<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="5"><l n="563">σείων ἐγχείην· τοῦ δʼ ὄτρυνεν μένος Ἄρης,</l><l n="564">τὰ φρονέων ἵνα χερσὶν ὑπʼ Αἰνείαο δαμείη.</l><l n="565">τὸν δʼ ἴδεν Ἀντίλοχος μεγαθύμου Νέστορος υἱός,</l><l n="566">βῆ δὲ διὰ προμάχων· περὶ γὰρ δίε ποιμένι λαῶν</l><l n="567">μή τι πάθοι, μέγα δέ σφας ἀποσφήλειε πόνοιο.</l><l n="568">τὼ μὲν δὴ χεῖράς τε καὶ ἔγχεα ὀξυόεντα</l><l n="569">ἀντίον ἀλλήλων ἐχέτην μεμαῶτε μάχεσθαι·</l><l n="570">Ἀντίλοχος δὲ μάλʼ ἄγχι παρίστατο ποιμένι λαῶν.</l><l n="571">Αἰνείας δʼ οὐ μεῖνε θοός περ ἐὼν πολεμιστὴς</l><l n="572">ὡς εἶδεν δύο φῶτε παρʼ ἀλλήλοισι μένοντε.</l><l n="573">οἳ δʼ ἐπεὶ οὖν νεκροὺς ἔρυσαν μετὰ λαὸν Ἀχαιῶν,</l><l n="574">τὼ μὲν ἄρα δειλὼ βαλέτην ἐν χερσὶν ἑταίρων,</l><l n="575">αὐτὼ δὲ στρεφθέντε μετὰ πρώτοισι μαχέσθην.</l><milestone ed="p" n="576" unit="card"/><l n="576"><milestone ed="P" unit="para"/>ἔνθα Πυλαιμένεα ἑλέτην ἀτάλαντον Ἄρηϊ</l><l n="577">ἀρχὸν Παφλαγόνων μεγαθύμων ἀσπιστάων.</l><l n="578">τὸν μὲν ἄρʼ Ἀτρεΐδης δουρικλειτὸς Μενέλαος</l><l n="579">ἑσταότʼ ἔγχεϊ νύξε κατὰ κληῗδα τυχήσας·</l><l n="580">Ἀντίλοχος δὲ Μύδωνα βάλʼ ἡνίοχον θεράποντα</l><l n="581">ἐσθλὸν Ἀτυμνιάδην· ὃ δʼ ὑπέστρεφε μώνυχας ἵππους·</l></div></div></body></text></TEI>