ἀλλὰ πρὸς Τρῶας τετραμμένοι αἰὲν ὀπίσσω εἴκετε, μηδὲ θεοῖς μενεαινέμεν ἶφι μάχεσθαι. ὣς ἄρʼ ἔφη, Τρῶες δὲ μάλα σχεδὸν ἤλυθον αὐτῶν. ἔνθʼ Ἕκτωρ δύο φῶτε κατέκτανεν εἰδότε χάρμης εἰν ἑνὶ δίφρῳ ἐόντε, Μενέσθην Ἀγχίαλόν τε. τὼ δὲ πεσόντʼ ἐλέησε μέγας Τελαμώνιος Αἴας· στῆ δὲ μάλʼ ἐγγὺς ἰών, καὶ ἀκόντισε δουρὶ φαεινῷ, καὶ βάλεν Ἄμφιον Σελάγου υἱόν, ὅς ῥʼ ἐνὶ Παισῷ ναῖε πολυκτήμων πολυλήϊος· ἀλλά ἑ μοῖρα ἦγʼ ἐπικουρήσοντα μετὰ Πρίαμόν τε καὶ υἷας. τόν ῥα κατὰ ζωστῆρα βάλεν Τελαμώνιος Αἴας, νειαίρῃ δʼ ἐν γαστρὶ πάγη δολιχόσκιον ἔγχος, δούπησεν δὲ πεσών· ὃ δʼ ἐπέδραμε φαίδιμος Αἴας τεύχεα συλήσων· Τρῶες δʼ ἐπὶ δούρατʼ ἔχευαν ὀξέα παμφανόωντα· σάκος δʼ ἀνεδέξατο πολλά. αὐτὰρ ὃ λὰξ προσβὰς ἐκ νεκροῦ χάλκεον ἔγχος ἐσπάσατʼ· οὐδʼ ἄρʼ ἔτʼ ἄλλα δυνήσατο τεύχεα καλὰ ὤμοιιν ἀφελέσθαι· ἐπείγετο γὰρ βελέεσσι. δεῖσε δʼ ὅ γʼ ἀμφίβασιν κρατερὴν Τρώων ἀγερώχων, οἳ πολλοί τε καὶ ἐσθλοὶ ἐφέστασαν ἔγχεʼ ἔχοντες, οἵ ἑ μέγαν περ ἐόντα καὶ ἴφθιμον καὶ ἀγαυὸν ὦσαν ἀπὸ σφείων· ὃ δὲ χασσάμενος πελεμίχθη. ὣς οἳ μὲν πονέοντο κατὰ κρατερὴν ὑσμίνην· Τληπόλεμον δʼ Ἡρακλεΐδην ἠΰν τε μέγαν τε ὦρσεν ἐπʼ ἀντιθέῳ Σαρπηδόνι μοῖρα κραταιή. οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες υἱός θʼ υἱωνός τε Διὸς νεφεληγερέταο, τὸν καὶ Τληπόλεμος πρότερος πρὸς μῦθον ἔειπε· Σαρπῆδον Λυκίων βουληφόρε, τίς τοι ἀνάγκη πτώσσειν ἐνθάδʼ ἐόντι μάχης ἀδαήμονι φωτί; ψευδόμενοι δέ σέ φασι Διὸς γόνον αἰγιόχοιο εἶναι, ἐπεὶ πολλὸν κείνων ἐπιδεύεαι ἀνδρῶν οἳ Διὸς ἐξεγένοντο ἐπὶ προτέρων ἀνθρώπων· ἀλλʼ οἷόν τινά φασι βίην Ἡρακληείην εἶναι, ἐμὸν πατέρα θρασυμέμνονα θυμολέοντα· ὅς ποτε δεῦρʼ ἐλθὼν ἕνεχʼ ἵππων Λαομέδοντος ἓξ οἴῃς σὺν νηυσὶ καὶ ἀνδράσι παυροτέροισιν Ἰλίου ἐξαλάπαξε πόλιν, χήρωσε δʼ ἀγυιάς· σοὶ δὲ κακὸς μὲν θυμός, ἀποφθινύθουσι δὲ λαοί. οὐδέ τί σε Τρώεσσιν ὀΐομαι ἄλκαρ ἔσεσθαι ἐλθόντʼ ἐκ Λυκίης, οὐδʼ εἰ μάλα καρτερός ἐσσι, ἀλλʼ ὑπʼ ἐμοὶ δμηθέντα πύλας Ἀΐδαο περήσειν. τὸν δʼ αὖ Σαρπηδὼν Λυκίων ἀγὸς ἀντίον ηὔδα· Τληπόλεμʼ ἤτοι κεῖνος ἀπώλεσεν Ἴλιον ἱρὴν ἀνέρος ἀφραδίῃσιν ἀγαυοῦ Λαομέδοντος, ὅς ῥά μιν εὖ ἕρξαντα κακῷ ἠνίπαπε μύθῳ, οὐδʼ ἀπέδωχʼ ἵππους, ὧν εἵνεκα τηλόθεν ἦλθε. σοὶ δʼ ἐγὼ ἐνθάδε φημὶ φόνον καὶ κῆρα μέλαιναν ἐξ ἐμέθεν τεύξεσθαι, ἐμῷ δʼ ὑπὸ δουρὶ δαμέντα εὖχος ἐμοὶ δώσειν, ψυχὴν δʼ Ἄϊδι κλυτοπώλῳ. ὣς φάτο Σαρπηδών, ὃ δʼ ἀνέσχετο μείλινον ἔγχος Τληπόλεμος· καὶ τῶν μὲν ἁμαρτῇ δούρατα μακρὰ ἐκ χειρῶν ἤϊξαν· ὃ μὲν βάλεν αὐχένα μέσσον Σαρπηδών, αἰχμὴ δὲ διαμπερὲς ἦλθʼ ἀλεγεινή· τὸν δὲ κατʼ ὀφθαλμῶν ἐρεβεννὴ νὺξ ἐκάλυψε. Τληπόλεμος δʼ ἄρα μηρὸν ἀριστερὸν ἔγχεϊ μακρῷ βεβλήκειν, αἰχμὴ δὲ διέσσυτο μαιμώωσα ὀστέω ἐγχριμφθεῖσα, πατὴρ δʼ ἔτι λοιγὸν ἄμυνεν. οἳ μὲν ἄρʼ ἀντίθεον Σαρπηδόνα δῖοι ἑταῖροι ἐξέφερον πολέμοιο· βάρυνε δέ μιν δόρυ μακρὸν ἑλκόμενον· τὸ μὲν οὔ τις ἐπεφράσατʼ οὐδὲ νόησε μηροῦ ἐξερύσαι δόρυ μείλινον ὄφρʼ ἐπιβαίη σπευδόντων· τοῖον γὰρ ἔχον πόνον ἀμφιέποντες. Τληπόλεμον δʼ ἑτέρωθεν ἐϋκνήμιδες Ἀχαιοὶ ἐξέφερον πολέμοιο· νόησε δὲ δῖος Ὀδυσσεὺς τλήμονα θυμὸν ἔχων, μαίμησε δέ οἱ φίλον ἦτορ· μερμήριξε δʼ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν ἢ προτέρω Διὸς υἱὸν ἐριγδούποιο διώκοι, ἦ ὅ γε τῶν πλεόνων Λυκίων ἀπὸ θυμὸν ἕλοιτο. οὐδʼ ἄρʼ Ὀδυσσῆϊ μεγαλήτορι μόρσιμον ἦεν ἴφθιμον Διὸς υἱὸν ἀποκτάμεν ὀξέϊ χαλκῷ· τώ ῥα κατὰ πληθὺν Λυκίων τράπε θυμὸν Ἀθήνη. ἔνθʼ ὅ γε Κοίρανον εἷλεν Ἀλάστορά τε Χρομίον τε Ἄλκανδρόν θʼ Ἅλιόν τε Νοήμονά τε Πρύτανίν τε. καί νύ κʼ ἔτι πλέονας Λυκίων κτάνε δῖος Ὀδυσσεὺς εἰ μὴ ἄρʼ ὀξὺ νόησε μέγας κορυθαίολος Ἕκτωρ· βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ δεῖμα φέρων Δαναοῖσι· χάρη δʼ ἄρα οἱ προσιόντι Σαρπηδὼν Διὸς υἱός, ἔπος δʼ ὀλοφυδνὸν ἔειπε· Πριαμίδη, μὴ δή με ἕλωρ Δαναοῖσιν ἐάσῃς κεῖσθαι, ἀλλʼ ἐπάμυνον· ἔπειτά με καὶ λίποι αἰὼν ἐν πόλει ὑμετέρῃ, ἐπεὶ οὐκ ἄρʼ ἔμελλον ἔγωγε νοστήσας οἶκον δὲ φίλην ἐς πατρίδα γαῖαν εὐφρανέειν ἄλοχόν τε φίλην καὶ νήπιον υἱόν. ὣς φάτο, τὸν δʼ οὔ τι προσέφη κορυθαίολος Ἕκτωρ, ἀλλὰ παρήϊξεν λελιημένος ὄφρα τάχιστα ὤσαιτʼ Ἀργείους, πολέων δʼ ἀπὸ θυμὸν ἕλοιτο. οἳ μὲν ἄρʼ ἀντίθεον Σαρπηδόνα δῖοι ἑταῖροι