νειαίρῃ δʼ ἐν γαστρὶ διὰ ζωστῆρος ἔλασσε· δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ. ἔνθʼ αὖτʼ Αἰνείας Δαναῶν ἕλεν ἄνδρας ἀρίστους υἷε Διοκλῆος Κρήθωνά τε Ὀρσίλοχόν τε, τῶν ῥα πατὴρ μὲν ἔναιεν ἐϋκτιμένῃ ἐνὶ Φηρῇ ἀφνειὸς βιότοιο, γένος δʼ ἦν ἐκ ποταμοῖο Ἀλφειοῦ, ὅς τʼ εὐρὺ ῥέει Πυλίων διὰ γαίης, ὃς τέκετʼ Ὀρτίλοχον πολέεσσʼ ἄνδρεσσιν ἄνακτα· Ὀρτίλοχος δʼ ἄρʼ ἔτικτε Διοκλῆα μεγάθυμον, ἐκ δὲ Διοκλῆος διδυμάονε παῖδε γενέσθην, Κρήθων Ὀρσίλοχός τε μάχης εὖ εἰδότε πάσης. τὼ μὲν ἄρʼ ἡβήσαντε μελαινάων ἐπὶ νηῶν