l n="893">Ἥρης· τὴν μὲν ἐγὼ σπουδῇ δάμνημʼ ἐπέεσσι·</l><l n="894">τώ σʼ ὀΐω κείνης τάδε πάσχειν ἐννεσίῃσιν.</l><l n="895">ἀλλʼ οὐ μάν σʼ ἔτι δηρὸν ἀνέξομαι ἄλγεʼ ἔχοντα·</l><l n="896">ἐκ γὰρ ἐμεῦ γένος ἐσσί, ἐμοὶ δέ σε γείνατο μήτηρ·</l><l n="897">εἰ δέ τευ ἐξ ἄλλου γε θεῶν γένευ ὧδʼ ἀΐδηλος</l><l n="898">καί κεν δὴ πάλαι ἦσθα ἐνέρτερος Οὐρανιώνων.</l><milestone ed="p" n="899" unit="card"/></q><l n="899"><milestone ed="P" unit="para"/>ὣς φάτο, καὶ Παιήονʼ ἀνώγειν ἰήσασθαι.</l><l n="900">τῷ δʼ ἐπὶ Παιήων ὀδυνήφατα φάρμακα πάσσων</l><l n="901">ἠκέσατʼ· οὐ μὲν γάρ τι καταθνητός γʼ ἐτέτυκτο.</l><l n="902">ὡς δʼ ὅτʼ ὀπὸς γάλα λευκὸν ἐπειγόμενος συνέπηξεν</l><l n="903">ὑγρὸν ἐόν, μάλα δʼ ὦκα περιτρέφεται κυκόωντι,</l><l n="904">ὣς ἄρα καρπαλίμως ἰήσατο θοῦρον Ἄρηα.</l><l n="905">τὸν δʼ Ἥβη λοῦσεν, χαρίεντα δὲ εἵματα ἕσσε·</l><l n="906">πὰρ δὲ Διὶ Κρονίωνι καθέζετο κύδεϊ γαίων.</l><l n="907"><milestone ed="P" unit="para"/>αἳ δʼ αὖτις πρὸς δῶμα Διὸς μεγάλοιο νέοντο</l><l n="908">Ἥρη τʼ Ἀργείη καὶ Ἀλαλκομενηῒς Ἀθήνη</l><l n="909">παύσασαι βροτολοιγὸν Ἄρηʼ ἀνδροκτασιάων.</l></div><div type="textpart" subtype="Book" n="6"><milestone ed="p" n="1" unit="card"/><l n="1"><milestone ed="P" unit="para"/>Τρώων δʼ οἰώθη καὶ Ἀχαιῶν φύλοπις αἰνή·</l><l n="2">πολλὰ δʼ ἄρʼ ἔνθα καὶ ἔνθʼ ἴθυσε μάχη πεδίοιο</l><l n="3">ἀλλήλων ἰθυνομένων χαλκήρεα δοῦρα</l><l n="4">μεσσηγὺς Σιμόεντος ἰδὲ Ξάνθοιο ῥοάων.</l><l n="5"><milestone ed="P" unit="para"/>Αἴας δὲ πρῶτος Τελαμώνιος ἕρκος Ἀχαιῶν</l><l n="6">Τρώων ῥῆξε φάλαγγα, φόως δʼ ἑτάροισιν ἔθηκεν,</l><l n="7">ἄνδρα βαλὼν ὃς ἄριστος ἐνὶ Θρῄκεσσι τέτυκτο</l><l n="8">υἱὸν Ἐϋσσώρου Ἀκάμαντʼ ἠΰν τε μέγαν τε.</l><l n="9">τόν ῥʼ ἔβαλε πρῶτος κόρυθος φάλον ἱπποδασείης,</l><l n="10">ἐν δὲ μετώπῳ πῆξε, πέρησε δʼ ἄρʼ ὀστέον εἴσω</l><l n="11">αἰχμὴ χαλκείη· τὸν δὲ σκότος ὄσσε κάλυψεν.</l><l n="12"><milestone ed="P" unit="para"/>Ἄξυλον δʼ ἄρʼ ἔπεφνε βοὴν ἀγαθὸς Διομήδης</l><l n="13">Τευθρανίδην, ὃς ἔναιεν ἐϋκτιμένῃ ἐν Ἀρίσβῃ</l><l n="14">ἀφνειὸς βιότοιο, φίλος δʼ ἦν ἀνθρώποισι.</l><l n="15">πάντας γὰρ φιλέεσκεν ὁδῷ ἔπι οἰκία ναίων.</l><l n="16">ἀλλά οἱ οὔ τις τῶν γε τότʼ ἤρκεσε λυγρὸν ὄλεθρον</l><l n="17">πρόσθεν ὑπαντιάσας, ἀλλʼ ἄμφω θυμὸν ἀπηύρα</l><l n="18">αὐτὸν καὶ θεράποντα Καλήσιον, ὅς ῥα τόθʼ ἵππων</l><l n="19">ἔσκεν ὑφηνίοχος· τὼ δʼ ἄμφω γαῖαν ἐδύτην.</l><l n="20"><milestone ed="P" unit="para"/>Δρῆσον δʼ Εὐρύαλος καὶ Ὀφέλτιον ἐξενάριξε·</l><l n="21">βῆ δὲ μετʼ Αἴσηπον καὶ Πήδασον, οὕς ποτε νύμφη</l><l n="22">νηῒς Ἀβαρβαρέη τέκʼ ἀμύμονι Βουκολίωνι.</l><l n="23">Βουκολίων δʼ ἦν υἱὸς ἀγαυοῦ Λαομέδοντος</l><l n="24">πρεσβύτατος γενεῇ, σκότιον δέ ἑ γείνατο μήτηρ·</l><l n="25">ποιμαίνων δʼ ἐπʼ ὄεσσι μίγη φιλότητι καὶ εὐνῇ,</l><l n="26">ἣ δʼ ὑποκυσαμένη διδυμάονε γείνατο παῖδε.</l><l n="27">καὶ μὲν τῶν ὑπέλυσε μένος καὶ φαίδιμα γυῖα</l><l n="28">Μηκιστηϊάδης καὶ ἀπʼ ὤμων τεύχεʼ ἐσύλα.</l><l n="29"><milestone ed="P" unit="para"/>Ἀστύαλον δʼ ἄρʼ ἔπεφνε μενεπτόλεμος Πολυποίτης·</l><l n="30">Πιδύτην δʼ Ὀδυσεὺς Περκώσιον ἐξενάριξεν</l><l n="31">ἔγχεϊ χαλκείῳ, Τεῦκρος δʼ Ἀρετάονα δῖον.</l><l n="32">Ἀντίλοχος δʼ Ἄβληρον ἐνήρατο δουρὶ φαεινῷ</l><l n="33">Νεστορίδης, Ἔλατον δὲ ἄναξ ἀνδρῶν Ἀγαμέμνων·</l><l n="34">ναῖε δὲ Σατνιόεντος ἐϋρρείταο παρʼ ὄχθας</l><l n="35">Πήδασον αἰπεινήν. Φύλακον δʼ ἕλε Λήϊτος ἥρως</l><l n="36">φεύγοντʼ· Εὐρύπυλος δὲ Μελάνθιον ἐξενάριξεν.</l><milestone ed="p" n="37" unit="card"/><l n="37"><milestone ed="P" unit="para"/>Ἄδρηστον δʼ ἄρʼ ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος</l><l n="38">ζωὸν ἕλʼ· ἵππω γάρ οἱ ἀτυζομένω πεδίοιο</l><l n="39">ὄζῳ ἔνι βλαφθέντε μυρικίνῳ ἀγκύλον ἅρμα</l><l n="40">ἄξαντʼ ἐν πρώτῳ ῥυμῷ αὐτὼ μὲν ἐβήτην</l><l n="41">πρὸς πόλιν, ᾗ περ οἱ ἄλλοι ἀτυζόμενοι φοβέοντο,</l><l n="42">αὐτὸς δʼ ἐκ δίφροιο παρὰ τροχὸν ἐξεκυλίσθη</l><l n="43">πρηνὴς ἐν κονίῃσιν ἐπὶ στόμα· πὰρ δέ οἱ ἔστη</l><l n="44">Ἀτρεΐδης Μενέλαος ἔχων δολιχόσκιον ἔγχος.</l><l n="45">Ἄδρηστος δʼ ἄρʼ ἔπειτα λαβὼν ἐλίσσετο γούνων·</l><q><l n="46">ζώγρει Ἀτρέος υἱέ, σὺ δʼ ἄξια δέξαι ἄποινα·</l><l n="47">πολλὰ δʼ ἐν ἀφνειοῦ πατρὸς κειμήλια κεῖται</l><l n="48">χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος,</l><l n="49">τῶν κέν τοι χαρίσαιτο πατὴρ ἀπερείσιʼ ἄποινα</l><l n="50">εἴ κεν ἐμὲ ζωὸν πεπύθοιτʼ ἐπὶ νηυσὶν Ἀχαιῶν.</l></q><l n="51"><milestone ed="P" unit="para"/>ὣς φάτο, τῷ δʼ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ἔπειθε·</l><l n="52">καὶ δή μιν τάχʼ ἔμελλε θοὰς ἐπὶ νῆας Ἀχαιῶν</l><l n="53">δώσειν ᾧ θεράποντι καταξέμεν· ἀλλʼ Ἀγαμέμνων</l><l n="54">ἀντίος ἦλθε θέων, καὶ ὁμοκλήσας ἔπος ηὔδα·</l><q><l n="55">ὦ πέπον ὦ Μενέλαε, τί ἢ δὲ σὺ κήδεαι οὕτως</l><l n="56">ἀνδρῶν; ἦ σοὶ ἄριστα πεποίηται κατὰ οἶκον</l><l n="57">πρὸς Τρώων; τῶν μή τις ὑπεκφύγοι αἰπὺν ὄλεθρον</l><l n="58">χεῖράς θʼ ἡμετέρας, μηδʼ ὅν τινα γαστέρι μήτηρ</l><l n="59">κοῦρον ἐόντα φέροι, μηδʼ ὃς φύγοι, ἀλλʼ ἅμα πάντες</l><l n="60">Ἰλίου ἐξαπολοίατʼ ἀκήδεστοι καὶ ἄφαντοι.</l></q><l n="61"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ἔτρεψεν ἀδελφειοῦ φρένας ἥρως</l><l n="62">αἴσιμα παρειπών· ὃ δʼ ἀπὸ ἕθεν ὤσατο χειρὶ</l><l n="63">ἥρωʼ Ἄδρηστον· τὸν δὲ κρείων Ἀγαμέμνων</l><l n="64">οὖτα κατὰ λαπάρην· ὃ δʼ ἀνετράπετʼ, Ἀτρεΐδης δὲ</l><l n="65">λὰξ ἐν στήθεσι βὰς ἐξέσπασε μείλινον ἔγχος.</l><l n="66"><milestone ed="P" unit="para"/>Νέστωρ δʼ Ἀργείοισιν ἐκέκλετο μακρὸν ἀΰσας·</l><q><l n="67">ὦ φίλοι ἥρωες Δαναοὶ θεράποντες Ἄρηος</l><l n="68">μή τις νῦν ἐνάρων ἐπιβαλλόμενος μετόπισθε</l><l n="69">μιμνέτω ὥς κε πλεῖστα φέρων ἐπὶ νῆας ἵκηται,</l><l n="70">ἀλλʼ ἄνδρας κτείνωμεν· ἔπειτα δὲ καὶ τὰ ἕκηλοι</l><l n="71">νεκροὺς ἂμ πεδίον συλήσετε τεθνηῶτας.</l><milestone ed="p" n="72" unit="card"/></q><l n="72"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.</l><l n="73">ἔνθά κεν αὖτε Τρῶες ἀρηϊφίλων ὑπʼ Ἀχαιῶν</l><l n="74">Ἴλιον εἰσανέβησαν ἀναλκείῃσι δαμέντες,</l><l n="75">εἰ μὴ ἄρʼ Αἰνείᾳ τε καὶ Ἕκτορι εἶπε παραστὰς</l><l n="76">Πριαμίδης Ἕλενος οἰωνοπόλων ὄχʼ ἄριστος·</l><q><l n="77">Αἰνεία τε καὶ Ἕκτορ, ἐπεὶ πόνος ὔμμι μάλιστα</l><l n="78">Τρώων καὶ Λυκίων ἐγκέκλιται, οὕνεκʼ ἄριστοι</l><l n="79">πᾶσαν ἐπʼ ἰθύν ἐστε μάχεσθαί τε φρονέειν τε,</l><l n="80">στῆτʼ αὐτοῦ, καὶ λαὸν ἐρυκάκετε πρὸ πυλάων</l><l n="81">πάντῃ ἐποιχόμενοι πρὶν αὖτʼ ἐν χερσὶ γυναικῶν</l><l n="82">φεύγοντας πεσέειν, δηΐοισι δὲ χάρμα γενέσθαι.</l><l n="83">αὐτὰρ ἐπεί κε φάλαγγας ἐποτρύνητον ἁπάσας,</l><l n="84">ἡμεῖς μὲν Δαναοῖσι μαχησόμεθʼ αὖθι μένοντες,</l><l n="85">καὶ μάλα τειρόμενοί περ· ἀναγκαίη γὰρ ἐπείγει·</l><l n="86">Ἕκτορ ἀτὰρ σὺ πόλιν δὲ μετέρχεο, εἰπὲ δʼ ἔπειτα</l><l n="87">μητέρι σῇ καὶ ἐμῇ· ἣ δὲ ξυνάγουσα γεραιὰς</l><l n="88">νηὸν Ἀθηναίης γλαυκώπιδος ἐν πόλει ἄκρῃ</l><l n="89">οἴξασα κληῗδι θύρας ἱεροῖο δόμοιο</l><l n="90">πέπλον, ὅς οἱ δοκέει χαριέστατος ἠδὲ μέγιστος</l><l n="91">εἶναι ἐνὶ μεγάρῳ καί οἱ πολὺ φίλτατος αὐτῇ,</l><l n="92">θεῖναι Ἀθηναίης ἐπὶ γούνασιν ἠϋκόμοιο,</l><l n="93">καί οἱ ὑποσχέσθαι δυοκαίδεκα βοῦς ἐνὶ νηῷ</l><l n="94">ἤνις ἠκέστας ἱερευσέμεν, αἴ κʼ ἐλεήσῃ</l><l n="95">ἄστύ τε καὶ Τρώων ἀλόχους καὶ νήπια τέκνα,</l><l n="96">ὥς κεν Τυδέος υἱὸν ἀπόσχῃ Ἰλίου ἱρῆς</l><l n="97">ἄγριον αἰχμητὴν κρατερὸν μήστωρα φόβοιο,</l><l n="98">ὃν δὴ ἐγὼ κάρτιστον Ἀχαιῶν φημι γενέσθαι.</l><l n="99">οὐδʼ Ἀχιλῆά ποθʼ ὧδέ γʼ ἐδείδιμεν ὄρχαμον ἀνδρῶν,</l><l n="100">ὅν πέρ φασι θεᾶς ἐξέμμεναι· ἀλλʼ ὅδε λίην</l><l n="101">μαίνεται, οὐδέ τίς οἱ δύναται μένος ἰσοφαρίζειν.</l></q><l n="102"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, Ἕκτωρ δʼ οὔ τι κασιγνήτῳ ἀπίθησεν.</l><l n="103">αὐτίκα δʼ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε,</l><l n="104">πάλλων δʼ ὀξέα δοῦρα κατὰ στρατὸν ᾤχετο πάντῃ</l><l n="105">ὀτρύνων μαχέσασθαι, ἔγειρε δὲ φύλοπιν αἰνήν.</l><l n="106">οἳ δʼ ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν·</l><l n="107">Ἀργεῖοι δʼ ὑπεχώρησαν, λῆξαν δὲ φόνοιο,</l><l n="108">φὰν δέ τινʼ ἀθανάτων ἐξ οὐρανοῦ ἀστερόεντος</l><l n="109">Τρωσὶν ἀλεξήσοντα κατελθέμεν, ὡς ἐλέλιχθεν.</l><l n="110">Ἕκτωρ δὲ Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας·</l><q><l n="111">Τρῶες ὑπέρθυμοι τηλεκλειτοί τʼ ἐπίκουροι</l><l n="112">ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς,</l><l n="113">ὄφρʼ ἂν ἐγὼ βείω προτὶ Ἴλιον, ἠδὲ γέρουσιν</l><l n="114">εἴπω βουλευτῇσι καὶ ἡμετέρῃς ἀλόχοισι</l><l n="115">δαίμοσιν ἀρήσασθαι, ὑποσχέσθαι δʼ ἑκατόμβας.</l><milestone ed="p" n="116" unit="card"/></q><l n="116"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσας ἀπέβη κορυθαίολος Ἕκτωρ·</l><l n="117">ἀμφὶ δέ μιν σφυρὰ τύπτε καὶ αὐχένα δέρμα κελαινὸν</l><l n="118">ἄντυξ ἣ πυμάτη θέεν ἀσπίδος ὀμφαλοέσσης.</l><l n="119"><milestone ed="P" unit="para"/>Γλαῦκος δʼ Ἱππολόχοιο πάϊς καὶ Τυδέος υἱὸς</l><l n="120">ἐς μέσον ἀμφοτέρων συνίτην μεμαῶτε μάχεσθαι.</l><l n="121">οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντε,</l><l n="122">τὸν πρότερος προσέειπε βοὴν ἀγαθὸς Διομήδης·</l><q><l n="123">τίς δὲ σύ ἐσσι φέριστε καταθνητῶν ἀνθρώπων;</l><l n="124">οὐ μὲν γάρ ποτʼ ὄπωπα μάχῃ ἔνι κυδιανείρῃ</l><l n="125">τὸ πρίν· ἀτὰρ μὲν νῦν γε πολὺ προβέβηκας ἁπάντων</l><l n="126">σῷ θάρσει, ὅ τʼ ἐμὸν δολιχόσκιον ἔγχος ἔμεινας·</l><l n="127">δυστήνων δέ τε παῖδες ἐμῷ μένει ἀντιόωσιν.</l><l n="128">εἰ δέ τις ἀθανάτων γε κατʼ οὐρανοῦ εἰλήλουθας,</l></q></div></div></body></text></TEI>