δηθὰ μάλʼ ἑστήκει· τύχε γάρ ῥʼ ἀμάθοιο βαθείης· ὄφρʼ ἵππω πλήξαντε χαμαὶ βάλον ἐν κονίῃσι· τοὺς ἵμασʼ Ἀντίλοχος, μετὰ δὲ στρατὸν ἤλασʼ Ἀχαιῶν. τοὺς δʼ Ἕκτωρ ἐνόησε κατὰ στίχας, ὦρτο δʼ ἐπʼ αὐτοὺς κεκλήγων· ἅμα δὲ Τρώων εἵποντο φάλαγγες καρτεραί· ἦρχε δʼ ἄρα σφιν Ἄρης καὶ πότνιʼ Ἐνυώ, ἣ μὲν ἔχουσα Κυδοιμὸν ἀναιδέα δηϊοτῆτος, Ἄρης δʼ ἐν παλάμῃσι πελώριον ἔγχος ἐνώμα, φοίτα δʼ ἄλλοτε μὲν πρόσθʼ Ἕκτορος, ἄλλοτʼ ὄπισθε. τὸν δὲ ἰδὼν ῥίγησε βοὴν ἀγαθὸς Διομήδης· ὡς δʼ ὅτʼ ἀνὴρ ἀπάλαμνος ἰὼν πολέος πεδίοιο στήῃ ἐπʼ ὠκυρόῳ ποταμῷ ἅλα δὲ προρέοντι