ἔνθα Πυλαιμένεα ἑλέτην ἀτάλαντον Ἄρηϊ ἀρχὸν Παφλαγόνων μεγαθύμων ἀσπιστάων. τὸν μὲν ἄρʼ Ἀτρεΐδης δουρικλειτὸς Μενέλαος ἑσταότʼ ἔγχεϊ νύξε κατὰ κληῗδα τυχήσας· Ἀντίλοχος δὲ Μύδωνα βάλʼ ἡνίοχον θεράποντα ἐσθλὸν Ἀτυμνιάδην· ὃ δʼ ὑπέστρεφε μώνυχας ἵππους· χερμαδίῳ ἀγκῶνα τυχὼν μέσον· ἐκ δʼ ἄρα χειρῶν ἡνία λεύκʼ ἐλέφαντι χαμαὶ πέσον ἐν κονίῃσιν. Ἀντίλοχος δʼ ἄρʼ ἐπαΐξας ξίφει ἤλασε κόρσην· αὐτὰρ ὅ γʼ ἀσθμαίνων εὐεργέος ἔκπεσε δίφρου κύμβαχος ἐν κονίῃσιν ἐπὶ βρεχμόν τε καὶ ὤμους. δηθὰ μάλʼ ἑστήκει· τύχε γάρ ῥʼ ἀμάθοιο βαθείης· ὄφρʼ ἵππω πλήξαντε χαμαὶ βάλον ἐν κονίῃσι·