στῆ δὲ μάλʼ ἐγγὺς ἰών, καὶ ἀκόντισε δουρὶ φαεινῷ, καὶ βάλεν Ἄμφιον Σελάγου υἱόν, ὅς ῥʼ ἐνὶ Παισῷ ναῖε πολυκτήμων πολυλήϊος· ἀλλά ἑ μοῖρα ἦγʼ ἐπικουρήσοντα μετὰ Πρίαμόν τε καὶ υἷας. τόν ῥα κατὰ ζωστῆρα βάλεν Τελαμώνιος Αἴας, νειαίρῃ δʼ ἐν γαστρὶ πάγη δολιχόσκιον ἔγχος, δούπησεν δὲ πεσών· ὃ δʼ ἐπέδραμε φαίδιμος Αἴας τεύχεα συλήσων· Τρῶες δʼ ἐπὶ δούρατʼ ἔχευαν ὀξέα παμφανόωντα· σάκος δʼ ἀνεδέξατο πολλά. αὐτὰρ ὃ λὰξ προσβὰς ἐκ νεκροῦ χάλκεον ἔγχος ἐσπάσατʼ· οὐδʼ ἄρʼ ἔτʼ ἄλλα δυνήσατο τεύχεα καλὰ ὤμοιιν ἀφελέσθαι· ἐπείγετο γὰρ βελέεσσι.