<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="5"><l n="55">ἀλλά μιν Ἀτρεΐδης δουρικλειτὸς Μενέλαος</l><l n="56">πρόσθεν ἕθεν φεύγοντα μετάφρενον οὔτασε δουρὶ</l><l n="57">ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσεν,</l><l n="58">ἤριπε δὲ πρηνής, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ.</l><l n="59"><milestone ed="P" unit="para"/>Μηριόνης δὲ Φέρεκλον ἐνήρατο, τέκτονος υἱὸν</l><l n="60">Ἁρμονίδεω, ὃς χερσὶν ἐπίστατο δαίδαλα πάντα</l><l n="61">τεύχειν· ἔξοχα γάρ μιν ἐφίλατο Παλλὰς Ἀθήνη·</l><l n="62">ὃς καὶ Ἀλεξάνδρῳ τεκτήνατο νῆας ἐΐσας</l><l n="63">ἀρχεκάκους, αἳ πᾶσι κακὸν Τρώεσσι γένοντο</l><l n="64">οἷ τʼ αὐτῷ, ἐπεὶ οὔ τι θεῶν ἐκ θέσφατα ᾔδη.</l><l n="65">τὸν μὲν Μηριόνης ὅτε δὴ κατέμαρπτε διώκων</l><l n="66">βεβλήκει γλουτὸν κατὰ δεξιόν· ἣ δὲ διαπρὸ</l><l n="67">ἀντικρὺ κατὰ κύστιν ὑπʼ ὀστέον ἤλυθʼ ἀκωκή·</l><l n="68">γνὺξ δʼ ἔριπʼ οἰμώξας, θάνατος δέ μιν ἀμφεκάλυψε.</l><l n="69"><milestone ed="P" unit="para"/>Πήδαιον δʼ ἄρʼ ἔπεφνε Μέγης Ἀντήνορος υἱὸν</l><l n="70">ὅς ῥα νόθος μὲν ἔην, πύκα δʼ ἔτρεφε δῖα Θεανὼ</l><l n="71">ἶσα φίλοισι τέκεσσι χαριζομένη πόσεϊ ᾧ.</l><l n="72">τὸν μὲν Φυλεΐδης δουρὶ κλυτὸς ἐγγύθεν ἐλθὼν</l><l n="73">βεβλήκει κεφαλῆς κατὰ ἰνίον ὀξέϊ δουρί·</l><l n="74">ἀντικρὺ δʼ ἀνʼ ὀδόντας ὑπὸ γλῶσσαν τάμε χαλκός·</l></div></div></body></text></TEI>