ἦ καὶ ἀκόντισε δουρὶ θοῶς, βάλε δὲ πρόμον ἄνδρα Αἰνείω ἕταρον μεγαθύμου Δηϊκόωντα Περγασίδην, ὃν Τρῶες ὁμῶς Πριάμοιο τέκεσσι τῖον, ἐπεὶ θοὸς ἔσκε μετὰ πρώτοισι μάχεσθαι. τόν ῥα κατʼ ἀσπίδα δουρὶ βάλε κρείων Ἀγαμέμνων· ἣ δʼ οὐκ ἔγχος ἔρυτο, διὰ πρὸ δὲ εἴσατο χαλκός, νειαίρῃ δʼ ἐν γαστρὶ διὰ ζωστῆρος ἔλασσε· δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ. ἔνθʼ αὖτʼ Αἰνείας Δαναῶν ἕλεν ἄνδρας ἀρίστους υἷε Διοκλῆος Κρήθωνά τε Ὀρσίλοχόν τε, τῶν ῥα πατὴρ μὲν ἔναιεν ἐϋκτιμένῃ ἐνὶ Φηρῇ ἀφνειὸς βιότοιο, γένος δʼ ἦν ἐκ ποταμοῖο Ἀλφειοῦ, ὅς τʼ εὐρὺ ῥέει Πυλίων διὰ γαίης, ὃς τέκετʼ Ὀρτίλοχον πολέεσσʼ ἄνδρεσσιν ἄνακτα· Ὀρτίλοχος δʼ ἄρʼ ἔτικτε Διοκλῆα μεγάθυμον, ἐκ δὲ Διοκλῆος διδυμάονε παῖδε γενέσθην, Κρήθων Ὀρσίλοχός τε μάχης εὖ εἰδότε πάσης. τὼ μὲν ἄρʼ ἡβήσαντε μελαινάων ἐπὶ νηῶν Ἴλιον εἰς εὔπωλον ἅμʼ Ἀργείοισιν ἑπέσθην, τιμὴν Ἀτρεΐδῃς Ἀγαμέμνονι καὶ Μενελάῳ ἀρνυμένω· τὼ δʼ αὖθι τέλος θανάτοιο κάλυψεν. οἵω τώ γε λέοντε δύω ὄρεος κορυφῇσιν ἐτραφέτην ὑπὸ μητρὶ βαθείης τάρφεσιν ὕλης· τὼ μὲν ἄρʼ ἁρπάζοντε βόας καὶ ἴφια μῆλα σταθμοὺς ἀνθρώπων κεραΐζετον, ὄφρα καὶ αὐτὼ ἀνδρῶν ἐν παλάμῃσι κατέκταθεν ὀξέϊ χαλκῷ· τοίω τὼ χείρεσσιν ὑπʼ Αἰνείαο δαμέντε καππεσέτην, ἐλάτῃσιν ἐοικότες ὑψηλῇσι. τὼ δὲ πεσόντʼ ἐλέησεν ἀρηΐφιλος Μενέλαος, βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ σείων ἐγχείην· τοῦ δʼ ὄτρυνεν μένος Ἄρης, τὰ φρονέων ἵνα χερσὶν ὑπʼ Αἰνείαο δαμείη. τὸν δʼ ἴδεν Ἀντίλοχος μεγαθύμου Νέστορος υἱός, βῆ δὲ διὰ προμάχων· περὶ γὰρ δίε ποιμένι λαῶν μή τι πάθοι, μέγα δέ σφας ἀποσφήλειε πόνοιο. τὼ μὲν δὴ χεῖράς τε καὶ ἔγχεα ὀξυόεντα ἀντίον ἀλλήλων ἐχέτην μεμαῶτε μάχεσθαι· Ἀντίλοχος δὲ μάλʼ ἄγχι παρίστατο ποιμένι λαῶν. Αἰνείας δʼ οὐ μεῖνε θοός περ ἐὼν πολεμιστὴς ὡς εἶδεν δύο φῶτε παρʼ ἀλλήλοισι μένοντε. οἳ δʼ ἐπεὶ οὖν νεκροὺς ἔρυσαν μετὰ λαὸν Ἀχαιῶν, τὼ μὲν ἄρα δειλὼ βαλέτην ἐν χερσὶν ἑταίρων,