<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="5"><l n="533"><milestone ed="P" unit="para"/>ἦ καὶ ἀκόντισε δουρὶ θοῶς, βάλε δὲ πρόμον ἄνδρα</l><l n="534">Αἰνείω ἕταρον μεγαθύμου Δηϊκόωντα</l><l n="535">Περγασίδην, ὃν Τρῶες ὁμῶς Πριάμοιο τέκεσσι</l><l n="536">τῖον, ἐπεὶ θοὸς ἔσκε μετὰ πρώτοισι μάχεσθαι.</l><l n="537">τόν ῥα κατʼ ἀσπίδα δουρὶ βάλε κρείων Ἀγαμέμνων·</l><l n="538">ἣ δʼ οὐκ ἔγχος ἔρυτο, διὰ πρὸ δὲ εἴσατο χαλκός,</l><l n="539">νειαίρῃ δʼ ἐν γαστρὶ διὰ ζωστῆρος ἔλασσε·</l><l n="540">δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ.</l><l n="541"><milestone ed="P" unit="para"/>ἔνθʼ αὖτʼ Αἰνείας Δαναῶν ἕλεν ἄνδρας ἀρίστους</l><l n="542">υἷε Διοκλῆος Κρήθωνά τε Ὀρσίλοχόν τε,</l><l n="543">τῶν ῥα πατὴρ μὲν ἔναιεν ἐϋκτιμένῃ ἐνὶ Φηρῇ</l><l n="544">ἀφνειὸς βιότοιο, γένος δʼ ἦν ἐκ ποταμοῖο</l><l n="545">Ἀλφειοῦ, ὅς τʼ εὐρὺ ῥέει Πυλίων διὰ γαίης,</l><l n="546">ὃς τέκετʼ Ὀρτίλοχον πολέεσσʼ ἄνδρεσσιν ἄνακτα·</l><l n="547">Ὀρτίλοχος δʼ ἄρʼ ἔτικτε Διοκλῆα μεγάθυμον,</l><l n="548">ἐκ δὲ Διοκλῆος διδυμάονε παῖδε γενέσθην,</l><l n="549">Κρήθων Ὀρσίλοχός τε μάχης εὖ εἰδότε πάσης.</l><l n="550">τὼ μὲν ἄρʼ ἡβήσαντε μελαινάων ἐπὶ νηῶν</l><l n="551">Ἴλιον εἰς εὔπωλον ἅμʼ Ἀργείοισιν ἑπέσθην,</l><l n="552">τιμὴν Ἀτρεΐδῃς Ἀγαμέμνονι καὶ Μενελάῳ</l><l n="553">ἀρνυμένω· τὼ δʼ αὖθι τέλος θανάτοιο κάλυψεν.</l><l n="554">οἵω τώ γε λέοντε δύω ὄρεος κορυφῇσιν</l><l n="555">ἐτραφέτην ὑπὸ μητρὶ βαθείης τάρφεσιν ὕλης·</l><l n="556">τὼ μὲν ἄρʼ ἁρπάζοντε βόας καὶ ἴφια μῆλα</l><l n="557">σταθμοὺς ἀνθρώπων κεραΐζετον, ὄφρα καὶ αὐτὼ</l><l n="558">ἀνδρῶν ἐν παλάμῃσι κατέκταθεν ὀξέϊ χαλκῷ·</l><l n="559">τοίω τὼ χείρεσσιν ὑπʼ Αἰνείαο δαμέντε</l><l n="560">καππεσέτην, ἐλάτῃσιν ἐοικότες ὑψηλῇσι.</l><l n="561"><milestone ed="P" unit="para"/>τὼ δὲ πεσόντʼ ἐλέησεν ἀρηΐφιλος Μενέλαος,</l><l n="562">βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ</l><l n="563">σείων ἐγχείην· τοῦ δʼ ὄτρυνεν μένος Ἄρης,</l><l n="564">τὰ φρονέων ἵνα χερσὶν ὑπʼ Αἰνείαο δαμείη.</l><l n="565">τὸν δʼ ἴδεν Ἀντίλοχος μεγαθύμου Νέστορος υἱός,</l><l n="566">βῆ δὲ διὰ προμάχων· περὶ γὰρ δίε ποιμένι λαῶν</l><l n="567">μή τι πάθοι, μέγα δέ σφας ἀποσφήλειε πόνοιο.</l><l n="568">τὼ μὲν δὴ χεῖράς τε καὶ ἔγχεα ὀξυόεντα</l><l n="569">ἀντίον ἀλλήλων ἐχέτην μεμαῶτε μάχεσθαι·</l><l n="570">Ἀντίλοχος δὲ μάλʼ ἄγχι παρίστατο ποιμένι λαῶν.</l><l n="571">Αἰνείας δʼ οὐ μεῖνε θοός περ ἐὼν πολεμιστὴς</l><l n="572">ὡς εἶδεν δύο φῶτε παρʼ ἀλλήλοισι μένοντε.</l><l n="573">οἳ δʼ ἐπεὶ οὖν νεκροὺς ἔρυσαν μετὰ λαὸν Ἀχαιῶν,</l><l n="574">τὼ μὲν ἄρα δειλὼ βαλέτην ἐν χερσὶν ἑταίρων,</l></div></div></body></text></TEI>