νειαίρῃ δʼ ἐν γαστρὶ πάγη δολιχόσκιον ἔγχος, δούπησεν δὲ πεσών· ὃ δʼ ἐπέδραμε φαίδιμος Αἴας τεύχεα συλήσων· Τρῶες δʼ ἐπὶ δούρατʼ ἔχευαν ὀξέα παμφανόωντα· σάκος δʼ ἀνεδέξατο πολλά. αὐτὰρ ὃ λὰξ προσβὰς ἐκ νεκροῦ χάλκεον ἔγχος ἐσπάσατʼ· οὐδʼ ἄρʼ ἔτʼ ἄλλα δυνήσατο τεύχεα καλὰ ὤμοιιν ἀφελέσθαι· ἐπείγετο γὰρ βελέεσσι. δεῖσε δʼ ὅ γʼ ἀμφίβασιν κρατερὴν Τρώων ἀγερώχων, οἳ πολλοί τε καὶ ἐσθλοὶ ἐφέστασαν ἔγχεʼ ἔχοντες, οἵ ἑ μέγαν περ ἐόντα καὶ ἴφθιμον καὶ ἀγαυὸν ὦσαν ἀπὸ σφείων· ὃ δὲ χασσάμενος πελεμίχθη. ὣς οἳ μὲν πονέοντο κατὰ κρατερὴν ὑσμίνην· Τληπόλεμον δʼ Ἡρακλεΐδην ἠΰν τε μέγαν τε ὦρσεν ἐπʼ ἀντιθέῳ Σαρπηδόνι μοῖρα κραταιή. οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες υἱός θʼ υἱωνός τε Διὸς νεφεληγερέταο, τὸν καὶ Τληπόλεμος πρότερος πρὸς μῦθον ἔειπε· Σαρπῆδον Λυκίων βουληφόρε, τίς τοι ἀνάγκη πτώσσειν ἐνθάδʼ ἐόντι μάχης ἀδαήμονι φωτί; ψευδόμενοι δέ σέ φασι Διὸς γόνον αἰγιόχοιο εἶναι, ἐπεὶ πολλὸν κείνων ἐπιδεύεαι ἀνδρῶν οἳ Διὸς ἐξεγένοντο ἐπὶ προτέρων ἀνθρώπων· ἀλλʼ οἷόν τινά φασι βίην Ἡρακληείην εἶναι, ἐμὸν πατέρα θρασυμέμνονα θυμολέοντα· ὅς ποτε δεῦρʼ ἐλθὼν ἕνεχʼ ἵππων Λαομέδοντος ἓξ οἴῃς σὺν νηυσὶ καὶ ἀνδράσι παυροτέροισιν Ἰλίου ἐξαλάπαξε πόλιν, χήρωσε δʼ ἀγυιάς· σοὶ δὲ κακὸς μὲν θυμός, ἀποφθινύθουσι δὲ λαοί. οὐδέ τί σε Τρώεσσιν ὀΐομαι ἄλκαρ ἔσεσθαι ἐλθόντʼ ἐκ Λυκίης, οὐδʼ εἰ μάλα καρτερός ἐσσι, ἀλλʼ ὑπʼ ἐμοὶ δμηθέντα πύλας Ἀΐδαο περήσειν. τὸν δʼ αὖ Σαρπηδὼν Λυκίων ἀγὸς ἀντίον ηὔδα· Τληπόλεμʼ ἤτοι κεῖνος ἀπώλεσεν Ἴλιον ἱρὴν ἀνέρος ἀφραδίῃσιν ἀγαυοῦ Λαομέδοντος, ὅς ῥά μιν εὖ ἕρξαντα κακῷ ἠνίπαπε μύθῳ, οὐδʼ ἀπέδωχʼ ἵππους, ὧν εἵνεκα τηλόθεν ἦλθε. σοὶ δʼ ἐγὼ ἐνθάδε φημὶ φόνον καὶ κῆρα μέλαιναν ἐξ ἐμέθεν τεύξεσθαι, ἐμῷ δʼ ὑπὸ δουρὶ δαμέντα εὖχος ἐμοὶ δώσειν, ψυχὴν δʼ Ἄϊδι κλυτοπώλῳ. ὣς φάτο Σαρπηδών, ὃ δʼ ἀνέσχετο μείλινον ἔγχος Τληπόλεμος· καὶ τῶν μὲν ἁμαρτῇ δούρατα μακρὰ ἐκ χειρῶν ἤϊξαν· ὃ μὲν βάλεν αὐχένα μέσσον Σαρπηδών, αἰχμὴ δὲ διαμπερὲς ἦλθʼ ἀλεγεινή· τὸν δὲ κατʼ ὀφθαλμῶν ἐρεβεννὴ νὺξ ἐκάλυψε. Τληπόλεμος δʼ ἄρα μηρὸν ἀριστερὸν ἔγχεϊ μακρῷ βεβλήκειν, αἰχμὴ δὲ διέσσυτο μαιμώωσα ὀστέω ἐγχριμφθεῖσα, πατὴρ δʼ ἔτι λοιγὸν ἄμυνεν. οἳ μὲν ἄρʼ ἀντίθεον Σαρπηδόνα δῖοι ἑταῖροι ἐξέφερον πολέμοιο· βάρυνε δέ μιν δόρυ μακρὸν ἑλκόμενον· τὸ μὲν οὔ τις ἐπεφράσατʼ οὐδὲ νόησε μηροῦ ἐξερύσαι δόρυ μείλινον ὄφρʼ ἐπιβαίη σπευδόντων· τοῖον γὰρ ἔχον πόνον ἀμφιέποντες. Τληπόλεμον δʼ ἑτέρωθεν ἐϋκνήμιδες Ἀχαιοὶ ἐξέφερον πολέμοιο· νόησε δὲ δῖος Ὀδυσσεὺς τλήμονα θυμὸν ἔχων, μαίμησε δέ οἱ φίλον ἦτορ· μερμήριξε δʼ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν ἢ προτέρω Διὸς υἱὸν ἐριγδούποιο διώκοι, ἦ ὅ γε τῶν πλεόνων Λυκίων ἀπὸ θυμὸν ἕλοιτο. οὐδʼ ἄρʼ Ὀδυσσῆϊ μεγαλήτορι μόρσιμον ἦεν ἴφθιμον Διὸς υἱὸν ἀποκτάμεν ὀξέϊ χαλκῷ· τώ ῥα κατὰ πληθὺν Λυκίων τράπε θυμὸν Ἀθήνη. ἔνθʼ ὅ γε Κοίρανον εἷλεν Ἀλάστορά τε Χρομίον τε Ἄλκανδρόν θʼ Ἅλιόν τε Νοήμονά τε Πρύτανίν τε. καί νύ κʼ ἔτι πλέονας Λυκίων κτάνε δῖος Ὀδυσσεὺς εἰ μὴ ἄρʼ ὀξὺ νόησε μέγας κορυθαίολος Ἕκτωρ· βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ δεῖμα φέρων Δαναοῖσι· χάρη δʼ ἄρα οἱ προσιόντι Σαρπηδὼν Διὸς υἱός, ἔπος δʼ ὀλοφυδνὸν ἔειπε· Πριαμίδη, μὴ δή με ἕλωρ Δαναοῖσιν ἐάσῃς κεῖσθαι, ἀλλʼ ἐπάμυνον· ἔπειτά με καὶ λίποι αἰὼν ἐν πόλει ὑμετέρῃ, ἐπεὶ οὐκ ἄρʼ ἔμελλον ἔγωγε νοστήσας οἶκον δὲ φίλην ἐς πατρίδα γαῖαν εὐφρανέειν ἄλοχόν τε φίλην καὶ νήπιον υἱόν. ὣς φάτο, τὸν δʼ οὔ τι προσέφη κορυθαίολος Ἕκτωρ, ἀλλὰ παρήϊξεν λελιημένος ὄφρα τάχιστα ὤσαιτʼ Ἀργείους, πολέων δʼ ἀπὸ θυμὸν ἕλοιτο. οἳ μὲν ἄρʼ ἀντίθεον Σαρπηδόνα δῖοι ἑταῖροι εἷσαν ὑπʼ αἰγιόχοιο Διὸς περικαλλέϊ φηγῷ· ἐκ δʼ ἄρα οἱ μηροῦ δόρυ μείλινον ὦσε θύραζε ἴφθιμος Πελάγων, ὅς οἱ φίλος ἦεν ἑταῖρος. τὸν δʼ ἔλιπε ψυχή, κατὰ δʼ ὀφθαλμῶν κέχυτʼ ἀχλύς· αὖτις δʼ ἐμπνύνθη, περὶ δὲ πνοιὴ Βορέαο ζώγρει ἐπιπνείουσα κακῶς κεκαφηότα θυμόν. Ἀργεῖοι δʼ ὑπʼ Ἄρηϊ καὶ Ἕκτορι χαλκοκορυστῇ οὔτε ποτὲ προτρέποντο μελαινάων ἐπὶ νηῶν οὔτε ποτʼ ἀντεφέροντο μάχῃ, ἀλλʼ αἰὲν ὀπίσσω χάζονθʼ, ὡς ἐπύθοντο μετὰ Τρώεσσιν Ἄρηα. ἔνθα τίνα πρῶτον τίνα δʼ ὕστατον ἐξενάριξαν Ἕκτωρ τε Πριάμοιο πάϊς καὶ χάλκεος Ἄρης; ἀντίθεον Τεύθραντʼ, ἐπὶ δὲ πλήξιππον Ὀρέστην, Τρῆχόν τʼ αἰχμητὴν Αἰτώλιον Οἰνόμαόν τε, Οἰνοπίδην θʼ Ἕλενον καὶ Ὀρέσβιον αἰολομίτρην, ὅς ῥʼ ἐν Ὕλῃ ναίεσκε μέγα πλούτοιο μεμηλώς, λίμνῃ κεκλιμένος Κηφισίδι· πὰρ δέ οἱ ἄλλοι ναῖον Βοιωτοὶ μάλα πίονα δῆμον ἔχοντες. τοὺς δʼ ὡς οὖν ἐνόησε θεὰ λευκώλενος Ἥρη Ἀργείους ὀλέκοντας ἐνὶ κρατερῇ ὑσμίνῃ, αὐτίκʼ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα· ὢ πόποι αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη, ἦ ῥʼ ἅλιον τὸν μῦθον ὑπέστημεν Μενελάῳ Ἴλιον ἐκπέρσαντʼ εὐτείχεον ἀπονέεσθαι, εἰ οὕτω μαίνεσθαι ἐάσομεν οὖλον Ἄρηα. ἀλλʼ ἄγε δὴ καὶ νῶϊ μεδώμεθα θούριδος ἀλκῆς. ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ γλαυκῶπις Ἀθήνη. ἣ μὲν ἐποιχομένη χρυσάμπυκας ἔντυεν ἵππους Ἥρη πρέσβα θεὰ θυγάτηρ μεγάλοιο Κρόνοιο· Ἥβη δʼ ἀμφʼ ὀχέεσσι θοῶς βάλε καμπύλα κύκλα χάλκεα ὀκτάκνημα σιδηρέῳ ἄξονι ἀμφίς. τῶν ἤτοι χρυσέη ἴτυς ἄφθιτος, αὐτὰρ ὕπερθε χάλκεʼ ἐπίσσωτρα προσαρηρότα, θαῦμα ἰδέσθαι· πλῆμναι δʼ ἀργύρου εἰσὶ περίδρομοι ἀμφοτέρωθεν· δίφρος δὲ χρυσέοισι καὶ ἀργυρέοισιν ἱμᾶσιν ἐντέταται, δοιαὶ δὲ περίδρομοι ἄντυγές εἰσι. τοῦ δʼ ἐξ ἀργύρεος ῥυμὸς πέλεν· αὐτὰρ ἐπʼ ἄκρῳ δῆσε χρύσειον καλὸν ζυγόν, ἐν δὲ λέπαδνα κάλʼ ἔβαλε χρύσειʼ· ὑπὸ δὲ ζυγὸν ἤγαγεν Ἥρη ἵππους ὠκύποδας, μεμαυῖʼ ἔριδος καὶ ἀϋτῆς. αὐτὰρ Ἀθηναίη κούρη Διὸς αἰγιόχοιο πέπλον μὲν κατέχευεν ἑανὸν πατρὸς ἐπʼ οὔδει ποικίλον, ὅν ῥʼ αὐτὴ ποιήσατο καὶ κάμε χερσίν· ἣ δὲ χιτῶνʼ ἐνδῦσα Διὸς νεφεληγερέταο τεύχεσιν ἐς πόλεμον θωρήσσετο δακρυόεντα. ἀμφὶ δʼ ἄρʼ ὤμοισιν βάλετʼ αἰγίδα θυσσανόεσσαν δεινήν, ἣν περὶ μὲν πάντῃ Φόβος ἐστεφάνωται, ἐν δʼ Ἔρις, ἐν δʼ Ἀλκή, ἐν δὲ κρυόεσσα Ἰωκή, ἐν δέ τε Γοργείη κεφαλὴ δεινοῖο πελώρου δεινή τε σμερδνή τε, Διὸς τέρας αἰγιόχοιο. κρατὶ δʼ ἐπʼ ἀμφίφαλον κυνέην θέτο τετραφάληρον χρυσείην, ἑκατὸν πολίων πρυλέεσσʼ ἀραρυῖαν· ἐς δʼ ὄχεα φλόγεα ποσὶ βήσετο, λάζετο δʼ ἔγχος βριθὺ μέγα στιβαρόν, τῷ δάμνησι στίχας ἀνδρῶν ἡρώων, οἷσίν τε κοτέσσεται ὀβριμοπάτρη. Ἥρη δὲ μάστιγι θοῶς ἐπεμαίετʼ ἄρʼ ἵππους· αὐτόμαται δὲ πύλαι μύκον οὐρανοῦ ἃς ἔχον Ὧραι, τῇς ἐπιτέτραπται μέγας οὐρανὸς Οὔλυμπός τε ἠμὲν ἀνακλῖναι πυκινὸν νέφος ἠδʼ ἐπιθεῖναι. τῇ ῥα διʼ αὐτάων κεντρηνεκέας ἔχον ἵππους· εὗρον δὲ Κρονίωνα θεῶν ἄτερ ἥμενον ἄλλων ἀκροτάτῃ κορυφῇ πολυδειράδος Οὐλύμποιο. ἔνθʼ ἵππους στήσασα θεὰ λευκώλενος Ἥρη Ζῆνʼ ὕπατον Κρονίδην ἐξείρετο καὶ προσέειπε· Ζεῦ πάτερ οὐ νεμεσίζῃ Ἄρῃ τάδε καρτερὰ ἔργα ὁσσάτιόν τε καὶ οἷον ἀπώλεσε λαὸν Ἀχαιῶν μὰψ ἀτὰρ οὐ κατὰ κόσμον ἐμοὶ δʼ ἄχος, οἳ δὲ ἕκηλοι τέρπονται Κύπρίς τε καὶ ἀργυρότοξος Ἀπόλλων ἄφρονα τοῦτον ἀνέντες, ὃς οὔ τινα οἶδε θέμιστα; Ζεῦ πάτερ ἦ ῥά τί μοι κεχολώσεαι, αἴ κεν Ἄρηα λυγρῶς πεπληγυῖα μάχης ἐξαποδίωμαι; τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς· ἄγρει μάν οἱ ἔπορσον Ἀθηναίην ἀγελείην, ἥ ἑ μάλιστʼ εἴωθε κακῇς ὀδύνῃσι πελάζειν. ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ λευκώλενος Ἥρη, μάστιξεν δʼ ἵππους· τὼ δʼ οὐκ ἀέκοντε πετέσθην μεσσηγὺς γαίης τε καὶ οὐρανοῦ ἀστερόεντος. ὅσσον δʼ ἠεροειδὲς ἀνὴρ ἴδεν ὀφθαλμοῖσιν ἥμενος ἐν σκοπιῇ, λεύσσων ἐπὶ οἴνοπα πόντον, τόσσον ἐπιθρῴσκουσι θεῶν ὑψηχέες ἵπποι. ἀλλʼ ὅτε δὴ Τροίην ἷξον ποταμώ τε ῥέοντε, ἧχι ῥοὰς Σιμόεις συμβάλλετον ἠδὲ Σκάμανδρος, ἔνθʼ ἵππους ἔστησε θεὰ λευκώλενος Ἥρη λύσασʼ ἐξ ὀχέων, περὶ δʼ ἠέρα πουλὺν ἔχευε· τοῖσιν δʼ ἀμβροσίην Σιμόεις ἀνέτειλε νέμεσθαι. αἳ δὲ βάτην τρήρωσι πελειάσιν ἴθμαθʼ ὁμοῖαι ἀνδράσιν Ἀργείοισιν ἀλεξέμεναι μεμαυῖαι· ἀλλʼ ὅτε δή ῥʼ ἵκανον ὅθι πλεῖστοι καὶ ἄριστοι ἕστασαν ἀμφὶ βίην Διομήδεος ἱπποδάμοιο εἰλόμενοι λείουσιν ἐοικότες ὠμοφάγοισιν ἢ συσὶ κάπροισιν, τῶν τε σθένος οὐκ ἀλαπαδνόν, ἔνθα στᾶσʼ ἤϋσε θεὰ λευκώλενος Ἥρη Στέντορι εἰσαμένη μεγαλήτορι χαλκεοφώνῳ, ὃς τόσον αὐδήσασχʼ ὅσον ἄλλοι πεντήκοντα· αἰδὼς Ἀργεῖοι κάκʼ ἐλέγχεα εἶδος ἀγητοί· ὄφρα μὲν ἐς πόλεμον πωλέσκετο δῖος Ἀχιλλεύς, οὐδέ ποτε Τρῶες πρὸ πυλάων Δαρδανιάων οἴχνεσκον· κείνου γὰρ ἐδείδισαν ὄβριμον ἔγχος· νῦν δὲ ἑκὰς πόλιος κοίλῃς ἐπὶ νηυσὶ μάχονται. ὣς εἰποῦσʼ ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου. Τυδεΐδῃ δʼ ἐπόρουσε θεὰ γλαυκῶπις Ἀθήνη· εὗρε δὲ τόν γε ἄνακτα παρʼ ἵπποισιν καὶ ὄχεσφιν ἕλκος ἀναψύχοντα τό μιν βάλε Πάνδαρος ἰῷ. ἱδρὼς γάρ μιν ἔτειρεν ὑπὸ πλατέος τελαμῶνος ἀσπίδος εὐκύκλου· τῷ τείρετο, κάμνε δὲ χεῖρα, ἂν δʼ ἴσχων τελαμῶνα κελαινεφὲς αἷμʼ ἀπομόργνυ. ἱππείου δὲ θεὰ ζυγοῦ ἥψατο φώνησέν τε· ἦ ὀλίγον οἷ παῖδα ἐοικότα γείνατο Τυδεύς. Τυδεύς τοι μικρὸς μὲν ἔην δέμας, ἀλλὰ μαχητής· καί ῥʼ ὅτε πέρ μιν ἐγὼ πολεμίζειν οὐκ εἴασκον οὐδʼ ἐκπαιφάσσειν, ὅτε τʼ ἤλυθε νόσφιν Ἀχαιῶν ἄγγελος ἐς Θήβας πολέας μετὰ Καδμείωνας· δαίνυσθαί μιν ἄνωγον ἐνὶ μεγάροισιν ἕκηλον· αὐτὰρ ὃ θυμὸν ἔχων ὃν καρτερὸν ὡς τὸ πάρος περ κούρους Καδμείων προκαλίζετο, πάντα δʼ ἐνίκα ῥηϊδίως· τοίη οἱ ἐγὼν ἐπιτάρροθος ἦα. σοὶ δʼ ἤτοι μὲν ἐγὼ παρά θʼ ἵσταμαι ἠδὲ φυλάσσω, καί σε προφρονέως κέλομαι Τρώεσσι μάχεσθαι· ἀλλά σευ ἢ κάματος πολυᾶϊξ γυῖα δέδυκεν ἤ νύ σέ που δέος ἴσχει ἀκήριον· οὐ σύ γʼ ἔπειτα Τυδέος ἔκγονός ἐσσι δαΐφρονος Οἰνεΐδαο. τὴν δʼ ἀπαμειβόμενος προσέφη κρατερὸς Διομήδης· γιγνώσκω σε θεὰ θύγατερ Διὸς αἰγιόχοιο· τώ τοι προφρονέως ἐρέω ἔπος οὐδʼ ἐπικεύσω. οὔτέ τί με δέος ἴσχει ἀκήριον οὔτέ τις ὄκνος, ἀλλʼ ἔτι σέων μέμνημαι ἐφετμέων ἃς ἐπέτειλας· οὔ μʼ εἴας μακάρεσσι θεοῖς ἀντικρὺ μάχεσθαι τοῖς ἄλλοις· ἀτὰρ εἴ κε Διὸς θυγάτηρ Ἀφροδίτη ἔλθῃσʼ ἐς πόλεμον, τήν γʼ οὐτάμεν ὀξέϊ χαλκῷ. τοὔνεκα νῦν αὐτός τʼ ἀναχάζομαι ἠδὲ καὶ ἄλλους Ἀργείους ἐκέλευσα ἀλήμεναι ἐνθάδε πάντας· γιγνώσκω γὰρ Ἄρηα μάχην ἀνὰ κοιρανέοντα. τὸν δʼ ἠμείβετʼ ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη· Τυδεΐδη Διόμηδες ἐμῷ κεχαρισμένε θυμῷ μήτε σύ γʼ Ἄρηα τό γε δείδιθι μήτε τινʼ ἄλλον ἀθανάτων, τοίη τοι ἐγὼν ἐπιτάρροθός εἰμι· ἀλλʼ ἄγʼ ἐπʼ Ἄρηϊ πρώτῳ ἔχε μώνυχας ἵππους, τύψον δὲ σχεδίην μηδʼ ἅζεο θοῦρον Ἄρηα τοῦτον μαινόμενον, τυκτὸν κακόν, ἀλλοπρόσαλλον, ὃς πρῴην μὲν ἐμοί τε καὶ Ἥρῃ στεῦτʼ ἀγορεύων Τρωσὶ μαχήσεσθαι, ἀτὰρ Ἀργείοισιν ἀρήξειν, νῦν δὲ μετὰ Τρώεσσιν ὁμιλεῖ, τῶν δὲ λέλασται. ὣς φαμένη Σθένελον μὲν ἀφʼ ἵππων ὦσε χαμᾶζε, χειρὶ πάλιν ἐρύσασʼ, ὃ δʼ ἄρʼ ἐμμαπέως ἀπόρουσεν· ἣ δʼ ἐς δίφρον ἔβαινε παραὶ Διομήδεα δῖον ἐμμεμαυῖα θεά· μέγα δʼ ἔβραχε φήγινος ἄξων βριθοσύνῃ· δεινὴν γὰρ ἄγεν θεὸν ἄνδρά τʼ ἄριστον. λάζετο δὲ μάστιγα καὶ ἡνία Παλλὰς Ἀθήνη· αὐτίκʼ ἐπʼ Ἄρηϊ πρώτῳ ἔχε μώνυχας ἵππους. ἤτοι ὃ μὲν Περίφαντα πελώριον ἐξενάριζεν Αἰτωλῶν ὄχʼ ἄριστον Ὀχησίου ἀγλαὸν υἱόν· τὸν μὲν Ἄρης ἐνάριζε μιαιφόνος· αὐτὰρ Ἀθήνη δῦνʼ Ἄϊδος κυνέην, μή μιν ἴδοι ὄβριμος Ἄρης. ὡς δὲ ἴδε βροτολοιγὸς Ἄρης Διομήδεα δῖον, ἤτοι ὃ μὲν Περίφαντα πελώριον αὐτόθʼ ἔασε κεῖσθαι ὅθι πρῶτον κτείνων ἐξαίνυτο θυμόν, αὐτὰρ ὃ βῆ ῥʼ ἰθὺς Διομήδεος ἱπποδάμοιο. οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες, πρόσθεν Ἄρης ὠρέξαθʼ ὑπὲρ ζυγὸν ἡνία θʼ ἵππων ἔγχεϊ χαλκείῳ μεμαὼς ἀπὸ θυμὸν ἑλέσθαι· καὶ τό γε χειρὶ λαβοῦσα θεὰ γλαυκῶπις Ἀθήνη ὦσεν ὑπὲκ δίφροιο ἐτώσιον ἀϊχθῆναι. δεύτερος αὖθʼ ὡρμᾶτο βοὴν ἀγαθὸς Διομήδης ἔγχεϊ χαλκείῳ· ἐπέρεισε δὲ Παλλὰς Ἀθήνη νείατον ἐς κενεῶνα ὅθι ζωννύσκετο μίτρῃ· τῇ ῥά μιν οὖτα τυχών, διὰ δὲ χρόα καλὸν ἔδαψεν, ἐκ δὲ δόρυ σπάσεν αὖτις· ὃ δʼ ἔβραχε χάλκεος Ἄρης ὅσσόν τʼ ἐννεάχιλοι ἐπίαχον ἢ δεκάχιλοι ἀνέρες ἐν πολέμῳ ἔριδα ξυνάγοντες Ἄρηος. τοὺς δʼ ἄρʼ ὑπὸ τρόμος εἷλεν Ἀχαιούς τε Τρῶάς τε δείσαντας· τόσον ἔβραχʼ Ἄρης ἆτος πολέμοιο. οἵη δʼ ἐκ νεφέων ἐρεβεννὴ φαίνεται ἀὴρ καύματος ἐξ ἀνέμοιο δυσαέος ὀρνυμένοιο, τοῖος Τυδεΐδῃ Διομήδεϊ χάλκεος Ἄρης φαίνεθʼ ὁμοῦ νεφέεσσιν ἰὼν εἰς οὐρανὸν εὐρύν. καρπαλίμως δʼ ἵκανε θεῶν ἕδος αἰπὺν Ὄλυμπον, πὰρ δὲ Διὶ Κρονίωνι καθέζετο θυμὸν ἀχεύων, δεῖξεν δʼ ἄμβροτον αἷμα καταρρέον ἐξ ὠτειλῆς, καί ῥʼ ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα· Ζεῦ πάτερ οὐ νεμεσίζῃ ὁρῶν τάδε καρτερὰ ἔργα; αἰεί τοι ῥίγιστα θεοὶ τετληότες εἰμὲν ἀλλήλων ἰότητι, χάριν ἄνδρεσσι φέροντες. σοὶ πάντες μαχόμεσθα· σὺ γὰρ τέκες ἄφρονα κούρην οὐλομένην, ᾗ τʼ αἰὲν ἀήσυλα ἔργα μέμηλεν. ἄλλοι μὲν γὰρ πάντες ὅσοι θεοί εἰσʼ ἐν Ὀλύμπῳ σοί τʼ ἐπιπείθονται καὶ δεδμήμεσθα ἕκαστος· ταύτην δʼ οὔτʼ ἔπεϊ προτιβάλλεαι οὔτέ τι ἔργῳ, ἀλλʼ ἀνιεῖς, ἐπεὶ αὐτὸς ἐγείναο παῖδʼ ἀΐδηλον· ἣ νῦν Τυδέος υἱὸν ὑπερφίαλον Διομήδεα μαργαίνειν ἀνέηκεν ἐπʼ ἀθανάτοισι θεοῖσι. Κύπριδα μὲν πρῶτον σχεδὸν οὔτασε χεῖρʼ ἐπὶ καρπῷ, αὐτὰρ ἔπειτʼ αὐτῷ μοι ἐπέσσυτο δαίμονι ἶσος· ἀλλά μʼ ὑπήνεικαν ταχέες πόδες· ἦ τέ κε δηρὸν αὐτοῦ πήματʼ ἔπασχον ἐν αἰνῇσιν νεκάδεσσιν, ἤ κε ζὼς ἀμενηνὸς ἔα χαλκοῖο τυπῇσι. τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη νεφεληγερέτα Ζεύς. μή τί μοι ἀλλοπρόσαλλε παρεζόμενος μινύριζε. ἔχθιστος δέ μοί ἐσσι θεῶν οἳ Ὄλυμπον ἔχουσιν· αἰεὶ γάρ τοι ἔρις τε φίλη πόλεμοί τε μάχαι τε. μητρός τοι μένος ἐστὶν ἀάσχετον οὐκ ἐπιεικτὸν Ἥρης· τὴν μὲν ἐγὼ σπουδῇ δάμνημʼ ἐπέεσσι· τώ σʼ ὀΐω κείνης τάδε πάσχειν ἐννεσίῃσιν. ἀλλʼ οὐ μάν σʼ ἔτι δηρὸν ἀνέξομαι ἄλγεʼ ἔχοντα· ἐκ γὰρ ἐμεῦ γένος ἐσσί, ἐμοὶ δέ σε γείνατο μήτηρ· εἰ δέ τευ ἐξ ἄλλου γε θεῶν γένευ ὧδʼ ἀΐδηλος καί κεν δὴ πάλαι ἦσθα ἐνέρτερος Οὐρανιώνων. ὣς φάτο, καὶ Παιήονʼ ἀνώγειν ἰήσασθαι. τῷ δʼ ἐπὶ Παιήων ὀδυνήφατα φάρμακα πάσσων ἠκέσατʼ· οὐ μὲν γάρ τι καταθνητός γʼ ἐτέτυκτο. ὡς δʼ ὅτʼ ὀπὸς γάλα λευκὸν ἐπειγόμενος συνέπηξεν ὑγρὸν ἐόν, μάλα δʼ ὦκα περιτρέφεται κυκόωντι, ὣς ἄρα καρπαλίμως ἰήσατο θοῦρον Ἄρηα. τὸν δʼ Ἥβη λοῦσεν, χαρίεντα δὲ εἵματα ἕσσε· πὰρ δὲ Διὶ Κρονίωνι καθέζετο κύδεϊ γαίων. αἳ δʼ αὖτις πρὸς δῶμα Διὸς μεγάλοιο νέοντο Ἥρη τʼ Ἀργείη καὶ Ἀλαλκομενηῒς Ἀθήνη παύσασαι βροτολοιγὸν Ἄρηʼ ἀνδροκτασιάων. Τρώων δʼ οἰώθη καὶ Ἀχαιῶν φύλοπις αἰνή· πολλὰ δʼ ἄρʼ ἔνθα καὶ ἔνθʼ ἴθυσε μάχη πεδίοιο ἀλλήλων ἰθυνομένων χαλκήρεα δοῦρα μεσσηγὺς Σιμόεντος ἰδὲ Ξάνθοιο ῥοάων. Αἴας δὲ πρῶτος Τελαμώνιος ἕρκος Ἀχαιῶν Τρώων ῥῆξε φάλαγγα, φόως δʼ ἑτάροισιν ἔθηκεν, ἄνδρα βαλὼν ὃς ἄριστος ἐνὶ Θρῄκεσσι τέτυκτο υἱὸν Ἐϋσσώρου Ἀκάμαντʼ ἠΰν τε μέγαν τε. τόν ῥʼ ἔβαλε πρῶτος κόρυθος φάλον ἱπποδασείης, ἐν δὲ μετώπῳ πῆξε, πέρησε δʼ ἄρʼ ὀστέον εἴσω αἰχμὴ χαλκείη· τὸν δὲ σκότος ὄσσε κάλυψεν. Ἄξυλον δʼ ἄρʼ ἔπεφνε βοὴν ἀγαθὸς Διομήδης Τευθρανίδην, ὃς ἔναιεν ἐϋκτιμένῃ ἐν Ἀρίσβῃ ἀφνειὸς βιότοιο, φίλος δʼ ἦν ἀνθρώποισι. πάντας γὰρ φιλέεσκεν ὁδῷ ἔπι οἰκία ναίων. ἀλλά οἱ οὔ τις τῶν γε τότʼ ἤρκεσε λυγρὸν ὄλεθρον πρόσθεν ὑπαντιάσας, ἀλλʼ ἄμφω θυμὸν ἀπηύρα αὐτὸν καὶ θεράποντα Καλήσιον, ὅς ῥα τόθʼ ἵππων ἔσκεν ὑφηνίοχος· τὼ δʼ ἄμφω γαῖαν ἐδύτην. Δρῆσον δʼ Εὐρύαλος καὶ Ὀφέλτιον ἐξενάριξε· βῆ δὲ μετʼ Αἴσηπον καὶ Πήδασον, οὕς ποτε νύμφη νηῒς Ἀβαρβαρέη τέκʼ ἀμύμονι Βουκολίωνι. Βουκολίων δʼ ἦν υἱὸς ἀγαυοῦ Λαομέδοντος πρεσβύτατος γενεῇ, σκότιον δέ ἑ γείνατο μήτηρ· ποιμαίνων δʼ ἐπʼ ὄεσσι μίγη φιλότητι καὶ εὐνῇ, ἣ δʼ ὑποκυσαμένη διδυμάονε γείνατο παῖδε. καὶ μὲν τῶν ὑπέλυσε μένος καὶ φαίδιμα γυῖα Μηκιστηϊάδης καὶ ἀπʼ ὤμων τεύχεʼ ἐσύλα. Ἀστύαλον δʼ ἄρʼ ἔπεφνε μενεπτόλεμος Πολυποίτης· Πιδύτην δʼ Ὀδυσεὺς Περκώσιον ἐξενάριξεν ἔγχεϊ χαλκείῳ, Τεῦκρος δʼ Ἀρετάονα δῖον. Ἀντίλοχος δʼ Ἄβληρον ἐνήρατο δουρὶ φαεινῷ Νεστορίδης, Ἔλατον δὲ ἄναξ ἀνδρῶν Ἀγαμέμνων· ναῖε δὲ Σατνιόεντος ἐϋρρείταο παρʼ ὄχθας Πήδασον αἰπεινήν. Φύλακον δʼ ἕλε Λήϊτος ἥρως φεύγοντʼ· Εὐρύπυλος δὲ Μελάνθιον ἐξενάριξεν. Ἄδρηστον δʼ ἄρʼ ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος ζωὸν ἕλʼ· ἵππω γάρ οἱ ἀτυζομένω πεδίοιο ὄζῳ ἔνι βλαφθέντε μυρικίνῳ ἀγκύλον ἅρμα ἄξαντʼ ἐν πρώτῳ ῥυμῷ αὐτὼ μὲν ἐβήτην πρὸς πόλιν, ᾗ περ οἱ ἄλλοι ἀτυζόμενοι φοβέοντο, αὐτὸς δʼ ἐκ δίφροιο παρὰ τροχὸν ἐξεκυλίσθη πρηνὴς ἐν κονίῃσιν ἐπὶ στόμα· πὰρ δέ οἱ ἔστη Ἀτρεΐδης Μενέλαος ἔχων δολιχόσκιον ἔγχος. Ἄδρηστος δʼ ἄρʼ ἔπειτα λαβὼν ἐλίσσετο γούνων· ζώγρει Ἀτρέος υἱέ, σὺ δʼ ἄξια δέξαι ἄποινα· πολλὰ δʼ ἐν ἀφνειοῦ πατρὸς κειμήλια κεῖται χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος, τῶν κέν τοι χαρίσαιτο πατὴρ ἀπερείσιʼ ἄποινα εἴ κεν ἐμὲ ζωὸν πεπύθοιτʼ ἐπὶ νηυσὶν Ἀχαιῶν. ὣς φάτο, τῷ δʼ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ἔπειθε· καὶ δή μιν τάχʼ ἔμελλε θοὰς ἐπὶ νῆας Ἀχαιῶν δώσειν ᾧ θεράποντι καταξέμεν· ἀλλʼ Ἀγαμέμνων ἀντίος ἦλθε θέων, καὶ ὁμοκλήσας ἔπος ηὔδα· ὦ πέπον ὦ Μενέλαε, τί ἢ δὲ σὺ κήδεαι οὕτως ἀνδρῶν; ἦ σοὶ ἄριστα πεποίηται κατὰ οἶκον πρὸς Τρώων; τῶν μή τις ὑπεκφύγοι αἰπὺν ὄλεθρον χεῖράς θʼ ἡμετέρας, μηδʼ ὅν τινα γαστέρι μήτηρ κοῦρον ἐόντα φέροι, μηδʼ ὃς φύγοι, ἀλλʼ ἅμα πάντες Ἰλίου ἐξαπολοίατʼ ἀκήδεστοι καὶ ἄφαντοι. ὣς εἰπὼν ἔτρεψεν ἀδελφειοῦ φρένας ἥρως αἴσιμα παρειπών· ὃ δʼ ἀπὸ ἕθεν ὤσατο χειρὶ ἥρωʼ Ἄδρηστον· τὸν δὲ κρείων Ἀγαμέμνων οὖτα κατὰ λαπάρην· ὃ δʼ ἀνετράπετʼ, Ἀτρεΐδης δὲ λὰξ ἐν στήθεσι βὰς ἐξέσπασε μείλινον ἔγχος. Νέστωρ δʼ Ἀργείοισιν ἐκέκλετο μακρὸν ἀΰσας· ὦ φίλοι ἥρωες Δαναοὶ θεράποντες Ἄρηος μή τις νῦν ἐνάρων ἐπιβαλλόμενος μετόπισθε μιμνέτω ὥς κε πλεῖστα φέρων ἐπὶ νῆας ἵκηται, ἀλλʼ ἄνδρας κτείνωμεν· ἔπειτα δὲ καὶ τὰ ἕκηλοι νεκροὺς ἂμ πεδίον συλήσετε τεθνηῶτας. ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου. ἔνθά κεν αὖτε Τρῶες ἀρηϊφίλων ὑπʼ Ἀχαιῶν Ἴλιον εἰσανέβησαν ἀναλκείῃσι δαμέντες, εἰ μὴ ἄρʼ Αἰνείᾳ τε καὶ Ἕκτορι εἶπε παραστὰς Πριαμίδης Ἕλενος οἰωνοπόλων ὄχʼ ἄριστος· Αἰνεία τε καὶ Ἕκτορ, ἐπεὶ πόνος ὔμμι μάλιστα Τρώων καὶ Λυκίων ἐγκέκλιται, οὕνεκʼ ἄριστοι πᾶσαν ἐπʼ ἰθύν ἐστε μάχεσθαί τε φρονέειν τε, στῆτʼ αὐτοῦ, καὶ λαὸν ἐρυκάκετε πρὸ πυλάων πάντῃ ἐποιχόμενοι πρὶν αὖτʼ ἐν χερσὶ γυναικῶν φεύγοντας πεσέειν, δηΐοισι δὲ χάρμα γενέσθαι. αὐτὰρ ἐπεί κε φάλαγγας ἐποτρύνητον ἁπάσας, ἡμεῖς μὲν Δαναοῖσι μαχησόμεθʼ αὖθι μένοντες, καὶ μάλα τειρόμενοί περ· ἀναγκαίη γὰρ ἐπείγει· Ἕκτορ ἀτὰρ σὺ πόλιν δὲ μετέρχεο, εἰπὲ δʼ ἔπειτα μητέρι σῇ καὶ ἐμῇ· ἣ δὲ ξυνάγουσα γεραιὰς νηὸν Ἀθηναίης γλαυκώπιδος ἐν πόλει ἄκρῃ οἴξασα κληῗδι θύρας ἱεροῖο δόμοιο πέπλον, ὅς οἱ δοκέει χαριέστατος ἠδὲ μέγιστος εἶναι ἐνὶ μεγάρῳ καί οἱ πολὺ φίλτατος αὐτῇ, θεῖναι Ἀθηναίης ἐπὶ γούνασιν ἠϋκόμοιο, καί οἱ ὑποσχέσθαι δυοκαίδεκα βοῦς ἐνὶ νηῷ ἤνις ἠκέστας ἱερευσέμεν, αἴ κʼ ἐλεήσῃ ἄστύ τε καὶ Τρώων ἀλόχους καὶ νήπια τέκνα, ὥς κεν Τυδέος υἱὸν ἀπόσχῃ Ἰλίου ἱρῆς ἄγριον αἰχμητὴν κρατερὸν μήστωρα φόβοιο, ὃν δὴ ἐγὼ κάρτιστον Ἀχαιῶν φημι γενέσθαι. οὐδʼ Ἀχιλῆά ποθʼ ὧδέ γʼ ἐδείδιμεν ὄρχαμον ἀνδρῶν, ὅν πέρ φασι θεᾶς ἐξέμμεναι· ἀλλʼ ὅδε λίην μαίνεται, οὐδέ τίς οἱ δύναται μένος ἰσοφαρίζειν. ὣς ἔφαθʼ, Ἕκτωρ δʼ οὔ τι κασιγνήτῳ ἀπίθησεν. αὐτίκα δʼ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε, πάλλων δʼ ὀξέα δοῦρα κατὰ στρατὸν ᾤχετο πάντῃ ὀτρύνων μαχέσασθαι, ἔγειρε δὲ φύλοπιν αἰνήν. οἳ δʼ ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν· Ἀργεῖοι δʼ ὑπεχώρησαν, λῆξαν δὲ φόνοιο, φὰν δέ τινʼ ἀθανάτων ἐξ οὐρανοῦ ἀστερόεντος Τρωσὶν ἀλεξήσοντα κατελθέμεν, ὡς ἐλέλιχθεν. Ἕκτωρ δὲ Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας· Τρῶες ὑπέρθυμοι τηλεκλειτοί τʼ ἐπίκουροι ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς, ὄφρʼ ἂν ἐγὼ βείω προτὶ Ἴλιον, ἠδὲ γέρουσιν εἴπω βουλευτῇσι καὶ ἡμετέρῃς ἀλόχοισι δαίμοσιν ἀρήσασθαι, ὑποσχέσθαι δʼ ἑκατόμβας. ὣς ἄρα φωνήσας ἀπέβη κορυθαίολος Ἕκτωρ· ἀμφὶ δέ μιν σφυρὰ τύπτε καὶ αὐχένα δέρμα κελαινὸν ἄντυξ ἣ πυμάτη θέεν ἀσπίδος ὀμφαλοέσσης. Γλαῦκος δʼ Ἱππολόχοιο πάϊς καὶ Τυδέος υἱὸς ἐς μέσον ἀμφοτέρων συνίτην μεμαῶτε μάχεσθαι. οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντε, τὸν πρότερος προσέειπε βοὴν ἀγαθὸς Διομήδης· τίς δὲ σύ ἐσσι φέριστε καταθνητῶν ἀνθρώπων; οὐ μὲν γάρ ποτʼ ὄπωπα μάχῃ ἔνι κυδιανείρῃ τὸ πρίν· ἀτὰρ μὲν νῦν γε πολὺ προβέβηκας ἁπάντων σῷ θάρσει, ὅ τʼ ἐμὸν δολιχόσκιον ἔγχος ἔμεινας· δυστήνων δέ τε παῖδες ἐμῷ μένει ἀντιόωσιν. εἰ δέ τις ἀθανάτων γε κατʼ οὐρανοῦ εἰλήλουθας,