τόν ῥα κατὰ ζωστῆρα βάλεν Τελαμώνιος Αἴας, νειαίρῃ δʼ ἐν γαστρὶ πάγη δολιχόσκιον ἔγχος, δούπησεν δὲ πεσών· ὃ δʼ ἐπέδραμε φαίδιμος Αἴας τεύχεα συλήσων· Τρῶες δʼ ἐπὶ δούρατʼ ἔχευαν ὀξέα παμφανόωντα· σάκος δʼ ἀνεδέξατο πολλά. αὐτὰρ ὃ λὰξ προσβὰς ἐκ νεκροῦ χάλκεον ἔγχος ἐσπάσατʼ· οὐδʼ ἄρʼ ἔτʼ ἄλλα δυνήσατο τεύχεα καλὰ ὤμοιιν ἀφελέσθαι· ἐπείγετο γὰρ βελέεσσι. δεῖσε δʼ ὅ γʼ ἀμφίβασιν κρατερὴν Τρώων ἀγερώχων, οἳ πολλοί τε καὶ ἐσθλοὶ ἐφέστασαν ἔγχεʼ ἔχοντες, οἵ ἑ μέγαν περ ἐόντα καὶ ἴφθιμον καὶ ἀγαυὸν ὦσαν ἀπὸ σφείων· ὃ δὲ χασσάμενος πελεμίχθη. ὣς οἳ μὲν πονέοντο κατὰ κρατερὴν ὑσμίνην·