<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="5"><q><l n="605">ἀλλὰ πρὸς Τρῶας τετραμμένοι αἰὲν ὀπίσσω</l><l n="606">εἴκετε, μηδὲ θεοῖς μενεαινέμεν ἶφι μάχεσθαι.</l></q><l n="607"><milestone ed="P" unit="para"/>ὣς ἄρʼ ἔφη, Τρῶες δὲ μάλα σχεδὸν ἤλυθον αὐτῶν.</l><l n="608">ἔνθʼ Ἕκτωρ δύο φῶτε κατέκτανεν εἰδότε χάρμης</l><l n="609">εἰν ἑνὶ δίφρῳ ἐόντε, Μενέσθην Ἀγχίαλόν τε.</l><l n="610">τὼ δὲ πεσόντʼ ἐλέησε μέγας Τελαμώνιος Αἴας·</l><l n="611">στῆ δὲ μάλʼ ἐγγὺς ἰών, καὶ ἀκόντισε δουρὶ φαεινῷ,</l><l n="612">καὶ βάλεν Ἄμφιον Σελάγου υἱόν, ὅς ῥʼ ἐνὶ Παισῷ</l><l n="613">ναῖε πολυκτήμων πολυλήϊος· ἀλλά ἑ μοῖρα</l><l n="614">ἦγʼ ἐπικουρήσοντα μετὰ Πρίαμόν τε καὶ υἷας.</l><l n="615">τόν ῥα κατὰ ζωστῆρα βάλεν Τελαμώνιος Αἴας,</l><l n="616">νειαίρῃ δʼ ἐν γαστρὶ πάγη δολιχόσκιον ἔγχος,</l><l n="617">δούπησεν δὲ πεσών· ὃ δʼ ἐπέδραμε φαίδιμος Αἴας</l><l n="618">τεύχεα συλήσων· Τρῶες δʼ ἐπὶ δούρατʼ ἔχευαν</l><l n="619">ὀξέα παμφανόωντα· σάκος δʼ ἀνεδέξατο πολλά.</l><l n="620">αὐτὰρ ὃ λὰξ προσβὰς ἐκ νεκροῦ χάλκεον ἔγχος</l><l n="621">ἐσπάσατʼ· οὐδʼ ἄρʼ ἔτʼ ἄλλα δυνήσατο τεύχεα καλὰ</l><l n="622">ὤμοιιν ἀφελέσθαι· ἐπείγετο γὰρ βελέεσσι.</l><l n="623">δεῖσε δʼ ὅ γʼ ἀμφίβασιν κρατερὴν Τρώων ἀγερώχων,</l><l n="624">οἳ πολλοί τε καὶ ἐσθλοὶ ἐφέστασαν ἔγχεʼ ἔχοντες,</l><l n="625">οἵ ἑ μέγαν περ ἐόντα καὶ ἴφθιμον καὶ ἀγαυὸν</l><l n="626">ὦσαν ἀπὸ σφείων· ὃ δὲ χασσάμενος πελεμίχθη.</l><milestone ed="p" n="627" unit="card"/><l n="627"><milestone ed="P" unit="para"/>ὣς οἳ μὲν πονέοντο κατὰ κρατερὴν ὑσμίνην·</l><l n="628">Τληπόλεμον δʼ Ἡρακλεΐδην ἠΰν τε μέγαν τε</l><l n="629">ὦρσεν ἐπʼ ἀντιθέῳ Σαρπηδόνι μοῖρα κραταιή.</l><l n="630">οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες</l><l n="631">υἱός θʼ υἱωνός τε Διὸς νεφεληγερέταο,</l><l n="632">τὸν καὶ Τληπόλεμος πρότερος πρὸς μῦθον ἔειπε·</l><q><l n="633">Σαρπῆδον Λυκίων βουληφόρε, τίς τοι ἀνάγκη</l><l n="634">πτώσσειν ἐνθάδʼ ἐόντι μάχης ἀδαήμονι φωτί;</l><l n="635">ψευδόμενοι δέ σέ φασι Διὸς γόνον αἰγιόχοιο</l><l n="636">εἶναι, ἐπεὶ πολλὸν κείνων ἐπιδεύεαι ἀνδρῶν</l><l n="637">οἳ Διὸς ἐξεγένοντο ἐπὶ προτέρων ἀνθρώπων·</l><l n="638">ἀλλʼ οἷόν τινά φασι βίην Ἡρακληείην</l><l n="639">εἶναι, ἐμὸν πατέρα θρασυμέμνονα θυμολέοντα·</l><l n="640">ὅς ποτε δεῦρʼ ἐλθὼν ἕνεχʼ ἵππων Λαομέδοντος</l><l n="641">ἓξ οἴῃς σὺν νηυσὶ καὶ ἀνδράσι παυροτέροισιν</l><l n="642">Ἰλίου ἐξαλάπαξε πόλιν, χήρωσε δʼ ἀγυιάς·</l><l n="643">σοὶ δὲ κακὸς μὲν θυμός, ἀποφθινύθουσι δὲ λαοί.</l><l n="644">οὐδέ τί σε Τρώεσσιν ὀΐομαι ἄλκαρ ἔσεσθαι</l><l n="645">ἐλθόντʼ ἐκ Λυκίης, οὐδʼ εἰ μάλα καρτερός ἐσσι,</l><l n="646">ἀλλʼ ὑπʼ ἐμοὶ δμηθέντα πύλας Ἀΐδαο περήσειν.</l></q><l n="647"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖ Σαρπηδὼν Λυκίων ἀγὸς ἀντίον ηὔδα·</l><q><l n="648">Τληπόλεμʼ ἤτοι κεῖνος ἀπώλεσεν Ἴλιον ἱρὴν</l><l n="649">ἀνέρος ἀφραδίῃσιν ἀγαυοῦ Λαομέδοντος,</l><l n="650">ὅς ῥά μιν εὖ ἕρξαντα κακῷ ἠνίπαπε μύθῳ,</l><l n="651">οὐδʼ ἀπέδωχʼ ἵππους, ὧν εἵνεκα τηλόθεν ἦλθε.</l><l n="652">σοὶ δʼ ἐγὼ ἐνθάδε φημὶ φόνον καὶ κῆρα μέλαιναν</l><l n="653">ἐξ ἐμέθεν τεύξεσθαι, ἐμῷ δʼ ὑπὸ δουρὶ δαμέντα</l><l n="654">εὖχος ἐμοὶ δώσειν, ψυχὴν δʼ Ἄϊδι κλυτοπώλῳ.</l></q><l n="655"><milestone ed="P" unit="para"/>ὣς φάτο Σαρπηδών, ὃ δʼ ἀνέσχετο μείλινον ἔγχος</l><l n="656">Τληπόλεμος· καὶ τῶν μὲν ἁμαρτῇ δούρατα μακρὰ</l><l n="657">ἐκ χειρῶν ἤϊξαν· ὃ μὲν βάλεν αὐχένα μέσσον</l><l n="658">Σαρπηδών, αἰχμὴ δὲ διαμπερὲς ἦλθʼ ἀλεγεινή·</l><l n="659">τὸν δὲ κατʼ ὀφθαλμῶν ἐρεβεννὴ νὺξ ἐκάλυψε.</l><l n="660">Τληπόλεμος δʼ ἄρα μηρὸν ἀριστερὸν ἔγχεϊ μακρῷ</l><l n="661">βεβλήκειν, αἰχμὴ δὲ διέσσυτο μαιμώωσα</l><l n="662">ὀστέω ἐγχριμφθεῖσα, πατὴρ δʼ ἔτι λοιγὸν ἄμυνεν.</l><l n="663"><milestone ed="P" unit="para"/>οἳ μὲν ἄρʼ ἀντίθεον Σαρπηδόνα δῖοι ἑταῖροι</l><l n="664">ἐξέφερον πολέμοιο· βάρυνε δέ μιν δόρυ μακρὸν</l><l n="665">ἑλκόμενον· τὸ μὲν οὔ τις ἐπεφράσατʼ οὐδὲ νόησε</l><l n="666">μηροῦ ἐξερύσαι δόρυ μείλινον ὄφρʼ ἐπιβαίη</l><l n="667">σπευδόντων· τοῖον γὰρ ἔχον πόνον ἀμφιέποντες.</l><milestone ed="p" n="668" unit="card"/><l n="668"><milestone ed="P" unit="para"/>Τληπόλεμον δʼ ἑτέρωθεν ἐϋκνήμιδες Ἀχαιοὶ</l><l n="669">ἐξέφερον πολέμοιο· νόησε δὲ δῖος Ὀδυσσεὺς</l><l n="670">τλήμονα θυμὸν ἔχων, μαίμησε δέ οἱ φίλον ἦτορ·</l><l n="671">μερμήριξε δʼ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν</l><l n="672">ἢ προτέρω Διὸς υἱὸν ἐριγδούποιο διώκοι,</l><l n="673">ἦ ὅ γε τῶν πλεόνων Λυκίων ἀπὸ θυμὸν ἕλοιτο.</l><l n="674">οὐδʼ ἄρʼ Ὀδυσσῆϊ μεγαλήτορι μόρσιμον ἦεν</l><l n="675">ἴφθιμον Διὸς υἱὸν ἀποκτάμεν ὀξέϊ χαλκῷ·</l><l n="676">τώ ῥα κατὰ πληθὺν Λυκίων τράπε θυμὸν Ἀθήνη.</l><l n="677">ἔνθʼ ὅ γε Κοίρανον εἷλεν Ἀλάστορά τε Χρομίον τε</l><l n="678">Ἄλκανδρόν θʼ Ἅλιόν τε Νοήμονά τε Πρύτανίν τε.</l><l n="679">καί νύ κʼ ἔτι πλέονας Λυκίων κτάνε δῖος Ὀδυσσεὺς</l><l n="680">εἰ μὴ ἄρʼ ὀξὺ νόησε μέγας κορυθαίολος Ἕκτωρ·</l><l n="681">βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ</l><l n="682">δεῖμα φέρων Δαναοῖσι· χάρη δʼ ἄρα οἱ προσιόντι</l><l n="683">Σαρπηδὼν Διὸς υἱός, ἔπος δʼ ὀλοφυδνὸν ἔειπε·</l><q><l n="684">Πριαμίδη, μὴ δή με ἕλωρ Δαναοῖσιν ἐάσῃς</l><l n="685">κεῖσθαι, ἀλλʼ ἐπάμυνον· ἔπειτά με καὶ λίποι αἰὼν</l><l n="686">ἐν πόλει ὑμετέρῃ, ἐπεὶ οὐκ ἄρʼ ἔμελλον ἔγωγε</l><l n="687">νοστήσας οἶκον δὲ φίλην ἐς πατρίδα γαῖαν</l><l n="688">εὐφρανέειν ἄλοχόν τε φίλην καὶ νήπιον υἱόν.</l></q><l n="689"><milestone ed="P" unit="para"/>ὣς φάτο, τὸν δʼ οὔ τι προσέφη κορυθαίολος Ἕκτωρ,</l><l n="690">ἀλλὰ παρήϊξεν λελιημένος ὄφρα τάχιστα</l><l n="691">ὤσαιτʼ Ἀργείους, πολέων δʼ ἀπὸ θυμὸν ἕλοιτο.</l><l n="692">οἳ μὲν ἄρʼ ἀντίθεον Σαρπηδόνα δῖοι ἑταῖροι</l></div></div></body></text></TEI>