δηθὰ μάλʼ ἑστήκει· τύχε γάρ ῥʼ ἀμάθοιο βαθείης· ὄφρʼ ἵππω πλήξαντε χαμαὶ βάλον ἐν κονίῃσι· τοὺς ἵμασʼ Ἀντίλοχος, μετὰ δὲ στρατὸν ἤλασʼ Ἀχαιῶν. τοὺς δʼ Ἕκτωρ ἐνόησε κατὰ στίχας, ὦρτο δʼ ἐπʼ αὐτοὺς κεκλήγων· ἅμα δὲ Τρώων εἵποντο φάλαγγες καρτεραί· ἦρχε δʼ ἄρα σφιν Ἄρης καὶ πότνιʼ Ἐνυώ, ἣ μὲν ἔχουσα Κυδοιμὸν ἀναιδέα δηϊοτῆτος, Ἄρης δʼ ἐν παλάμῃσι πελώριον ἔγχος ἐνώμα, φοίτα δʼ ἄλλοτε μὲν πρόσθʼ Ἕκτορος, ἄλλοτʼ ὄπισθε. τὸν δὲ ἰδὼν ῥίγησε βοὴν ἀγαθὸς Διομήδης· ὡς δʼ ὅτʼ ἀνὴρ ἀπάλαμνος ἰὼν πολέος πεδίοιο στήῃ ἐπʼ ὠκυρόῳ ποταμῷ ἅλα δὲ προρέοντι ἀφρῷ μορμύροντα ἰδών, ἀνά τʼ ἔδραμʼ ὀπίσσω, ὣς τότε Τυδεΐδης ἀνεχάζετο, εἶπέ τε λαῷ· ὦ φίλοι οἷον δὴ θαυμάζομεν Ἕκτορα δῖον αἰχμητήν τʼ ἔμεναι καὶ θαρσαλέον πολεμιστήν· τῷ δʼ αἰεὶ πάρα εἷς γε θεῶν, ὃς λοιγὸν ἀμύνει· καὶ νῦν οἱ πάρα κεῖνος Ἄρης βροτῷ ἀνδρὶ ἐοικώς. ἀλλὰ πρὸς Τρῶας τετραμμένοι αἰὲν ὀπίσσω